<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0638.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="page" xml:base="urn:cts:greekLit:tlg0638.tlg004.perseus-grc2" n="740"><sp><speaker>Ἀμπελουργός</speaker><p><milestone unit="Olearius_page" resp="Olearius" n="740"/>ἀλλὰ τὰς ἐκβολὰς τῶν λόγων ἀδολεσχίας ἔνιοι, ξένε, ἡγοῦνται καὶ λῆρον πρὸς τοὺς μὴ σχολὴν  ἄγοντας. σὲ δὲ ὁρῶ δοῦλον μὲν τῆς νεώς, ἧς ἄρχεις, δοῦλον δὲ τῶν ἀνέμων, ὧν εἰ καὶ μικρὰ αὔρα κατὰ πρύμναν σταίη, δεῖ τὰ ἱστία ἀνασείειν καὶ συνεξαίρεσθαι τῇ νηὶ πάντα δεύτερα ἡγουμένους τοῦ πλεῖν.  </p></sp><sp><speaker>Φοῖνιξ</speaker><p>Ἐρρώσθω λοιπὸν ἡ ναῦς καὶ τὰ ἐν αὐτῇ, τὰ γὰρ τῆς ψυχῆς ἀγώγιμα ἡδίω τέ μοι καὶ κερδαλεώτερα, τὰς δὲ ἐκβολὰς τῶν λόγων μὴ λῆρον, ἀλλʼ ἐπικέρδειαν ἡγώμεθα τῆς ἐμπορίας ταύτης. </p></sp><sp><speaker>Ἀμπελουργός</speaker><p>ὑγιαίνεις, ξένε, οὑτωσὶ γιγνώσκων, καὶ  ἐπειδὴ βούλει, ἄκουε· τὰ μὲν δὴ Κορινθίων ἐπὶ Μελικέρτῃ, τούτους γὰρ δὴ τοὺς ἀπὸ Σισύφου εἶπον, καὶ ὁπόσα οἱ αὐτοὶ δρῶσιν ἐπὶ τοῖς τῆς Μηδείας παισίν, οὓς ὑπὲρ τῆς Γλαύκης ἀπέκτειναν, θρήνῳ εἴκασται τελεστικῷ τε καὶ ἐνθέῳ, τοὺς μὲν  γὰρ μειλίσσονται, τὸν δὲ ὑμνοῦσιν. ἐπὶ δὲ τῷ ἔργῳ τῷ περὶ τοὺς ἄνδρας ὑπὸ τῶν ἐν Λήμνῳ γυναικῶν ἐξ Ἀφροδίτης ποτὲ πραχθέντι καθαίρεται μὲν ἡ Λῆμνος καὶ καθʼ ἕνα τοῦ ἔτους καὶ σβέννυται τὸ ἐν αὐτῇ πῦρ ἐς ἡμέρας ἐννέα, θεωρὶς δὲ ναῦς ἐκ Δήλου  πυρφορεῖ, κἂν ἀφίκηται πρὸ τῶν ἐναγισμάτων, οὐδαμοῦ τῆς Λήμνου καθορμίζεται, μετέωρος δὲ <pb n="p.208"/> ἐπισαλεύει τοῖς ἀκρωτηρίοις, ἔς τε ὅσιον τὸ ἐσπλεῦσαι γένηται. </p></sp></div><div type="textpart" subtype="page" xml:base="urn:cts:greekLit:tlg0638.tlg004.perseus-grc2" n="741"><sp rend="merge"><speaker>Ἀμπελουργός</speaker><p>θεοὺς γὰρ χθονίους καὶ ἀπορρήτους <milestone unit="Olearius_page" resp="Olearius" n="741"/> καλοῦντες τότε καθαρόν, οἶμαι, τὸ πῦρ τὸ ἐν τῇ θαλάττῃ φυλάττουσιν, ἐπειδὰν δὲ ἡ θεωρὶς ἐσπλεύσῃ καὶ νείμωνται τὸ πῦρ ἔς τε τὴν ἄλλην δίαιταν ἔς τε τὰς ἐμπύρους τῶν τεχνῶν, καινοῦ τὸ ἐντεῦθεν βίου φασὶν ἄρχεσθαι. τὰ δὲ Θετταλικὰ ἐναγίσματα φοιτῶντα τῷ Ἀχιλλεῖ ἐκ Θετταλίας ἐχρήσθη Θετταλοῖς ἐκ Δωδώνης· ἐκέλευσε γὰρ δὴ τὸ μαντεῖον Θετταλοὺς ἐς Τροίαν πλέοντας θύειν ὅσα ἔτη τῷ Ἀχιλλεῖ καὶ σφάττειν τὰ μὲν ὡς θεῷ, τὰ δὲ ὡς ἐν μοίρᾳ τῶν κειμένων. καταρχὰς μὲν δὴ τοιάδε ἐγίγνετο· ναῦς ἐκ Θετταλίας μέλανα ἱστία ἠρμένη ἐς Τροίαν ἔπλει θεωροὺς μὲν δὶς ἑπτὰ ἀπάγουσα, ταύρους δὲ λευκόν τε καὶ μέλανα χειροήθεις ἄμφω καὶ ὕλην ἐκ Πηλίου, ὡς μηδὲν τῆς πόλεως δέοιντο καὶ πῦρ ἐκ Θετταλίας ἦγον καὶ σπονδὰς καὶ ὕδωρ τοῦ Σπερχειοῦ ἀρυσάμενοι, ὅθεν καὶ στεφάνους ἀμαραντίνους ἐς τὰ κήδη πρῶτοι Θετταλοὶ ἐνόμισαν, ἵνα, κἂν  ἄνεμοι τὴν ναῦν ἀπολάβωσι, μὴ σαπροὺς ἐπιφέρωσι μηδʼ ἐξώρους. νυκτὸς μὲν δὴ καθορμίζεσθαι ἔδει καὶ πρὶν ἅψασθαι τῆς γῆς ὕμνον ἀπὸ τῆς νεὼς ᾅδειν ἐς τὴν Θέτιν ὧδε ξυγκείμενον· <quote rend="blockquote"><lb/>Θέτι κυανέα, Θέτι Πηλεία, <lb/>ἃ τὸν μέγαν τέκες υἱόν, <lb/>Ἀχιλλέα, τοῦ θνατὰ μὲν ὅσον <lb/>φύσις ἤνεγκεν, <lb/>Τροία λάχε, σᾶς δʼ ὅσον ἀθανάτου <lb/>γενεᾶς παῖς ἔσπασε, πόντος ἔχει.</quote></p></sp></div><div type="textpart" subtype="page" xml:base="urn:cts:greekLit:tlg0638.tlg004.perseus-grc2" n="742"><sp rend="merge"><speaker>Ἀμπελουργός</speaker><p><quote rend="blockquote; merge"><milestone unit="Olearius_page" resp="Olearius" n="742"/><lb/>βαῖνε πρὸς αἰπὺν τόνδε κολωνὸν <lb/>μετʼ Ἀχιλλέως ἔμπυρα... <lb/>βαῖνʼ ἀδάκρυτος μετὰ Θεσσαλίας, <lb/>Θέτι κυανέα, Θέτι Πηλεία. </quote><pb n="p.209"/> προσελθόντων δὲ τῷ σήματι μετὰ τὸν ὕμνον ἀσπὶς μὲν ὥσπερ ἐν πολέμῳ ἐδουπεῖτο, δρόμοις δὲ ἐρρυθμισμένοις συνηλάλαζον ἀνακαλοῦντες τὸν Ἀχιλλέα, στεφανώσαντες δὲ τὴν κορυφὴν τοῦ κολωνοῦ καὶ βόθρους ἐπʼ αὐτῇ ὀρύξαντες τὸν ταῦρον τὸν μέλανα  ὡς