16 [I 13]. Aὐχέτιος Ἀρμενίῳ. Εἰ μέν τι δύνασαι συμπράττειν, καὶ δῆτα λέγε πρός με, οὐ πρὸς ἑτέρους ἔκπυστα ποιῶν τἀμά· εἰ δὲ μηδὲν οἷός τε εἶ ὠφελεῖν, γενοῦ μοι τὰ νῦν Ἀρεοπαγίτου στεγανώτερος. ἐγὼ δέ, ὅπη ποτὲ τἀμά, σοι διηγήσο- μαι. ἔρως με οὐκ ἐῷ παρεμπεσὼν ὑπὸ τοῦ λογισμοῦ κυβερνᾶσθαι, ἀλλὰ τὸ νῆφον ἐν ἐμοὶ συνεχῶς ὑπὸ τοῦ πάθους βυθίζεται. πόθεν γάρ ποτε εἰς ἁλιέα δύστηνον ἀγαπητῶς τὴν ἀναγκαίαν ἐκπορίζοντα δια- τροφὴν ἔρως ἐνέσκηψε καὶ ἐντακεὶς οὐκ ἀνίησιν, ἀλλʼ ἴσα τοῖς πλουσίοις καὶ ὡρικοῖς νεανίσκοις φλέγομαι; καὶ ὅ ποτε γελῶν τοὺς ἐκ τρυφῆς πάθει δουλεύοντας ὅλος εἰμὶ τοῦ πάθους, καὶ γαμησείω νῦν καὶ τὸν x (Harl. Ven) Ν x1 (Γ Vat. 1) x² (Vat. 2 Flor. Π Δ) 1 πικρὸς] μικρὸς x Ν, μιαρὸς Mein. | 2 βαρύτερος] βαρύ- τερον Herch. (ed.) | [το] del. Bergl., τότε Mein., ἀπέλαβον Herch. (ed.) | 3 διέχει] διέχεε Cob. 6 Ἀρμενίῳ] Ἀρμένῳ Herch. (ed.) | 7 μέν τι] μέντοι x Ν | 8 οὐ— τἀμά] post στεγανώτερος collocat Stang. | ἔκπυστα] ἔκπτυστα Ν | μηδὲν] μηδὲ x Ν | 9 εἰ] om. Ν x² | Ἀρεοπαγίτου Ven. Vat.2,Ἀρειοπαγίτου cet.| 10 διηγήσομαι]διηγήσομαι;Reisk., διηγήσωμαι Bergl., διηγήσομαι 〈ἀπορῶ〉 Nab. Malui virgu- lam ponere ante σοι | 13 ποτε] πότε Flor., πόθεν Mein. | 16 ἴσα Ν x1, ὅσα Π (mrg. ἶσα) Δ, ἴσα cet. | φλέγομαι] φθέγγο- μαι x | 18 ὄλος] ὅλως Δ | καὶ γαμησείοω] γαμησείων Vind. | τὸν Ὑμέναιον] del. Pol. Ὑμέναιον ἐκφαντάζομαι τὸν παῖδα τῆς Τερψιχόρης. ἔστι δὲ ἡ παῖς ἧς ἐρῶ τὸ τῶν μετοίκων θυγάτριον τῶν ἐξ Ερμιόνης οὐκ οἶδʼ ὅπως εἰς Πειραιᾶ φθαρέν- των. ἄλλην μὲν οὖν δοῦναι προῖκα οὐκ ἔχω· ἐμαυτὸν δὲ δείξας οἷός εἰμι θαλαττουργός, εἰ μὴ μαίνοιτο ὁ ταύτης πατήρ, οἶμαι παρέξειν ἐπιτήδειον νυμφίον. 17 [I 14]. Ἐγκύμῶν ‘Αλικτύπῳ. Ἠρόμην ἰδὼν ἐπὶ τῆς ᾐόνος τῆς ἐν Σουνίῳ πα- λαιὸν καὶ τετρυχωμένον δίκτυον, ὅτου εἴη καὶ τίνα τρόπον οὐκ ἐξ ὄγκου μόνον ἀποσχισθέν, ἤδη δὲ καὶ ὑπὸ χρόνου παλαιότητος διερρωγὸς ἀποκέοιτο. οἱ δὲ ἔφασαν σὸν κτῆμα γεγονέναι πρὸ τούτων εττάρων ἐτῶν, εἶθʼ ὑφάλῳ προσομιλῆσαν πέτρᾳ κατὰ μέσον ἀποσχισθῆναι τῶν πλεγμάτων· σοῦ δὲ ἐξ ἐκείνου μήτε ἀκέσασθαι μήτε ἀνελέσθαι βουληθέντος μεῖναι, μηδε- νὸς τῶν ἐνοικούντων ὡς ἀλλοτρίου θιγγάνειν ἐπι- χειρήσαντος. ἐγένετο οὖν οὐκ ἐκείνων μόνον ἀλλὰ x (Harl. Ven.) Ν x1 (Γ Vat. 1) x² (Vai.2 Flor. Π Δ) 1 ἐκφαντάζομαι] φαντάζομαι Herch. (ed.) | τὸν Berg1., τὴν Ο | 2 ἧς ἐρῶ τὸ Bergl., εἰς ἔρωτα Ο, ἧς ἐρῶ του Reisk. | 4 ἐμαυτὸν] ἑαυτὸν x | 5 θαλαττουργός] θαυματουργός x Ν | μαίνοιτο] μένοιτο Flor., ἀναίνοιτο Pierson. 