α τὰ ῥόδα ὥσπερ πτεροῖς τοῖς φύλλοις ἐποχούμενα ἐλθεῖν παρὰ σὲ σπουδὴν ἐποιήσαντο. ὑπόδεξαι αὐτὰ εὐμενῶς, ἢ ὡς Ἀδώνιδος ὑπομνήματα, ἢ ὡς Ἀφροδίτης βαφήν, ἢ ὡς γῆς ὄμματα. ἀθλητῇ μὲν οὖν κότινος πρέπει καὶ βασιλεῖ μεγάλῳ ἡ ὀρθὴ τιάρα καὶ στρατιώτῃ λόφος, καλῷ δὲ μειρακίῳ ῥόδον καὶ διὰ συγγένειαν εὐωδίας καὶ διὰ τὸ οἰκεῖον τῆς χροιᾶς. περιθήσῃ δὲ οὐ σὺ τὰ ῥόδα, ἀλλʼ αὐτὰ σέ.