<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0638.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="page" xml:base="urn:cts:greekLit:tlg0638.tlg004.perseus-grc2" n="735"><sp rend="merge"><speaker>Ἀμπελουργός</speaker><p><milestone unit="Olearius_page" resp="Olearius" n="735"/> περί τε τοὺς ἐν τῷ ποταμῷ σφαττομένους, τήν τε τοῦ ποταμοῦ κίνησιν, ὅτʼ ἐπανίστη τῷ Ἀχιλλεῖ τὸ <pb n="p.202"/> ἑαυτοῦ κῦμα, ἐπαινεῖ μὲν καὶ ὁ Πρωτεσίλεως ὡς ποιητικά, διαγράφει δὲ ὡς κεχαρισμένα, μήτε γὰρ τῷ Ἀχιλλεῖ τηλικούτῳ ὄντι ἄπορον ἂν γενέσθαι τὸν Σκάμανδρον καὶ ταῦτα ἥττω ἢ οἱ μεγάλοι τῶν ποταμῶν ὄντα, μήτʼ ἂν Ἀχιλλέα ἐς μάχην τῷ ποταμῷ ὁρμῆσαι, εἰ γὰρ καὶ σφόδρα ἐπʼ αὐτὸν ἐμόρμυρεν, ἤλυξεν ἂν ἐκκλίνων καὶ μὴ ὁμόσε χωρῶν τῷ ὕδατι. πιθανώτερα δὲ τούτων ἐκεῖνα, οἶμαι, δίεισι· ξυνελαθῆναι μὲν ἐς τὸν ποταμὸν τοὺς Τρῶας καὶ πλείους  ἀπολέσθαι σφῶν ἢ ἐν ἅπαντι τῷ πολέμῳ ἀπώλοντο, οὐ μὴν μόνῳ γε Ἀχιλλεῖ πεπρᾶχθαι ταῦτα, ἀλλὰ θαρσήσαντας ἤδη παρʼ αὐτοῦ τοὺς Ἕλληνας ἐπικαταβαίνειν καὶ τοὺς ἐν τῷ ποταμῷ σφάττειν, Ἀχιλλέα δὲ τούτων μὲν ἀμελεῖν, ἀγωνίσασθαι δὲ ἀγῶνα τοιόνδε· ἦν ἀνὴρ ἐκ Παιονίας ἥκων, οὗ καὶ Ὅμηρος ἐπεμνήσθη, Ἀστεροπαῖον δὲ αὐτὸν καλεῖ καὶ Ἀξιοῦ τοῦ ποταμοῦ υἱωνὸν καὶ δεξιὸν ἄμφω τὼ χεῖρε, μέγιστον δὲ Ἀχαιῶν τε καὶ Τρώων ὄντα τὸν Παίονα καὶ θηρίου δίκην ὁμόσε χωροῦντα ταῖς αἰχμαῖς παρῆκεν Ὅμηρος τουτουί τοῦ λόγου, ἦγε δὲ καὶ ἀκραιφνῆ δύναμιν Παίονας ἱππέας ἄρτι ἐς Τροίαν ἥκων, οὓς ἐτρέψατο μὲν ὁ Ἀχιλλεὺς ἐκπλήξας, δαίμονα γὰρ ἐμπεπτωκέναι σφίσιν ᾤοντο οὔπω ἀνδρὶ τοιῷδε ἐντετυχηκότες, ὑποστάντος δὲ Ἀστεροπαίου μόνου πλείω περὶ ἑαυτοῦ ἔδεισεν ἢ ὁπότε τῷ Ἕκτορι ἐμάχετο, καὶ οὐδὲ ἄτρωτος εἷλε τὸν Παίονα, ὅθεν τῶν συμμάχων ἀπαγορευόντων αὐτῷ μὴ μάχεσθαι τὴν ἡμέραν ἐκείνην τῷ Ἕκτορι οὐκ ἠνέσχετο τῶν λόγων τούτων, ἀλλὰ εἰπὼν <q>ἰδέτω με κρείττω