<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0638.tlg007.perseus-grc2"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0638.tlg007.perseus-grc2" n="56"><p>κόνις δὲ ἡ μὲν πηλώδης ἱκανὴ ἀποῤῥύψαι καὶ ξυμμετρίαν δοῦναι τοῖς περιττοῖς, ἡ δὲ ὀστρακώδης ἀνοῖξαί τε ἐπιτηδεία καὶ ἐς ἱδρῶτα ἀγαγεῖν τὰ μεμυκότα, ἡ δὲ ἀσφαλτώδης ὑποθάλπειν τὰ ἐπεψυγμένα, μέλαινα δὲ καὶ ξανθὴ κόνις γεώδεις μὲν ἄμφω καὶ ἀγαθαὶ μαλάξαι τε καὶ ὑποθρέψαι, ἡ δὲ ξανθὴ κόνις καὶ στιλπνοὺς ἐργάζεται καὶ ἡδίους ἰδεῖν, ὡς περὶ γενναίῳ τε καὶ ἠσκημένῳ σώματι ἔστι. σκεδαννύναι δὲ χρὴ τὴν κόνιν ὑγρῷ τῷ καρπῷ καὶ διεστῶσι τοῖς δακτύλοις διαῤῥαίνοντα μᾶλλον ἢ ἐπιπάττοντα, ἵνʼ ἐς τὸν ἀθλητὴν ἡ ἄχνη πίπτοι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0638.tlg007.perseus-grc2" n="57"><p>Κώρυκος δὲ ἀνήφθω μὲν καὶ πύκταις, πολὺ δὲ μᾶλλον τοῖς ἐπὶ τὸ παγκράτιον φοιτῶσιν. ἔστω δὲ καὶ κοῦφος μὲν ὁ πυκτικός; ἐπειδὴ κωρύκου γυμνάζονται μόναι αἱ τῶν πυκτῶν χεῖρες, ὁ δὲ τῶν παγκρατιαστῶν ἐμβριθέστερος καὶ μείζων, ἵνα γυμνάζοιντο μὲν τὴν βάσιν ἀνθιστάμενοι τῇ τοῦ κωρύκου ἐπιφορᾷ, γυμνάζοιντο δὲ ὤμους τε καὶ δακτύλους ἐς ἀντίπαλόν τι παίοντες. ἡ κεφαλὴ ἐναραττέτω καὶ πάντα ὁ ἀθλητὴς ὑποκείσθω τοῦ παγκρατίου τὰ ὀρθὰ εἴδη.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0638.tlg007.perseus-grc2" n="58"><p>εἱληθεροῦσι δὲ οἱ μὲν ἀμαθῶς αὐτὸ πράττοντες ἐν ἅπαντι τῷ ἡλίῳ καὶ πάντες, οἱ δὲ ξὺν ἐπιστήμῃ καὶ λόγῳ οὕτε ἀεὶ καὶ ὁπόσοις λῷον· οἱ μὲν γὰρ βόρειοι τῶν ἡλίων καὶ οἱ νήνεμοι καθαροί τέ εἰσι καὶ εὔειλοι, ἅτε δὴ λευκοῦ ἐκβάλλοντες τοῦ αἰθέρος, οἱ δὲ νότιοί τε καὶ ἐκνεφίαι ὑγροί τέ εἰσι καὶ ὑπερκαίοντες, οἷοι ἐπιθρύψαι μᾶλλον τοὺς γυμναζομένους ἢ θάλψαι. τὰς μὲν δὴ εὐηλίους τῶν ἡμερῶν εἴρηκα, ἡλιωτέοι δὲ οἱ φλεγματώδεις μᾶλλον, ἵνα τοῦ περιττοῦ ἐξικμάζοιντο, ἐπιχόλους δὲ ἀπάγειν χρὴ δὴ τούτου, ὡς μὴ πυρὶ πῦρ ἐπαντλοῖτο. καὶ <pb xml:id="p.293"/> ἡλιούσθων οἱ μὲν προήκοντες ἀργοὶ κείμενοι καὶ πρόσειλοι κατὰ ταὐτὰ ὀπτωμένοις, οἱ δὲ σφριγῶντες ἐνεργοὶ καὶ γυμναζόμενοι πάντα, καθάπερ Ἠλεῖοι νομίζουσι. τὸ δὲ πυριᾶσθαι καὶ ξηραλοιφεῖν, ἐπειδὴ τῆς ἀγροικοτέρας γυμναστικῆς ἔχεται, Λακεδαιμονίοις ἀφῶμεν, ὧν τὰ γυμνάσια οὔτε παγκρατίῳ οὔτε πυγμῇ εἴκασται. φασὶ δὲ αὐτοὶ Λακεδαιμόνιοι μηδὲ ἀγωνίας ἕνεκα γυμνάζεσθαι τὴν ἰδέαν ταύτην, ἀλλὰ καρτερίας μόνης, ὅπερ δὴ μαστιγουμένων ἐστίν, ἐπειδὴ νόμος αὐτοῖς ἐπὶ τοῦ βωμοῦ ξαίνεσθαι.</p></div></div></body></text></TEI>