<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0638.tlg007.perseus-grc2"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0638.tlg007.perseus-grc2" n="26"><p>τούτων ὧδέ μοι εἰρημένων μὴ τὸ γυμνάζειν ἡγώμεθα ἕπεσθαι τούτοις, ἀλλὰ τὸ ἀποδιιστάντα τὸν γυμναζόμενον <del>καὶ</del> ἐς δοκιμασίαν καταστῆσαι τῆς φύσεως, ὅπῃ τε σύγκειται καὶ πρὸς ὅ· ποῦ γὰρ δὴ κυνῶν τε καὶ ἵππων τοσοῦτον εἶναι προσήκει λόγον κυνηγετικοῖς τε καὶ ἱππικοῖς, ὡς μὴ ἐς πᾶσαν ἰδέαν, μηδὲ ἐπὶ πάντα τὰ θηρώμενα τοῖς αὐτοῖς, ἀλλὰ τοῖς μὲν ἐς τόδε, <add>τοῖς δὲ ἐς τόδε</add> τῶν κυνῶν χρῆσθαι, τῶν τε ἵππων τοὺς μὲν ξυνθηρατὰς ποιεῖσθαι, τοὺς δὲ ἁμιλλητηρίους, τοὺς δὲ ἁρματηλάτας, καὶ μηδὲ ἁπλῶς τούτους, ἀλλʼ ὡς ἕκαστος ἐπιτήδειος πλευρᾷ τινι ἢ σειρᾶ τοῦ ἅρματος, ἀνθρώπων δὲ ἀκρίτους εἶναι, οὓς δεῖ ἐς Ὀλυμπίαν ἢ Πυθὼ ἄγειν ὑπὲρ κηρυγμάτων, ὧν καὶ Ἡρακλῆς ἤρα; κελεύω δὴ καὶ ἀναλογίαν μὲν ἐπεσκέφθαι αὐτὸν πάντων, ὧν εἶπον, πρὸς δὲ τῇ ἀναλογίᾳ καὶ τὰ τῶν χυμῶν ἤθη.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0638.tlg007.perseus-grc2" n="27"><p>καίτοι καὶ πρεσβύτερον τούτου, ὃ καὶ Λυκούργῳ ἐδόκει τῷ Σπαρτιάτῃ· παριστάμενος γὰρ τῇ Λακεδαίμονι <pb xml:id="p.275"/> πολέμου ἀθλητὰς <q>γυμναζέσθων</q> φησὶν <q>αἱ κόραι καὶ ἀσκείσθων δημοσίᾳ τρέχειν, ὑπὲρ εὐπαιδίας δήπου καὶ τοῦ τὰ ἔκγονα βελτίω τίκτειν ὑπὸ τοῦ ἐῤῥῶσθαι τὸ σῶμα· ἀφικομένη γὰρ ἐς ἀνδρὸς ὑδροφορεῖν οὐκ ὀκνήσει, οὐδὲ ἀλεῖν διὰ τὸ ἠσκῆσθαι ἐκ νέας, εἰ δὲ καὶ νέῳ καὶ συγγυμναζομένῳ συζυγείη, βελτίω τὰ ἔκγονα ἀποδώσει καὶ γὰρ εὐμήκη καὶ ἰσχυρὰ καὶ ἄνοσα.</q> καὶ ἐγένετο ἡ Λακεδαίμων τοσαύτη κατὰ πόλεμον, ἐπειδὴ τὰ γαμικὰ αὐτοῖς ὧδε ἔπραττεν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0638.tlg007.perseus-grc2" n="28"><p>ἐπειδὴ τοίνυν ἐκ γονῆς ἀνθρώπου προσήκει ἄρχεσθαι, ἴτω ὁ γυμναστὴς ἐπὶ τὸν παῖδα τὸν ἀθλητήν, ἐκ γονέων αὐτὸν ὁρῶν πρῶτον, εἰ νέοι ξυνηρμόσθησαν καὶ γενναῖοι καὶ ἄνοσοι νόσων, ὁπόσαι ἐς νεῦρα ἀπερείδονται καὶ ὀφθαλμῶν ἕδρας, καὶ ἐς ὦτα ἐκφοιτῶσιν ἢ σπλάγχνα, ταυτὶ γὰρ τὰ νοσήματα καὶ ξυνυποικουρεῖ πως τῇ φύσει, καὶ παιδία μὲν ὄντα ἀφανῶς ὑποδέδυκε, <add>ἐκρήγνυται δὲ</add> μεταβολὴν σχόντος τοῦ αἵματος ἐν ταῖς τῆς ἡλικίας τροπαῖς. νέων δέ γε γονή, ἢν ἄμφω καὶ γενναῖοι ξυνέλθωσιν, ἰσχύν τε ξυμβάλλεται καὶ ῥώμην ἀθλητῇ καὶ αἷμα ἀκήρατον καὶ ὀστῶν κράτος καὶ χυμοὺς ἀκραιφνεῖς καὶ ἴσον μέγεθος, ἔτι δʼ ἂν φαίην, ὅτι καὶ ὥραν φέρουσιν. ἀγνοείσθων δὲ μὴ παρόντες τῷ παιδὶ ἐς τὴν κρίσιν, εἰ ὑγιῶς βασανιοῦμεν τὴν σποράν· ἐς εὔηθες γὰρ ἐκπεσεῖται ὁ λόγος, εἰ τὸν ἀθλητὴν ἐφεστηκότα ἤδη τῷ σταδίῳ καὶ τοῦ κοτίνου τε καὶ τῆς