πάλη δὲ καὶ παγκράτιον ὡς ἐς τό πρόσφορον τῷ πολέμῳ εὕρηται, πρῶτον μὲν δηλοῖ τὸ Μαραθῶνι ἔργον διαπολεμηθὲν οὕτως Ἀθηναίοις, ὡς ἀγχοῦ πάλης φαίνεσθαι, προσόντος τούτου τῷ ἔργῳ, δεύτερον δὲ τὸ ἐν Θερμοπύλαις, ὅτε Λακεδαιμόνιοι κλασθέντων αὐτοῖς ξιφῶν τε καὶ δοράτων πολλὰ ταῖς χερσὶ γυμναῖς ἔπραξαν. ὁπόσα δέ ἐστιν ἐν ἀγωνίᾳ, προτετίμηται πάντων τὸ παγκράτιον, καίτοι συγκείμενον ἐξ ἀτελοῦς πάλης καὶ ἀτελοῦς πυγμῆς, προτετίμηται δὲ παρʼ ἑτέροις, ὡς Ἠλεῖοί γε τὴν πάλην καρτερὰν νενομίκασι καὶ ἀλεγεινὴν κατὰ τοὺς ποιητάς, οὐ μόνον ἐπὶ ταῖς διαπλοκαῖς τῶν παλαισμάτων, αἷς δεῖ τοῦ σώματος ὑγροῦ καὶ εὐκόλου, ἀλλὰ καὶ τῷ ἐν προαγῶνι ἀγωνίζεσθαι τρίς, ἐπεὶ δεῖ τοσούτων δὴ πτωμάτων. παγκράτιον γοῦν καὶ πυγμὴν καὶ πάλην ἀκονιτὶ στεφανοῦν δεινὸν ἡγούμενοι τὸν παλαιστὴν οὐκ ἀπελαύνουσιν, ἐπειδὴ ὁ νόμος τὴν τοιάνδε νίκην μόνῃ ξυγχωρεῖν φησι τῇ γυρῷ καὶ ταλαιπώρῳ πάλῃ, καὶ σαφὴς ἐμοὶ γοῦν ἡ αἰτία, διʼ ἣν ὁ νόμος οὕτω προστάττει· τοῦ γὰρ δὴ ἀγωνίσασθαι ἐν Ὀλυμπίᾳ δεινοῦ ὄντος χαλεπώτερον ἔτι τὸ γυμνάζεσθαι δοκεῖ. τὰ μὲν οὖν τῶν κούφων γυμνάζεται ὁ δολιχοδρόμος ὀκτώ που ἢ δέκα στάδια καὶ ὁ πένταθλος τι τῶν τριῶν, οἱ δρομεῖς δίαυλον ἢ στάδιον ἢ ἄμφω· τί δεινὸν ἀπὸ τῶν τοιούτων; οὐδέν· ὁ γὰρ τρόπος τῶν γυμνασίων ὁ αὐτός, ἤν τε Ἠλεῖοι γυμνάζωσιν, ἤν τε ἕτεροι· ὁ δὲ βαρύτερος ἀθλητὴς γυμνάζεται μὲν ὑπὸ Ἠλείων κατὰ τὴν ὥραν τοῦ ἔτους, ὅτε μάλιστα ὁ ἥλιος τὴν ἰλὺν ἐν κοίλῃ Ἀρκαδίᾳ αἴθει, κόνιν δὲ ἀνέχεται θερμοτέραν τῆς Αἰθιόπων ψάμμου, καρτερεῖ δὲ ἐκ μεσημβρίας ἀρξάμενος. καὶ τούτων οὕτω ταλαιπώρων ὄντων τὸ ἐπιπονώτατον οἱ παλαισταί εἰσιν· ὁ μὲν γὰρ πύκτης, ἐπειδὰν ὁ τοῦ σταδίου καιρὸς ἥκῃ, τρωθήσεται καὶ τρώσει καὶ προσβήσεται ταῖς κνήμαις, γυμναζόμενος