Ἀμπελουργός ὑφʼ ὧν ἀποδίδονται μὲν τοὺς ἀγρούς, ἀποδίδονται δὲ τὰς οἰκίας, τῶν δὲ ἀνδραπόδων τὰ μὲν ἀποδέδρακε σφᾶς, τὰ δὲ πέπραται, καὶ οὐδὲ τοῖς γονεῦσιν οἱ πολλοὶ ἐναγίζουσιν, ἀπέδοντο γὰρ καὶ τοὺς τάφους· ὥστε τὸ κακόν, ὃ ἠπείλει τοῖς Θετταλοῖς ἐκ θαλάττης ὁ Ἀχιλλεὺς δώσειν, ξένε, τοῦτο ἡγώμεθα. Φοῖνιξ οὐλομένην, ἀμπελουργέ, μῆνιν λέγεις καὶ δυσίατον. ἀλλά μοι εἰπέ, τί περὶ τῆς ἐν τῷ Πόντῳ νήσου θαυμάσιον ὁ Πρωτεσίλεως οἶδεν· ἐκεῖ γάρ που αὐτῷ ξυγγίγνεται. Ἀμπελουργός ἐκεῖ, ξένε, καὶ λέγει περὶ αὐτῆς τοιαῦτα, ὡς νῆσος μὲν εἴη μία τῶν ἐν τῷ Πόντῳ πρὸς τῇ ἀξένῳ πλευρᾷ μᾶλλον, ἣν τίθενται ἀριστερὰν οἱ τὸ στόμα τοῦ Πόντου ἐσπλέοντες, ἐπέχοι δὲ στάδια μῆκος μὲν τριάκοντα, εὖρος δὲ οὐ πλείω τεττάρων, δένδρα τε ἐν αὐτῇ πεφύκοι λεῦκαί τε καὶ πτελέαι, τὰ μὲν ἄλλα ὡς ἔτυχε, τὰ δὲ περὶ τὸ ἱερὸν ἐν κόσμῳ ἤδη. τὸ δὲ ἱερὸν ἵδρυται μὲν πρὸς τῇ Μαιώτιδι — ἡ δὲ ἴση τῷ Πόντῳ ἐς αὐτὸν βάλλει — τὰ δὲ ἐν αὐτῷ ἀγάλματα Ἀχιλλεύς τε καὶ Ἑλένη ὑπὸ Μοιρῶν ξυναρμοσθέντες. κειμένου γὰρ δὴ ἐν ὀφθαλμοῖς τοῦ ἐρᾶν καὶ ποιητῶν τὸν ἔρωτα ἀπὸ τούτου ᾀδόντων πρῶτοι Ἀχιλλεύς τε καὶ Ἑλένη μηδὲ ὀφθέντες ἀλλήλοις, ἀλλʼ ἡ μὲν κατʼ Αἴγυπτον, ὁ δὲ ἐν Ἰλίῳ ὄντες ἐρᾶν ἀλλήλων ὥρμησαν γένεσιν ἱμέρου σώματος ὦτα εὑρόντες. Ἀμπελουργός πεπρωμένης δὲ αὐτοῖς ἐς τὸ ἀθάνατον τῆς διαίτης οὐδεμιᾶς γῆς τῶν ὑπὸ Ἰλίῳ, Ἐχινάδων τε τῶν κατʼ Οἰνιάδας καὶ Ἀκαρνανίαν ἤδη μεμιασμένων, ὅτε δὴ Ἀλκμαίων ἀποκτείνας τὴν μητέρα τὰς ἐκβολὰς τοῦ Ἀχελῴου ᾤκησεν ἐν γῇ νεωτέρᾳ τοῦ ἔργου, ἱκετεύει τὸν Ποσειδῶνα ἡ Θέτις ἀναδοῦναί τινα ἐκ τῆς θαλάττης νῆσον, ἐν ᾗ οἰκήσουσιν, ὁ δὲ ἐνθυμηθεὶς τὸ μῆκος τοῦ Πόντου καὶ ὅτι νήσου οὐδεμιᾶς ἐν αὐτῷ κειμένης ἀοίκητος πλεῖται, τὴν Λευκὴν νῆσον, ὁπόσην εἶπον, ἀνέφηνεν Ἀχιλλεῖ μὲν καὶ Ἑλένῃ οἰκεῖν, ναύταις δὲ ἵστασθαι καὶ τῷ πελάγει ἐγκαθορμίζεσθαι. ξυμπάσης δὲ ἄρχων, ὁπόση ὑγρὰ οὐσία καὶ τοὺς ποταμοὺς ἐννοήσας τὸν Θερμώδοντα