τεθνεῶτι ἔσφαττον. ἐκάλουν δὲ καὶ τὸν Πάτροκλον  ἐπὶ τὴν δαῖτα, ὡς καὶ τοῦτο ἐς χάριν τῷ Ἀχιλλεῖ πράττοντες, ἐντεμόντες δὲ καὶ ἐναγίσαντες κατέβαινον ἐπὶ τὴν ναῦν ἤδη καὶ θύσαντες ἐπὶ τοῦ αἰγιαλοῦ τὸν ἕτερον τῶν ταύρων Ἀχιλλεῖ πάλιν  κανοῦ τε ἐναρξάμενοι καὶ σπλάγχνων ἐπʼ ἐκείνῃ τῇ θυσίᾳ  —  ἔθυον γὰρ τὴν θυσίαν ταύτην ὡς θεῷ  —  περὶ ὄρθρον ἀπέπλεον ἀπάγοντες τὸ ἱερεῖον, ὡς μὴ ἐν τῇ πολεμίᾳ εὐωχοῖντο. ταῦτα, ξένε, τὰ οὕτω σεμνὰ  καὶ ἀρχαῖα καταλυθῆναι μὲν ὑπὸ τῶν τυράννων  φασίν, οἳ λέγονται μετὰ τοὺς Αἰακίδας ἄρξαι Θετταλῶν, ἀμεληθῆναι δὲ καὶ ὑπὸ τῆς Θετταλίας· αἱ μὲν γὰρ ἔπεμπον τῶν πόλεων, αἱ δʼ οὐκ ἠξίουν, αἱ δὲ <milestone unit="Olearius_page" resp="Olearius" n="743"/> ἐς νέωτα πέμψειν ἔφασαν,</p></sp></div><div type="textpart" subtype="page" xml:base="urn:cts:greekLit:tlg0638.tlg004.perseus-grc2" n="743"><sp rend="merge"><speaker>Ἀμπελουργός</speaker><p>αἱ δὲ κατέβαλλον τὸ πρᾶγμα. αὐχμῷ δὲ πιεσθείσης τῆς γῆς καὶ κελευούσης  τῆς μαντείας τιμᾶν τὸν Ἀχιλλέα ὡς θέμις, ἃ μὲν ὡς θεῷ ἐνόμιζον, ἀφεῖλον τῶν δρωμένων ἐξηγούμενοι ταύτῃ τὸ ὡς θέμις, ἐνήγιζον δὲ ὡς τεθνεῶτι καὶ ἐνέτεμνον τὰ ἐπιτυχόντα, ἔς τε ἡ Ξέρξου ἔλασις ἐπὶ τὴν Ἑλλάδα ἐγένετο, ἐν ᾗ  Θετταλοὶ μηδίσαντες ἐξέλιπον πάλιν τὰ ἐς τὸν Ἀχιλλέα νόμιμα, ἐπειδὴ ναῦς ἐς Σαλαμῖνα ἐξ Αἰγίνης ἔπλευσεν ἄγουσα ἐπὶ ξυμμαχίᾳ τοῦ Ἑλληνικοῦ τὸν τῶν Αἰακιδῶν οἶκον. ἐπεὶ δὲ Ἀλέξανδρος ὁ Φιλίππου χρόνοις ὕστερον τὴν μὲν ἄλλην Θετταλίαν  ἐδουλώσατο, τὴν δὲ Φθίαν τῷ Ἀχιλλεῖ ἀνῆκεν ἐπί τε Δαρεῖον στρατεύων ξύμμαχον τὸν Ἀχιλλέα ἐν <pb n="p.210"/> Τροίᾳ ἐποιήσατο, ἐπεστράφησαν οἱ Θετταλοὶ τοῦ Ἀχιλλέως καὶ ἵππον τε, ὁπόσην Ἀλέξανδρος ἐκ Θετταλίας ἦγε, περιήλασαν τῷ τάφῳ ξυνέπεσόν τε ἀλλήλοις, ὥσπερ ἱππομαχοῦντες, καὶ ἀπῆλθον εὐξάμενοί τε καὶ θύσαντες, ἐκάλουν δὲ αὐτὸν ἐπὶ Δαρεῖον αὐτῷ Βαλίῳ τε καὶ Ξάνθῳ, βοῶντες ταῦτα ἀπὸ τῶν ἵππων. ἐπεὶ δὲ Δαρεῖος ἥλω