δὲ σκιὰν τῆς ἀγωνίας ἐπιδείξεται, καὶ ὁ παγκρατιαστὴς ἀγωνιεῖται μὲν πάντα τρόπον, ὁπόσοι ἐν παγκρατίῳ εἰσίν, γυμνάζεται δὲ ἄλλοτε καὶ ἄλλον, πάλη δὲ ταὐτὸν μὲν ἐν προαγῶνι, ταὐτὸν δὲ καὶ ἐν ἀγῶνι· παρέχεται γὰρ ἑκατέρα πεῖραν, ὁπόσα οἶδε καὶ ὁπόσα δύναται, γυρά τε εἰκότως εἴρηται· γυρὸν γὰρ πάλης καὶ τὸ ὀρθόν, ὅθεν Ἠλεῖοι στεφανοῦσι τὸ γυμναστικώτατον κἀκ μόνου τοῦ γεγυμνάσθαι. παρελθεῖν δὲ ταῦτα οὐχ ὁμοῦ πάντα φασὶν ἐς τοὺς ἀγῶνας, ἐπʼ ἄλλῳ δὲ ἄλλο εὑρισκόμενόν τε ὑπὸ τῆς γυμναστικῆς καὶ ἀποτελούμενον. ἦν μὲν γὰρ τὰ πάλαι Ὀλύμπια ἐς τὴν τρίτην ἐπὶ δέκα Ὀλυμπιάδα σταδίου μόνου, καὶ ἐνίκων ἐν αὐτοῖς Ἠλεῖοι τρεῖς, ἑπτὰ Μεσσήνιοι, Κορίνθιος, Δυμαῖος, Κλεωναῖος, ἄλλος ἄλλην Ὀλυμπιάδα, δύο δὲ οὐδεὶς ὁ αὐτός. ἐπὶ δὲ τῆς τετάρτης ἐπὶ δέκα δίαυλος μὲν ἤρξατο, Ὑπήνου δὲ ἐγένετο Ἠλείου ἡ ἐπʼ αὐτῷ νίκη. κατὰ δὲ τὴν μετʼ ἐκείνην δολίχου ἀγὼν καὶ ἐνίκα Σπαρτιάτης Ἄκανθος. ἀνδρῶν δὲ πένταθλον καὶ ἀνδρῶν πάλην ἤσκησεν ἡ ὀγδόη ἐπὶ δέκα Ὀλυμπιάσιν· ἐνίκα δὲ πάλην μὲν Εὐρύβατος Λουσιεύς, τὰ δὲ πέντε Λάμπις Λάκων. εἰσὶ δὲ οἳ καὶ τὸν Εὐρύβατον Σπαρτιάτην γράφουσιν. ἡ δὲ τρίτη καὶ εἰκοστὴ Ὀλυμπιὰς ἄνδρα ἤδη ἐκάλει πύκτην, καὶ ἐκρατίστευσεν ὁ Σμυρναῖος Ὀνόμαστος πυκτεύσας ἐνίκησεν ἐπιγράψας τὴν Σμύρναν ἔργῳ καλῷ· ὁπόσαι γὰρ πόλεις Ἰωνικαί τε καὶ Λύδιοι καὶ καθʼ Ἑλλήσποντόν τε καὶ Φρυγίαν, καὶ ὁπὸσα ἔθνη ἀνθρώπων ἐν Ἀσίᾳ εἰσί, ταῦτα ὁμοῦ ξύμπαντα ἡ Σμύρνα ὑπερεβάλετο καὶ στεφάνου Ὀλυμπικοῦ πρώτη ἔτυχεν. καὶ νόμους ἔγραψεν ὁ ἀθλητὴς οὗτος πυκτικούς, οἷς ἐχρῶντο οἱ Ἠλεῖοι διὰ σοφίαν τοῦ πύκτου, καὶ οὐκ ἤχθοντο οἱ Ἀρκάδες, εἰ νόμους ἔγραψεν αὐτοῖς ἐναγωνίους ἐξ Ἰωνίας ἥκων τῆς ἁβρᾶς. κατὰ δὲ τὴν τρίτην καὶ τριακοστὴν Ὀλυμπιάδα παγκράτιον