καὶ τραυμάτων</q> ὥρμησεν ἐπὶ τὸν Ἕκτορα προτεταγμένον τοῦ τείχους. ἀποκτείνας δʼ αὐτὸν γενόμενον οἷον ἐν τῷ περὶ αὐτοῦ λόγῳ εἴρηκα, <pb n="p.203"/> περιεῖλξε τῷ τείχει βάρβαρον μέν τινα καὶ ἀηδῆ τρόπον, ξυγγνωστὸν δέ, ἐπειδὴ τῷ Πατρόκλῳ ἐτιμώρει. δαιμονίᾳ γὰρ δή τινι τὸν Ἀχιλλέα φύσει χρώμενον ἀεί τι μέγα ὑπὲρ τῶν φίλων πράττειν, </p></sp></div><div type="textpart" subtype="page" xml:base="urn:cts:greekLit:tlg0638.tlg004.perseus-grc2" n="736"><sp rend="merge"><speaker>Φοῖνιξ</speaker><p><milestone unit="Olearius_page" resp="Olearius" n="736"/> ὅθεν μηνῖσαι μὲν ὑπὲρ Παλαμήδους ὁμοῦ πᾶσιν  Ἕλλησι, τιμωρῆσαι δὲ Πατρόκλῳ τε καὶ Ἀντιλόχῳ. τά τοι πρὸς τὸν Τελαμῶνος Αἴαντα περὶ φίλων αὐτῷ εἰρῆσθαι λεγόμενα σφόδρα χρὴ γιγνώσκειν· ἐρομένου γὰρ αὐτὸν μετὰ ταῦτα τοῦ Αἴαντος, ποῖα τῶν ἔργων ἐπικινδυνότατα αὐτῷ γένοιτο, <q>τὰ ὑπὲρ  τῶν φίλων</q> ὁ Ἀχιλλεὺς ἔφη. πάλιν δὲ ἐπερομένου, ποῖα ἡδίω τε καὶ ἀπονώτερα, ταὐτὸν ἀπεκρίνατο· θαυμάσαντος δὲ τοῦ Αἴαντος, πῶς ἂν ταὐτὸ ἔργον χαλεπόν τε γένοιτο καὶ ῥᾴδιον, <q>ὅτι</q> ἔφη <q>τὰ ὑπὲρ τῶν φίλων κινδυνεύματα μεγάλα ὄντα προθύμως  πράττων τῆς ἐπʼ αὐτοῖς λύπης παύομαι</q>. <q>τραῦμα δέ, ὦ Ἀχιλλεῦ, ποῖον μάλιστά σε ἐλύπησεν</q>; ἦ δʼ ὅς. <q>ὃ ἐτρώθην ὑπὸ τοῦ Ἕκτορος</q>. <q>καὶ μὴν ὑπʼ αὐτοῦ γε οὐκ ἐτρώθης</q> ὁ Αἴας ἔφη. <q>νὴ Δία κεφαλὴν</q> ὁ Ἀχιλλεὺς εἶπε <q>τάς τε χεῖρας, δὲ μὲν  γὰρ κεφαλὴν ἐμαυτοῦ ἡγοῦμαι, Πάτροκλος δέ μοι χεῖρες ἦν</q>. τὸν δὲ Πάτροκλον ὁ Πρωτεσίλεως, ὦ ξένε,  πρεσβύτερον μὲν τοῦ Ἀχιλλέως οὐ πολὺ γενέσθαι φησί, θεῖον δὲ ἄνδρα καὶ σώφρονα τῷ τε Ἀχιλλεῖ  ἐπιτηδειότατον τῶν ἑταίρων, χαίρειν τε γάρ, ὁπότε καὶ ὁ Ἀχιλλεὺς ἔχαιρε, λυπεῖσθαί τε τὸν αὐτὸν τρόπον καὶ ξυμβουλεύειν ἀεί τι καὶ ἀκούειν ᾅδοντος,  καὶ οἱ ἵπποι δὲ αὐτὸν ἔφερον χαίροντες, ὥσπερ καὶ τὸν Ἀχιλλέα. ἦν δὲ καὶ τὸ μέγεθος