<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0638.tlg007.perseus-grc2"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0638.tlg007.perseus-grc2" n="31"><p>ἔστω ὁ μὲν τὰ πέντε ἀγωνιούμενος βαρὺς μᾶλλον ἢ οἱ κοῦφοι, καὶ κοῦφος μᾶλλον ἢ οἱ βαρεῖς, εὐμήκης εὐπαγὴς ἀνεστηκώς, ἀπέριττος τὰ μυώδη <add>καὶ</add> μὴ κεκολασμένος. ἐχέτω καὶ τοῖν σκελοῖν μακρῶς μᾶλλον ἢ ξυμμέτρως καὶ τῆς ὀσφύος ὑγρῶς τε καὶ εὐκόλως διά τε τὰς περιστροφὰς τοῦ ἀκοντίου ἢ καὶ τοῦ δίσκου διά τε τὸ ἅλμα· ἀλυπότερον γὰρ πηδήσει καὶ ῥήξει οὐδὲν τοῦ σώματος, ἢν ὑποκαθεὶς τὸ ἰσχίον ἐγκατερείσῃ τῇ βάσει. καὶ μακρόχειρα χρὴ εἶναι αὐτὸν καὶ εὐμήκη τοὺς δακτύλους, δισκεύσει γὰρ πολλῷ ἄμεινον, ἢν διὰ μέγεθος τῶν δακτύλων ἐκ κοιλοτέρας τῆς χειρὸς ἀναπέμπηται ἡ ἴτυς τοῦ δίσκου, καὶ εὐκολώτερον κινήσει τὸ ἀκόντιον, ἢν τοῦ μεσαγκύλου ἄνω ψαύωσιν οἱ δάκτυλοι μὴ σμικροὶ ὄντες.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0638.tlg007.perseus-grc2" n="32"><p>ὁ δὲ ἄριστα δολιχοδρομήσων τοὺς μὲν ὤμους καὶ τὸν αὐχένα κεκρατύνθω παραπλησίως πεντάθλῳ, σκελῶν δὲ λεπτῶς ἐχέτω καὶ κούφως, ὥσπερ οἱ τοῦ σταδίου δρομεῖς· ἐκεῖνοι μὲν γὰρ σκέλη χερσὶ κινοῦσιν ἐς τὸν ὀξὺν δρόμον, οἷον πτερούμενοι ὑπὸ τῶν χειρῶν, δολιχοδρόμοι δὲ τουτὶ μὲν περὶ τέρμα πράττουσι, τὸν <add>δὲ</add> ἄλλον χρόνον σχεδὸν οἷον διαβαίνουσιν, <pb xml:id="p.278"/> ἀνέχοντες ἐν προβολῇ τὰς χεῖρας, ὅθεν ἐῤῥωμενεστέρων τῶν ὤμων δέονται.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0638.tlg007.perseus-grc2" n="33"><p>ὁπλίτην δὲ καὶ σταδίου ἀγωνιστὴν καὶ διαύλου διακρίνει μὲν οὐδεὶς ἔτι ἐκ <add>τῶν</add> χρόνων, οὓς Λεωνίδας ὁ Ῥόδιος ἐπʼ Ὀλυμπιάδας τέτταρας ἐνίκα τὴν τριττὺν ταύτην, διακριτέοι δὲ ὅμως οἵ τε καθʼ ἓν ἀγωνιζόμενοι ταῦτα καὶ οἱ ὁμοῦ πάντα. τὸν μὲν δὴ ὁπλιτεύοντα πλευρά τε εὐμήκη παραπεμπέτω <add>καὶ</add> ὦμος εὐτραφὴς καὶ σιμὴ ἐπιγουνίς, ἵνʼ εὖ φοροῖτο ἡ ἀσπὶς ἀνεχόντων αὐτὴν τούτων· σταδιοδρόμοι δέ, τὸ κουφότατον τῶν ἐν ἀγωνίᾳ, κράτιστοι μὲν καὶ οἱ ξύμμετροι, βελτίους δὲ τούτων οἱ μὴ ὑπερμήκεις, ἀλλὰ μικρὸν τῶν ξυμμέτρων εὐμηκέστεροι, τὸ γὰρ ὑπερβάλλον μῆκος ἁμαρτάνει τοῦ βεβαίου, καθάπερ τῶν φυτῶν τὰ ὑπερανεστηκότα. συγκείσθων δὲ εὐπαγεῖς, ἀρχὴ γὰρ τοῦ εὖ δραμεῖν τὸ εὖ στῆναι. ἁρμονία δὲ αὐτῶν ἥδε· τὰ σκέλη ἰσόῤῥοπα εἶναι τοῖς ὤμοις, τὸν θώρακα εἶναι μείω συμμέτρου καὶ εὔσπλαγχνον, ἐλαφρὰν ἐπιγουνίδα, κνήμην ὀρθήν, χεῖρας ὑπὲρ τὸν λόγον, ἔστω δὲ αὐτοῖς καὶ τὸ μυῶδες σύμμετρον, οἱ γὰρ περιττοὶ μύες δεσμοὶ τοῦ τάχους. διαύλου δὲ ἀγωνισταὶ κατεσκευάσθων ἐῤῥωμενέστεροι μὲν ἢ οἱ τοῦ σταδίου, κουφότεροι δὲ τῶν ὁπλιτευόντων. οἱ δὲ τῶν τριῶν ἀγωνισταὶ δρόμων ἀριστίνδην συντετάχθων, συγκείμενοι ἐκ πλεονεκτημάτων, ὧν οὗτοι κατὰ ἕνα. τουτὶ δὲ μὴ τῶν ἀπόρων ἡγείσθω τις, δρομεῖς γὰρ καὶ ἐφʼ ἡμῶν τοιοῦτοι ἐγένοντο.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0638.tlg007.perseus-grc2" n="34"><p>ὁ δὲ πυκτεύων μακρόχειρ ἔστω καὶ εὔπηχυς καὶ τὸν βραχίονα μὴ ἄνω σφριγῶν καὶ τοὺς ὤμους <del>καὶ</del> εὔλοφος καὶ ὑψαύχην. καρποὶ δὲ πήχεων οἱ μὲν παχεῖς βαρύτεροι ἐς τὸ πλήττειν, οἱ δὲ ἧττον παχεῖς <pb xml:id="p.279"/> ὑγροί τέ εἰσι καὶ σὺν ῥᾳστώνῃ παίοντες. ἐρειδέτω δὲ αὐτὸν καὶ ἰσχίον εὐπαγές, ἡ γὰρ προβολὴ τῶν χειρῶν ἀποκρεμάννυσι τὸ σῶμα, εἰ μὴ ἐπὶ βεβαίου ὀχοῖτο τοῦ ἰσχίου. παχυκνήμους δὲ οὔτʼ ἄλλου <del>μὲν</del> οὐδενὸς τῶν ἐν ἀγωνίᾳ ἀξιῶ, πυγμῆς δὲ ἥκιστα· καὶ γὰρ δὴ καὶ προσβῆναι ταῖς τῶν ἀντιπάλων κνήμαις ἀργοὶ καὶ εὐάλωτοι τῷ προσιόντι. ἐχέτω δὴ κνήμην μὲν ὀρθὴν <del>καὶ</del> ξυμμέτρως <add>τῶν</add> μηρῶν ἀπηλλαγμένων <add>τε</add> καὶ ἀφεστηκότων, ὁρμητικώτερον γὰρ τὸ σχῆμα τοῦ πυκτεύοντος, ἢν μὴ ξυμβαίνωσιν οἱ μηροί, γαστὴρ δὲ ἀρίστη μὲν ἡ ὑπεσταλμένη, κοῦφοι γὰρ δὴ οἱ τοιοίδε καὶ τὸ πνεῦμα ἀγαθοί. ἔστι δὲ ὅμως τι καὶ παρὰ τῆς γαστρὸς ὄφελος τῷ πυκτεύοντι, τὰς γὰρ τοῦ προσώπου πληγὰς ἡ τοιάδε γαστὴρ ἐρύκει προεμβάλλουσα τῇ φορᾷ τοῦ πλήττοντος.