μὲν ἐτέθη, μήπω τεθὲν Λύγδαμις δὲ ἐνίκα Συρακούσιος. μέγας δὲ οὕτω τις ὁ Σικελιώτης ἦν, ὡς τὸν πόδα ἰσόπηχυν εἶναι· τὸ γοῦν στάδιον ἀναμετρῆσαι λέγεται τοσούτοις ἑαυτοῦ ποσίν, ὅσοι τοῦ σταδίου πήχεις νομίζονται. φασὶ καὶ παίδων πένταθλον παρελθεῖν ἐκεῖ κατὰ τὴν ὀγδόην καὶ τριακοστήν, ὅτε νικῆσαι μὲν Εὐτελίδαν Λακεδαιμόνιον, τὴν δὲ ἰδέαν ταύτην μηκέτι ἀγωνίσασθαι παῖδα ἐν Ὀλυμπίᾳ. ὁ δὲ νικήσας τὸ τῶν παίδων στάδιον κατὰ τὴν ἕκτην καὶ τεσσαρακοστὴν Ὀλυμπιάδα — τότε γὰρ πρῶτον ἐτέθη — παῖς ἦν καλὸς Πολυμήστωρ ὁ Μιλήσιος, ὃς τῇ ῥύμῃ τῶν ποδῶν λαγὼν ἔφθανε. πυγμὴν δὲ παίδων οἱ μὲν φασὶν ἐπὶ τῆς πρώτης καὶ τεσσαρακοστῆς ἄρξασθαι Ὀλυμπιάδος, καὶ Φιλητᾶν Συβαρίτην νενικηκέναι, οἱ δὲ ἐπὶ τῆς ἑξηκοστῆς λέγουσι Κριὸν ἐκ Κέω τῆς νήσου. Δαμάρετος δὲ κατὰ τὴν ἑξηκοστὴν πέμπτην πρῶτος ὁπλίτου λέγεται τυχεῖν Ἡραιεύς, οἶμαι, ὤν. ἑκατοστῇ καὶ τεσσαρακοστῇ καὶ πέμπτῃ Ὀλυμπιάδι παῖδα παγκρατιαστὴν ἐνέγραψαν οὐκ οἶδα ἐξ ὅτου βραδέως αὐτὸν ἐννοήσαντες εὐδοκιμοῦντα ἤδη παρʼ ἑτέροις· ὀψὲ γὰρ τῶν Ὀλυμπιάδων Αἰγύπτου ἤδη στεφανουμένης ἤρξατο, κἀκείνη δὲ ἡ νίκη Αἰγυπτίου ἐγένετο· Ναύκρατις γοῦν ἀνερρήθη νικῶντος Αἰγυπτίου Φαιδίμου. ταῦτα οὐκ ἄν μοι δοκεῖ καθʼ ἓν οὑτωσὶ παρελθεῖν ἐς ἀγῶνας, οὐδὲ ἂν σπουδασθῆναί ποτε Ἠλείοις τε καὶ Ἕλλησι πᾶσιν, εἰ μὴ γυμναστικὴ ἐπεδίδου καὶ ἤσκει αὐτά· καὶ γὰρ αὐταὶ τῶν ἀθλητῶν αἱ νῖκαι καὶ τοῖς γυμνασταῖς οὐ μεῖον ἢ τοῖς ἀθληταῖς πρόσκεινται. τί οὖν χρὴ περὶ γυμναστικῆς γινώσκειν; τί δʼ ἄλλο ἢ σοφίαν αὐτὴν ἡγεῖσθαι ξυγκειμένην μὲν ἐξ ἰατρικῆς τε καὶ παιδοτριβικῆς, οὖσαν δὲ τῆς μὲν τελεωτέραν, τῆς δὲ μόριον; ὁπόσον δὲ ἀμφοῖν μετέσχηκεν, ἐγὼ δηλώσω· παλαισμάτων εἴδη ὁπόσα ἐστί, δηλώσει ὁ παιδοτρίβης καιρούς τε ὑποτιθέμενος