καὶ πρὸς τοῖς Ἰνδικοῖς Ἀλέξανδρος ἦν, ξυνέστειλαν οἱ Θετταλοὶ τὰ ἐναγίσματα καὶ ἔπεμπον ἄρνα μέλανα. τῶν δὲ ἐναγιζόντων οὔτε ἀφικνουμένων ἐς Τροίαν, εἴ τε ἀφίκοιντο, μεθʼ ἡμέραν ἕκαστα καὶ οὐκ ἐν κόσμῳ πραττόντων, ἐμήνισεν ὁ Ἀχιλλεύς, καὶ ὁπόσα τῇ Θετταλίᾳ ἐνέσκηψεν εἰ διεξίοιμι, ἀδολεσχίας πλέως ὁ λόγος ἔσται. πρὸ ἐτῶν δέ που τεττάρων ἐντυχὼν ἐνταῦθά μοι ὁ Πρωτεσίλεως ἐκ Πόντου μὲν ἥκειν ἔφη, νεὼς γὰρ ἐπιτυχὼν πλεῦσαι παρὰ τὸν Ἀχιλλέα ξένῳ εἰκασθείς, τουτὶ δὲ θαμὰ πράττειν, ἐμοῦ δὲ εἰπόντος, ὡς φιλέταιρός τε καὶ χρηστὸς εἴη φιλῶν τὸν Ἀχιλλέα <q>ἀλλὰ νῦν</q> ἔφη <q>διενεχθεὶς αὐτῷ <milestone unit="Olearius_page" resp="Olearius" n="744"/> ἥκω, </q></p></sp></div><div type="textpart" subtype="page" xml:base="urn:cts:greekLit:tlg0638.tlg004.perseus-grc2" n="744"><sp rend="merge"><speaker>Ἀμπελουργός</speaker><p><q rend="merge">Θετταλοῖς γὰρ ὑπὲρ τῶν ἐναγισμάτων μηνίοντα αἰσθόμενος <q>ἐμοί</q>, ἔφην <q>ὦ Ἀχιλλεῦ, πάρες τοῦτο</q>. ὁ δʼ οὐ πείθεται, φησὶ δʼ αὐτοῖς κακόν τι ἐκ θαλάττης  δώσειν. καὶ δέδια, μὴ παρὰ τῆς Θέτιδος εὕρηταί τι αὐτοῖς ὁ δεινὸς ἐκεῖνος καὶ ἀμείλικτος.</q> κἀγὼ μέν, ξένε, ταῦτα ἀκούσας τοῦ Πρωτεσίλεω ἐρυσίβας τε ᾤμην καὶ ὁμίχλας προσβεβλήσεσθαι τοῖς Θετταλῶν ληίοις ὑπὸ τοῦ Ἀχιλλέως ἐπὶ φθορᾷ τοῦ καρποῦ, ταυτὶ γὰρ τὰ πάθη δοκεῖ πως ἐκ θαλάττης ἐπὶ τὰς εὐκάρπους τῶν ἠπείρων ἱζάνειν, ᾤμην δὲ καὶ ἐπικλυσθήσεσθαί τινας τῶν ἐν Θετταλίᾳ πόλεων, οἷα Βοῦρά τε καὶ Ἑλίκη καὶ ἡ περὶ Λοκροὺς Ἀταλάντη ἔπαθεν, τὴν μὲν γὰρ καταδῦναί φασι, τὰς <pb n="p.211"/> δὲ αὖ ῥαγῆναι. ἐδόκει δʼ ἄλλα τῷ Ἀχιλλεῖ καὶ τῇ Θέτιδι, ὑφʼ ὧν ἀπολώλασι Θετταλοί· μεγάλων γὰρ δὴ ἐπιτιμίων ὄντων ἐπὶ τῇ κόχλῳ, παρʼ ἧς οἱ ἄνθρωποι  σοφίζονται τὴν πορφύραν, αἰτίαν ἔσχον οἱ Θετταλοὶ παρανομῆσαί τι ἐς τὴν βαφὴν ταύτην, εἰ  μὲν ἀληθῆ, οὐκ οἶδα, λίθοι οὖν ἐπικρέμανταί σφισιν, </p></sp></div></div></body></text></TEI>