καὶ τὸν Βορυσθένην καὶ τὸν Ἴστρον, ὡς ἀμηχάνοις τε καὶ ἀενάοις ῥεύμασιν ἐς τὸν Πόντον ἐκφέρονται, προὔχωσε τὴν ἰλὺν τῶν ποταμῶν,ἣν ἀπὸ Σκυθῶν ἀρξάμενοι σύρουσιν ἐς τὸ πέλαγος νῆσόν τε ὁπόσην εἶπον, ἀπετόρνευσε συστησάμενος αὐτὴν ἐν τῷ πυθμένι τοῦ Πόντου. ἐνταῦθα εἶδόν τε πρῶτον καὶ περιέβαλον ἀλλήλους Ἀχιλλεύς τε καὶ Ἑλένη καὶ γάμον ἐδαίσαντο σφῶν Ποσειδῶν τε αὐτὸς καὶ Ἀμφιτρίτη Νηρηίδες τε ξύμπασαι καὶ ὁπόσοι ποταμοὶ καὶ δαίμονες ἔρχονται τὴν Μαιῶτίν τε καὶ τὸν Πόντον. οἰκεῖν μὲν δὴ λευκοὺς ὄρνιθας ἐν αὐτῇ φασιν, εἶναι δὲ τούτους ὑγρούς τε καὶ τῆς θαλάττης ἀπόζοντας, οὓς τὸν Ἀχιλλέα θεράποντας ἑαυτοῦ πεποιῆσθαι κοσμοῦντας αὐτῷ τὸ ἄλσος τῷ τε ἀνέμῳ τῶν πτερῶν καὶ ταῖς ἀπʼ αὐτῶν ῥανίσι, πράττειν δὲ τοῦτο χαμαὶ πετομένους καὶ μικρὸν τῆς γῆς ὑπεραίροντας. ἀνθρώποις δὲ πλέουσι μὲν τὸ τοῦ πελάγους χάσμα ὁσία ἡ νῆσος ἐσβαίνειν, κεῖται γὰρ ὥσπερ εὔξεινος νεῶν ἑστία, οἶκον δὲ μὴ ποιεῖσθαι αὐτὴν πᾶσί τε ἀπείρηται τοῖς πλέουσι καὶ τοῖς περὶ τὸν Πόντον Ἕλλησί τε καὶ βαρβάροις. Ἀμπελουργός δεῖ γὰρ προσορμισαμένους τε καὶ θύσαντας ἡλίου δυομένου ἐσβαίνειν μὴ ἐννυχεύοντας τῇ γῇ, κἄν μὲν τὸ πνεῦμα ἕπηται, πλεῖν, εἰ δὲ μή, ἀναψαμένους τὸ πλοῖον ἐν κοίλῳ ἀναπαύεσθαι. ξυμπίνειν γὰρ δὴ λέγονται τότε ὁ Ἀχιλλεύς τε καὶ ἡ Ἑλένη καὶ ἐν ᾠδαῖς εἶναι τὸν ἔρωτά τε τὸν ἀλλήλων ᾅδειν καὶ Ὁμήρου τὰ ἔπη τὰ ἐπὶ τῇ Τροίᾳ καὶ τὸν Ὅμηρον αὐτόν. τὸ γὰρ τῆς ποιητικῆς δῶρον, ὃ παρὰ τῆς Καλλιόπης τῷ Ἀχιλλεῖ ἐφοίτησεν, ἐπαινεῖ ὁ Ἀχιλλεὺς ἔτι καὶ σπουδάζει μᾶλλον, ἐπειδὴ πέπαυται τῶν πολεμικῶν. τὸ γοῦν ᾆσμα τὸ ἐπὶ τῷ Ὁμήρῳ θείως αὐτῷ, ξένε, καὶ ποιητικῶς ξύγκειται, καὶ γὰρ ἐκεῖνο γιγνώσκει τε καὶ ᾅδει ὁ Πρωτεσίλεως. Φοῖνιξ ἐμοὶ δʼ ἂν γένοιτο, ἀμπελουργέ, ἀκοῦσαι τοῦ ᾅσματος, ἢ οὐ θέμις ἐκφέρειν αὐτό; Ἀμπελουργός καὶ μήν, ξένε, πολλοὶ τῶν προσελθόντων τῇ νήσῳ καὶ ἄλλα τοῦ Ἀχιλλέως ᾅδοντος ἀκούειν φασί, τουτὶ δὲ πέρυσιν, οἶμαι, τὸ ᾆσμα