καὶ ὁρμὰς καὶ μέτρα καὶ ὅπως ἄν τις ἢ φυλάττοιτο ἢ φυλαττομένου κρατοίη, διδάξει δὲ καὶ ὁ γυμναστὴς εἰδότα μήπω τὸν ἀθλητὴν ταῦτα· ἀλλʼ ἔστιν ὅπου δεῖ εὖ μεταχειρίσασθαι πάλην ἢ παγκράτιον ἢ καὶ πλεονέκτημα ὑπάρχον ἀντιπάλων διαφυγεῖν ἢ ἐκκροῦσαι, ὧν οὐδὲν ἂν ἐς ἐπίνοιαν ἴοι τῷ γυμναστῇ μὴ καὶ τὰ τῶν παιδοτριβῶν εἰδότι. κατὰ μὲν τοῦτο δὴ ἴσαι αἱ τέχναι, χυμοὺς δὲ ἀποκαθῆραι καὶ τὰ περιττὰ ἀφελεῖν καὶ λεᾶναι τὰ κατεσκληκότα καὶ πιᾶναί τι ἢ μεταβαλεῖν ἢ θάλψαι αὐτῶν γυμναστικῆς ἐν σοφίᾳ. ἐκεῖνα γὰρ ἢ οὐκ ἐπιστήσεται ὁ παιδοτρίβης ἤ, εἰ γιγνώσκοι τι, πονήρως ἐπὶ τοὺς παῖδας χρήσεται βασανίζων ἐλευθερίαν ἀκραιφνοῦς αἵματος. τῆς μὲν δὴ προειρημένης ἐπιστήμης ἡ γυμναστικὴ τοσούτῳ τελεωτέρα, πρὸς δέ γε ἰατρικὴν ὧδε ἔχει· νοσήματα, ὁπόσα κατάῤῥους καὶ ὑδέρους καὶ φθόας ὀνομάζομεν, καὶ ὁπόσαι ἱεραὶ νόσοι, ἰατροὶ μὲν παύουσιν ἐπαντλοῦντές τι ἢ ἀποκλύζοντες ἢ ἐπιπλάττοντες, γυμναστικὴ δὲ τὰ τοιαῦτα διαίταις ἴσχει καὶ τρίψει. ῥήξαντα δέ τι ἢ τρωθέντα ἢ θολωθέντα τὸ ἐν ὀφθαλμοῖς φῶς ἢ ὀλισθήσαντά τινα τῶν ἄρθρων ἐς ἰατροῦ χρὴ φέρειν, ὡς οὐδὲν ἡ γυμναστικὴ πρὸς τὰ τοιαῦτα. ἀρκούντως μὲν οἶμαι ἀποδεδεῖχθαί μοι, ὁπόση πρὸς ἑκατέραν ἐπιστήμην ἡ γυμναστική ἐστι, δοκῶ δέ μοι κἀκεῖνο ἐν αὐτῇ ὁρᾷν· ἰατρικὴν πᾶσαν ὁ αὐτὸς οὐδεὶς ἂν ξυλλαμβάνειν δύναιτο , ἀλλʼ ὁ μὲν ῥηγμάτων ἐπαίειν, ὁ δὲ ξυνιέναι πυρεττόντων, ὁ δὲ ὀφθαλμιώντων, ὁ δὲ φθισικῶν ὑγιῶς ἁπάντων, καὶ μεγάλου ὄντος τοῦ κἂν σμικρόν τι αὐτῆς ἐξεργάσασθαι ὀρθῶς φασὶν οἱ ἰατρικοὶ πᾶσαν γιγνώσκειν· γυμναστικὴν δὲ οὐκ ἂν ἐπαγγείλαιτό τις ὁμοῦ πᾶσαν, ὁ γὰρ τὰ δρομικὰ εἰδὼς τὰ τῶν παλαιόντων καὶ τῶν παγκρατιαζόντων οὐκ ἐπιστήσεται, καὶ ὁ τὰ βαρύτερα γυμνάζων ἀμαθῶς τῆς ἄλλης ἐπιστήμης ἅψεται.