δάφνης γλιχόμενον ἐς τὸν πατέρα ἀναβαλλοίμεθα καὶ τὴν μητέρα, τάχα που καὶ τεθνεῶτας ἐπὶ νηπίῳ. δεῖ δὲ τὴν κυρίαν <add>βαδίζειν</add>, καθʼ ἣν ἐς γυμνὸν τὸν ἀθλητὴν βλέψαντες οὐδὲ τὰ τῶν προγόνων ἠγνοηκέναι δόξομεν, ὅπη αὐτῷ ἔχει. χαλεπὸν <pb xml:id="p.276"/> μὲν τὸ ἐνθύμημα καὶ οὐ πάνυ τι ῥᾴδιον, οὐ μὴν πρόσω γε τῆς τέχνης. παραδίδωμι οὖν αὐτὸ ἐς γνῶσιν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0638.tlg007.perseus-grc2" n="29"><p>ἡ μὲν οὖν γενναία σπορὰ καὶ νεᾶνις ὁποίους ἀνήσει δεδήλωκα, ἡ δὲ ἐκ τῶν προηκόντων ὧδε ἐλεγκτέα· λεπτὸν μὲν τούτοις τὸ δέρμα, κυαθώδεις δὲ αἱ κλεῖδες, ὑπανεστηκυῖαι δὲ αἱ φλέβες, καθάπερ τοῖς πεπονηκόσι, καὶ ἰσχίον τούτοις ἄναιμον καὶ τὰ μυώδη ἀσθενῆ. γυμναζομένων δὲ πλείους ἔλεγχοι· καὶ γὰρ νωθροὶ καὶ ὠμοὶ τὸ αἷμα ὑπὸ ψυχρότητος καὶ οἱ ἱδρῶτες ἐπιπολάζοντες μᾶλλον ἢ τῶν κυρτῶν τε καὶ κοίλων ἀνίσχοντες, καὶ οὐδὲ ἐπανθοῦσιν οὗτοι τοῖς πόνοις, εἰ μὴ ἀπαντλοῖμεν τοὺς ἱδρῶτας. τινὲς οὐδὲ ἐπιτήδειοι ἐς ῥᾳστώνην, ἀλλὰ ἀνοχῶν δέονται, ἀναλίσκονται δὲ καὶ πόνοις ὑπὲρ τὰ πονηθέντα. ἐγὼ δὲ τούτους πάντων ἀπαξιῶ τῶν ἐν ἀγωνίᾳ — τοῦτο γὰρ ἐς ἄνδρα οὐ βεβαιοῖ — παγκρατίου δὲ καὶ πυγμῆς μάλιστα, εὐάλωτοι γὰρ πληγαῖς τε καὶ τραύμασιν οἱ μηδὲ τὸ δέρμα ἐῤῥωμένοι. γυμναστέοι δὲ ὅμως, μᾶλλον δὲ κολακευτέοι τῷ γυμνάζοντι, ἐπειδὴ δέονται τούτου καὶ πονοῦντες καὶ γυμναζόμενοι. εἰ δὲ κατὰ τὸν ἕτερον τῶν τοιούτων ἡ σπορὰ παρηβηκυῖα φαίνεται, τὰ μὲν ἐλαττώματα ἔσται ὅμοια, ἧττον δὲ ἐπίδηλα. τὰς δὲ νοσώδεις τῶν ἕξεων ἐξελέγξει τὸ αἷμα, θολερὸν γάρ που ἀνάγκη αὐτὸ φαίνεσθαι καὶ βεβυθισμένον ὑπὸ τῆς χολῆς. τὸ δὲ τοιοῦτον αἷμα κἂν ἔμπνουν ποτὲ ὑπὸ γυμναστοῦ γίγνηται, μεθίσταται αὖ καὶ θολοῦται, χαλεπὰ γὰρ συμβαίνει τὰ μὴ εὖ φύντα.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0638.tlg007.perseus-grc2" n="30"><p>δηλοῖ τέ τι καὶ προπαλὴς φάρυγξ καὶ ὤμων πτέρυγες καὶ αὐχὴν ἀνεστηκὼς καὶ ἄγαν ὑπολισθάνων καθʼ ὃ ξυμβάλλουσιν αἱ κλεῖδες. καὶ μὴν καὶ αἱ ξυγκεκλῃμένοι τὰ <pb xml:id="p.277"/> πλευρὰ καὶ <add>οἱ</add> ἀναπεπταμένοι ὑπὲρ τὸ μέτριον πολλὰ τοῦ νοσώδους ἐπισημαίνουσι· τοῖς μὲν γὰρ πεπιέσθαι ἀνάγκη τὰ σπλάγχνα καὶ μὴ εὔρουν τὸ πνεῦμα ἐκφέρειν, μηδὲ ἐσφέρειν ἐν τοῖς πόνοις, φθορᾷ τε σιτίων συνεχεῖ ἁλίσκεσθαι, τοῖς δὲ βαρέα τε εἶναι τὰ σπλάγχνα καὶ ἀπηρτημένα, ὥστε καὶ ἀμβλὺ τὸ ἀπʼ αὐτῶν <add>εἶναι</add> πνεῦμα καὶ ὁρμῇ ὕπτιον, καὶ τὰ σιτία ἧττον διαδοθήσεται τούτοις ἐς γαστέρα χωροῦντα μᾶλλον ἢ ἐς τροφὴν τοῦ σώματος. ταυτὶ μὲν περὶ γονῆς τῶν ἀγωνιουμένων, τὸν δὲ ἑκάστῳ τῶν ἀγωνισμάτων πρόσφορον ὧδε χρὴ ἐξετάζειν· </p></div></div></body></text></TEI>