ἡρμόσατο χαριέστατα τῆς γνώμης καὶ τῶν διανοιῶν ἔχον. ξύγκειται δὲ ὧδε· ἀχώ, παρὰ μυρίον ὕδωρ μεγάλου ναίοισα πλευρὰ Πόντου ψάλλει σε λύρα διὰ χειρὸς ἐμᾶς, σὺ δὲ θεῖον Ὅμηρον ἄειδέ μοι κλέος ἀνέρων, κλέος ἁμετέρων πόνων, δι’ ὃν οὐ θάνον, διʼ ὃν ἐστί μοι Πάτροκλος, διʼ ὃν ἀθανάτοις ἴσος Αἴας ἐμός, δι’ ὃν ἁ δορίληπτος ἀειδομένα σοφοῖς κλέος ἤρατο κοὐ πέσε Τροία. Φοῖνιξ δαιμονίως γε ὁ Ἀχιλλεύς, ἀμπελουργέ, καὶ ἐπαξίως ἑαυτοῦ τε καὶ τοῦ Ὁμήρου. καὶ ἄλλως σοφὸν ἐν τοῖς λυρικοῖς ᾅσμασι τὸ μὴ ἀποτείνειν αὐτά, μηδὲ σχοινοτενῆ ἐργάζεσθαι. καὶ ἐκ παλαιοῦ ἄρα εὐδόκιμόν τε καὶ σοφὸν ἦν ἡ ποίησις. Ἀμπελουργός ἐκ παλαιοῦ, ξένε. καὶ γὰρ τὸν Ἡρακλέα φασὶν ἀνασταυρώσαντα τὸ Ἀσβόλου τοῦ κενταύρου σῶμα ἐπιγράψαι αὐτῷ τόδε τὸ ἐπίγραμμα· ἄσβολος οὔτε θεῶν τρομέων ὄπιν οὔτʼ ἀνθρώπων ὀξυκόμοιο κρεμαστὸς ἀπʼ εὐλιπέος κατὰ πεύκης ἄγκειμαι μέγα δεῖπνον ἀμετροβίοις κοράκεσσιν. Φοῖνιξ ἀθλητής γε καὶ τούτων ὁ Ἡρακλῆς ἐγένετο μεγαληγορίαν ἐπαινῶν, ἀμπελουργέ, παρʼ ἧς δεῖ δήπου τὸν ποιητὴν φθέγγεσθαι. ἀλλʼ ἐπανίωμεν ἐπὶ τὴν νῆσον· ῥεῦμα γὰρ δὴ ὑπολαβὸν ἡμᾶς, οἷα πολλὰ περὶ τὸν Πόντον εἱλεῖται, παρέπλαγξε τοῦ λόγου. Ἀμπελουργός ἐπανίωμεν, ὦ ξένε· τὰ μὲν γὰρ ᾅσματα τὰ ἐν αὐτῇ τοιαῦτα, καὶ ἡ φωνὴ δὲ, ἣν ᾅδουσι, θεῖά τε ἠχεῖ καὶ λαμπρά· διήκει γοῦν τοσαύτη ἐς τὸ πέλαγος, ὡς φρίκην ἀνίστασθαι τοῖς ναύταις ὑπὸ ἐκπλήξεως. φασὶ δʼ οἱ προσορμισάμενοι καὶ κτύπου ἀκούειν ἵππων καὶ ἤχου ὅπλων καὶ βοῆς, οἷον ἐν πολέμῳ ἀναφθέγγονται. εἰ δʼ ὁρμισαμένων ἐς τὰ βόρεια ἢ τὰ νότια τῆς νῆσου μέλλοι τις ἄνεμος ἐναντίος τῷ ὅρμῳ πνεῖν, κηρύττει ὁ Ἀχιλλεὺς κατὰ πρύμναν τοῦτο καὶ κελεύει μεθορμισαμένους ἐκστῆναι τῷ ἀνέμῳ. πολλοὶ δὲ καὶ τῶν ἐκπλεόντων τοῦ Πόντου προσπλέουσί τέ μοι καὶ ἀπαγγέλλουσι ταῦτα, καὶ νὴ Δίʼ , ὡς, ἐπειδὰν προίδωσι τὴν νῆσον ἅτε ἐν ἀπείρῳ πελάγει ἐμφερόμενοι περιβάλλουσί τε ἀλλήλους καὶ ἐς δάκρυα ὑφʼ ἡδονῆς ἔρχονται, καταπλεύσαντες