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0638.tlg007.perseus-grc2" n="35"><p>ἴωμεν ἐπὶ τοὺς παλαίσοντας. ὁ παλαιστὴς ὁ κατὰ λόγον εὐμήκης μὲν ἔστω μᾶλλον ἢ ξύμμετρος, ἡρμόσθω δὲ ὥσπερ οἱ ξύμμετροι, μήτε ὑψαύχην μήτε ὤμοις τὸν αὐχένα ἐπεζευγμένος, τουτὶ γὰρ δὴ προσφυὲς μέν, παραπλήσιον δὲ κεκολασμένῳ μᾶλλον ἢ γεγυμνασμένῳ τῷ γε ξυνιέντι καὶ τῶν Ἡρακλείων ἀγαλμάτων, ὅσῳ ἡδίω καὶ θεοειδέστερα τὰ ἐλευθέριά τε καὶ μὴ ξυντράχηλα. ἀλλʼ ἔστω αὐχὴν μὲν ἀνεστηκώς, ὥσπερ ἐν ἵππῳ καλῷ καὶ ἑαυτοῦ ξυνιέντι, καθήκουσα δὲ ἐς κλεῖν ἑκατέραν ἡ βάσις τῆς δειρῆς, συναγωγοὶ δὲ ἐπωμίδες <del>κεφαλαὶ ὤμων</del> καὶ ἀνεστηκυῖαι μέγεθός τε ξυμβάλλονται τῷ παλαίσοντι καὶ γενναιότητα εἴδους καὶ ἰσχὺν καὶ τὸ παλαίειν ἄμεινον· οἱ γὰρ τοιοίδε ὦμοι καὶ καμπτομένου τοῦ αὐχένος καὶ στρεβλουμένου ὑπὸ τῆς πάλης ἀγαθοὶ φύλακες προσερείδοντες τὴν κεφαλὴν ἐκ τῶν βραχιόνων. <pb xml:id="p.280"/> βραχίων εὔσημος <add>πλεονέκτημα</add> πάλης· βραχίονα δὲ καλῶ εὔσημον τὸν τοιόνδε, <add>οὗ</add> εὐρεῖαι φλέβες ἄρχουσαι μὲν ἐξ αὐχένος καὶ δειρῆς μία ἑκατέρωθεν ἐπιβᾶσα τοῦ ὤμου, κατιοῦσαι δὲ ἐπὶ τὼ χεῖρε βραχίοσι τε καὶ ὠλέναις ἐμπρέπουσαι. οἷς μὲν δὴ ἐπιπόλαιοί τʼ εἰσὶ καὶ τοῦ μετρίου ἐπιφανέστεραι, οὔτʼ ἰσχὺν παρʼ αὐτῶν ἄρνυνται ἀηδεῖς τʼ ἰδεῖν αἵδε φλέβες, ὥσπερ οἱ κιρσοί, οἷς δὲ ἂν βαθεῖαι τύχωσι καὶ ὑποκυμαίνουσαι, ἐκθερμαίνουσι τούτοις τὸ εὔδιον τῶν χειρῶν αἷμα καὶ τὸν βραχίονα προηκόντων μὲν ὑπονεάζειν, νεαζόντων δὲ ποιοῦσιν ὁρμητήν τε φαίνεσθαι καὶ ἐν ἐπαγγελίᾳ πάλης. στέρνα δὲ ἀμείνω τὰ προέχοντά τε καὶ ἐκκείμενα, τὰ γὰρ σπλάγχνα αὐτοῖς ὥσπερ ἐν οἰκίσκῳ στερεῷ τε καὶ εὐσχήμονι ἵδρυται γενναῖα ἰσχυρὰ ἄνοσα θυμοειδῆ ξὺν καιρῷ, <del>καὶ</del> χαρίεντα δὲ τῶν στέρνων καὶ τὰ μετρίως μὲν ἐκκείμενα, περιεσκληκότα δὲ σὺν γραμμαῖς, ἰσχυρά τε γὰρ ταῦτα καὶ εὔφορα καὶ παλαῖσαι μὲν <add>τῶν προεχόντων</add> ἥττονα, παλαιστικώτερα δὲ τῶν ἄλλων. μικρὰ δὲ στέρνα καὶ ἐσέχοντα <add>οἷς ἂν τύχῃ</add>, οὔτε ἀποδύειν ἀξιῶ, οὔτε γυμνάζειν, καὶ γὰρ κακοστόμαχοι ἁλίσκονται καὶ οὐκ εὔσπλαγχνοι καὶ τὸ πνεῦμα στενοί. γαστὴρ δὲ ὑπεστάλθω μὲν πρὸς τὸ ἦτρον, οὐ γὰρ χρηστὸν ἄχθος ἡ γαστὴρ τῷ παλαίοντι, ἐποχείσθω δὲ μὴ κενοῖς τοῖς βουβῶσιν, ἀλλʼ ἔστω τι κἀκείνων εὐτραφές· οἱ γὰρ τοιοίδε βουβῶνες ξυνδῆσαί τε ἱκανοὶ πᾶν ὅπερ <add>ἂν</add> ἡ πάλη παραδιδῷ, καὶ ξυνδεθέντες ἀνιάσουσι μᾶλλον ἢ ἀνιάσονται. νῶτα δὲ χαρίεντα μὲν ὀρθά, γυμναστικώτερα δὲ τὰ ὑπόγυρα, ἐπειδὴ καὶ προσφυέστερα τῷ τῆς πλάτης ὀχήματι γυρῷ τε ὄντι καὶ προνεύοντι. κρινέτω δὲ αὐτὰ μὴ κοίλη ῥάχις, ἐπιλείψει γὰρ μυελὸν τοῦτον καὶ οἱ <pb xml:id="p.281"/> σπόνδυλοι ἐκεῖ κάμπτοιντʼ ἂν καὶ προσαναγκάζοιντο ὑπὸ τῶν παλαισμάτων καὶ ὀλισθῆσαί τί ποτε ἐς τὸ ἔσω, ἀλλʼ ὑπονοείσθω τάδε μᾶλλον ἢ ἔστω. τὸ δὲ ἰσχίον οἷον ἄξονα ἐμβεβλημένον τοῖς ἄνω τε καὶ κάτω μέλεσιν ὑγρόν τε εἶναι χρὴ καὶ εὔστροφον καὶ ἐπιστρεφές. τουτὶ δὲ ἐργάζεται μῆκός τε αὐτοῦ καί, νὴ Δίʼ, εὐσαρκία περιττοτέρα τοῦ λόγου. τὰ δὲ ὑπὸ τῷ ἰσχίῳ μήτε ὑπόλισπα ἔστω, μήτʼ αὖ περιττά, τὸ μὲν γὰρ ἀσθενές, τὸ δὲ ἀγύμναστον, ἀλλʼ ἐκκείσθω σφοδρῶς τε καὶ προσφυῶς τῷ παλαίσοντι. πλευρὰ δὲ εὐκαμπὴς καὶ προσεγείρουσα τὸ στέρνον ἱκανοὺς ποιεῖ παλαίειν τε καὶ παλαίεσθαι. καὶ γὰρ ὑποκείμενοι τοῖς ἀντιπάλοις δυσάλωτοι οἱ τοιοίδε καὶ οὐκ εὔφοροι ὑποκειμένοις. γλουτοὶ δὲ οἱ μὲν στενοὶ ἀσθενεῖς, οἱ δὲ εὐρύτεροι ἀργοί, οἱ δʼ εὐάγωγοι ἱκανοὶ ἐς πάντα. μηρὸς δὲ εὐπαγὴς καὶ ἐς τὸ ἔξω ἐπεστραμμένος ξὺν ὥρᾳ ἔῤῥωται καὶ ἀνέχει εὖ πάντα, καὶ μᾶλλον, εἰ μηδαμοῖ ἐκκλίνουσα ἡ κνήμη φέροιτο, ἀλλʼ ὀρθὸς ὁ μηρὸς ἐποχοῖτο τῇ ἐπιγουνίδι. σκέλη δὲ μὴ ὀρθὰ <add>ἐκ</add> τῶν σφυρῶν, ἀλλὰ λοξά τε καὶ ἐς τὸ ἔσω διανενευκότα σφάλλει τὸ σῶμα, καθάπερ τοὺς. ἐδραίους τῶν κιόνων μὴ ὀρθαὶ οὖσαι βάσεις.</p></div></div></body></text></TEI>