δ αἰτιᾷ με, ὅτι σοι ῥόδα οὐκ ἔπεμψα· ἐγὼ δὲ οὔτε ὡς ὀλίγωρος τοῦτο ἐποίησα οὔτε ὡς ἀνέραστος ἄνθρωπος, ἀλλʼ ἐσκόπουν, ὅτι ξανθὸς ὢν καὶ ῥόδοις ἰδίοις στεφανούμενος ἀλλοτρίων ἀνθέων οὐ δέῃ. οὐδὲ γὰρ Ὅμηρος τῷ ξανθῷ Μελεάγρῳ στέφανον περιέθηκεν, ἐπεὶ τοῦτο ἂν ἦν ἄλλο πῦρ ἐπὶ πυρὶ καὶ δαλὸς ἐπʼ ἐκείνῳ διπλοῦς, ἀλλʼ οὐδὲ τῷ Ἀχιλλεῖ, οὐδὲ τῷ Μενελάῳ, οὐδὲ ἄλλοις, ὅσοι παρʼ αὐτῷ κομῶσι. φθονερὸν γὰρ δεινῶς τὸ ἄνθος καὶ ὠκύμορον καὶ παύσασθαι ταχύ, λέγεται δʼ αὐτοῦ καὶ τὴν πρώτην γένεσιν ἐκ λυπηροτάτης ἄρξασθαι προφάσεως· ἡ γὰρ ἄκανθα τῶν ῥόδων παριοῦσαν τὴν Ἀφροδίτην ἔκνισεν, ὡς Κύπριοι λέγουσι καὶ Φοίνικες. ἀλλὰ τί; μὴ στεφανούμεθα ἄνθος, ὃ οὐδὲ Ἀφροδίτης φείδεται;