δὲ καὶ τὴν γῆν ἀσπασάμενοι βαδίζουσιν ἐπὶ τὸ ἱερὸν προσευξόμενοί τε τῷ Ἀχιλλεῖ καὶ θύσοντες. τὸ δὲ ἱερεῖον αὐτόματον τῷ βωμῷ προσέστηκε κατὰ τὴν ναῦν τε καὶ τοὺς ἐμπλέοντας. τὸ μὲν δὴ περὶ τὴν κάλπιν τὴν χρυσῆν τὴν ἐν Χίῳ ποτὲ φανεῖσαν τῇ νήσῳ εἴρηται, ξένε, σοφοῖς ἀνδράσι καὶ τί ἄν τις ἀριζήλως εἰρημένων αὖθις ἅπτοιτο; ἐμπόρῳ δὲ λέγεται θαμίζοντί ποτε ἐς τὴν νῆσον φαίνεσθαι μὲν ὁ Ἀχιλλεὺς αὐτός, διηγεῖσθαι δὲ αὐτῷ τὰ ἐν Τροίᾳ, ξενίσαι δʼ αὐτὸν καὶ ποτῷ κελεῦσαί τε ἐκπλεύσαντα ἐς Ἴλιον ἀναγαγεῖν οἱ κόρην Τρωάδα, τὴν δεῖνα εἰπὼν δουλεύουσαν τῷ δεῖνι ἐν Ἰλίῳ. Ἀμπελουργός θαυμάσαντος δὲ τοῦ ξένου τὸν λόγον καὶ διὰ τὸ θαρρεῖν ἤδη ἐρομένου αὐτόν, τί δέοιτο δούλης Ἰλιάδος, ὅτι , ἔφη ξένε, γέγονεν ὅθεν περ ὁ Ἕκτωρ καὶ οἱ πρὸ αὐτοῦ ἄνω, λοιπὴ δʼ ἐστὶ τοῦ Πριαμιδῶν τε καὶ Δαρδανιδῶν αἵματος. ὁ μὲν δὴ ἔμπορος ἐρᾶν τὸν Ἀχιλλέα ᾤετο καὶ πριάμενος τὴν κόρην ἐς τὴν νῆσον ἀνέπλευσεν, ὁ δὲ Ἀχιλλεὺς ἐπαινέσας αὐτὸν ἥκοντα τὴν μὲν προσέταξε φυλάττειν ἑαυτῷ ἐν τῇ νηὶ δι᾽, οἶμαι, τὸ μὴ ἐσβατὸν εἶναι γυναιξὶ τὴν νῆσον, αὑτὸν δὲ ἑσπέρας ἥκειν ἐς τὸ ἱερὸν καὶ εὐωχεῖσθαι μετʼ αὐτοῦ τε καὶ Ἑλένης, ἀφικομένῳ δὲ πολλὰ μὲν χρήματα ἔδωκεν, ὧν ἥττους ἔμποροι, ξένον δʼ αὐτὸν ποιεῖσθαι ἔφη διδόναι τέ οἱ τὴν ἐμπορίαν ἐνεργὸν καὶ τὴν ναῦν εὐπλοεῖν. ἐπεὶ δὲ ἡμέρα ἐγένετο, σὺ μὲν πλεῖ ἔφη ταῦτʼ ἔχων, τὴν δὲ κόρην ἐπὶ τοῦ αἰγιαλοῦ λίπε μοι . οὔπω στάδιον ἀπεῖχον τῆς γῆς καὶ οἰμωγὴ προσέβαλλεν αὐτοὺς τῆς κόρης διασπωμένου αὐτὴν τοῦ Ἀχιλλέως καὶ μελειστὶ ξαίνοντος· Ἀμαζόνας δέ, ἃς ἔνιοι τῶν ποιητῶν φασιν ἐλθεῖν ἐς Τροίαν Ἀχιλλεῖ μαχουμένας οὐκ ἀπέκτεινεν ὁ Ἀχιλλεὺς ἐν Τροίᾳ, πιθανὸν γὰρ οὐκ οἶδʼ ὅπως Πριάμου πολεμήσαντος αὐταῖς ὑπὲρ Φρυγῶν κατὰ Μυγδόνα ξυμμάχους Ἀμαζόνας ὕστερον ἐλθεῖν Ἰλίῳ, ἀλλʼ οἶμαι κατὰ τὴν Ὀλυμπιάδα, ἣν τὸ πρῶτον ἐνίκα στάδιον Λεωνίδας ὁ Ῥόδιος, ἀπώλεσεν αὐτῶν ὁ Ἀχιλλεὺς τὸ μαχιμώτατον ἐν αὐτῇ, φασι, τῇ νήσῳ.