10 ἐξ ὄγκου μόνον Bergl., ἐξογκούμενον Ο, ἐξογκούμενον μόνον vel ἐξακούμενον vel [οὐκ] ἐξογκούμενον Bergl. etiam, ἐξ ὀλίγου μὲν Κeilius | ἀποσχισθέν Ν x² (ἀποσχισθῆναι Π unde ἀποσχισθείη Mein.), ὑποσχισθέν cet. Cf. sqq. | 11 παλαιότη- τος] del. Cob., οὐκ— παλαιότητος del. Meis. | ἀποκέοιτο Γ Ν, ἀπέκειτο cet. | 12 ἔφασαν] ἔφθασαν x, ἔφρασαν Mein. | 14 μήτε] μηκέτι Vind. Fort. μηκέτι—μηδὲ | 15 ἀνελέσθαι] ἀποδόσθαι Nab. | 16 ἐνοικούντων] περιοικούντων Flor. | ἐπι- χειρήαντος] ἐπιχειρήματος Ν | 17 ἐκείνων x, ἐνοίκων cet. γὰρ καὶ σοῦ τοῦ ποτε δεσπότου λοιπὸν ἀλλότριον. αἰτῶ οὖν σε τὸ τῇ φθορᾷ καὶ τῷ χρόνῳ μὴ σόν. σὺ δʼ ᾧ παντελῶς ἀπώλειαν προσένειμας, ἥκιστα ζημιού- μενος, ἕτοιμος ἔσο πρὸς τὴν δόσιν [ἔρρωσο]. 18 [Ι 15]. ίκτυσος Ἐγκύμονι. Δυσμενὴς καὶ βάσκανος ὁ τῶν γειτόνων ὀφθαλ- μός, φησιν ἡ παροιμία. τίς γάρ σοι τῶν ἐμῶν φρον- τίς; τί δὲ τὸ παρʼ ἐμοῦ ῥᾳθυμίας ἠξιωμένον κτῆμα σὸν εἶναι νομίζεις; εἶργε τὰς χεῖρας, μᾶλλον δὲ τὰς ἀπλήστους ἐπιθυμίας, μηδέ σε ἡ τῶν ἀλλοτρίων ὄρεξις ἀδίκους αἰτεῖν χάριτας ἐκβιαζέσθω. 19 [I 16]. Ἐγκύμων Ἀλικτύσπῳ. Οὐκ ᾔτησά σε ἃ ἔχεις, ἀλλʼ ἃ μὴ ἔχεις. ἐπεὶ δὲ οὐ βούλει ἃ μὴ ἔχεις ἕτερον ἔχειν, ἔχε μὴ ἔχεις. 20 [I 17]. Εὐσάγηνος Λιμενάρχῳ. Οὐκ ἐς κόρακας φθαρήσεται ὁ σκοπιωρὸς ὁ Λέσβιος; x (Harl. Ven.) Ν x1 (Γ Vat. 1) x²(Vat. 2 Flor. Π Δ) 1 γὰρ] om. Flor, post καὶ hab. Vat. 1, ἄρα Pol. | λοιπὸν] om. x1 | 4 [ἔρρωσο] del. Ald. In lib. I,II et III nunquam additur. 5 Ἐγκύμονι] Εγκύμοωνι Δ. In x1 est inscr. ἀμοιβαία. | 7 τίς] τί Reisk. | σοι] σοὶ Cob. | 8—9 τί—νομίζεις x2, τίς— νομίζει cet. | 11 ἀδίκους] ἀστίκους (sic) Vat. 1, unde ἀτόκους vel ἀστόχους Fried., ἀνεφίκτους Meis. 12 In x1 inscr. est ἀμοιβαία. | 13 ἐπεὶ δὲ] ἐπειδὴ Flor. 14 Εὐσάγηνος] Εὐπάγηνος Γ, Eὐσάγημος Π | Λιμενάρχῳ] Λιμενάρχῃ x1 | 15 σκοπιωρὸς Perizonius, σκοπιοῦρος x Ν x1, σκοπιοῦργος x2, σκοπιουρὸς Vind. | ὁ] om. x x1 φρίκη σκιερὰν κατὰ μέρος τὴν θάλατταν ἰδὼν ἀνεβό- ησεν ὡς πλήθους ὅλου προσιόντος θύννων ἢ πηλα- μύδων· καὶ ἡμεῖς πεισθέντες τῇ σαγήνη μονοινουχὶ τὸν κόλπον ὅλον περιεβάλομεν. εἶτα ἀνιμώμεθα, καὶ τὸ βάρος μεῖζον ἦν ἢ κατὰ φορτίον ἰχθύων. εὐέλπιδες οὖν καὶ τῶν πλησίον τινὰς ἐκαλοῦμεν μερίτας ἀπο- φανεῖν ἐπαγγελλόμενοι, εἰ συλλάβοιντο ἡμῖν καὶ συμπο- νήσαιεν. τέλος μόγῳ πολλῷ δείλης ὀψίας εὐμεγέθη κάμηλον ἐξειλκύσαμεν μυδῶσαν ἤδη καὶ σκώληξιν ἐπι- βρύουσαν. τοιαῦτα θηράσας οὐχ ἵνα ἐπιγελάσῃς ἐδή- λωσα, ἀλλʼ ἵνα μάθης αἷς καὶ πόσαις μηχαναῖς ἡ τύχη με τὸν ἀτυχῆ καταγωνίζεται.