καὶ τὴν ἀνδρείαν  μεταξὺ τοῖν Αἰάντοιν, τοῦ μὲν γὰρ Τελαμωνίου πάντα ἐλείπετο, ἐκράτει δὲ ἄμφω τοῦ Λοκροῦ, καὶ <pb n="p.204"/> μελίχλωρος ἦν ὁ Πάτροκλος καὶ τὼ ὀφθαλμὼ μέλας καὶ ἱκανῶς εὔοφρυς καὶ μέτρα ἐπαινῶν κόμης, ἡ κεφαλὴ δὲ ἐβεβήκει ἐπʼ αὐχένος, οἵου αἱ παλαῖστραι ἀσκοῦσιν, ἡ δὲ ῥὶς ὀρθή τε ἦν καὶ τοὺς μυκτῆρας ἀνευρύνετο, καθάπερ οἱ πρόθυμοι τῶν ἵππων. </p></sp></div><div type="textpart" subtype="page" xml:base="urn:cts:greekLit:tlg0638.tlg004.perseus-grc2" n="737"><sp><speaker>Φοῖνιξ</speaker><p>ἐς καλόν με τῶν τοῦ Ἀχιλλέως ἵππων <milestone unit="Olearius_page" resp="Olearius" n="737"/> ἀνέμνησας, ὦ ἀμπελουργέ, σφόδρα γὰρ δέομαι μαθεῖν, τί βελτίους ὄντες ἑτέρων ἵππων θεῖοι ἐνομίσθησαν. </p></sp><sp><speaker>Ἀμπελουργός</speaker><p>ἠρόμην κἀγώ, ξένε, τὸν ἥρω αὐτὸ τοῦτο καί φησι τὴν μὲν λεγομένην ἀθανασίαν περὶ αὐτοὺς εἶναι μεμυθολογῆσθαι τῷ Ὁμήρῳ, τὴν Θετταλίαν δὲ εὔιππόν τε οὖσαν καὶ ἀγαθὴν δύο ἵππους λευκόν τε καὶ  ξανθὸν δαιμονίους τὴν ταχυτῆτα καὶ τὸ ἦθος λαμπροὺς ἱπποτροφῆσαι κατὰ θεὸν δή τινα, ὁπότε ὁ Ἀχιλλεὺς ἤνθει, καὶ πάντων, ὅσα θείως ἐπὶ τῷ Ἀχιλλεῖ ἐλέγετο, πιστευομένων ἤδη ἐδόκει καὶ τὸ τῶν ἵππων θεῖόν τε εἶναι καὶ ἐπέκεινα τοῦ θνητοῦ φαίνεσθαι. τελευτὴ δὲ τῷ Ἀχιλλεῖ ἐγένετο, ἣν καὶ Ὅμηρος ἐπιγιγνώσκει· φησὶ γὰρ αὐτὸν ἐκ Πάριδός τε καὶ Ἀπόλλωνος ἀποθανεῖν εἰδώς που τὰ ἐν τῷ Θυμβραίῳ καὶ ὅπως πρὸς ἱεροῖς τε καὶ ὅρκοις, ὧν μάρτυρα τὸν Ἀπόλλω ἐποιεῖτο, δολοφονηθεὶς ἔπεσεν. ἡ θυσία δὲ τῆς Πολυξένης ἡ ἐπὶ τῷ σήματι καὶ ὅσα περὶ τοῦ ἔρωτος ἐκείνου ποιητῶν ἀκούεις, ὧδε ἔχει· Πολυξένης ὁ Ἀχιλλεὺς ἤρα καὶ τὸν γάμον τοῦτον ἑαυτῷ ἔπραττεν ἐπὶ τῷ τοὺς Ἀχαιοὺς ἀναστῆσαι τοῦ Ἰλίου, ἤρα δὲ καὶ ἡ Πολυξένη τοῦ Ἀχιλλέως. εἶδον δὲ ἀλλήλους ἐν λύτροις Ἕκτορος, ὁ γὰρ Πρίαμος ἥκων παρὰ τὸν Ἀχιλλέα χειραγωγὸν ἑαυτοῦ τὴν παῖδα ἐποιεῖτο νεωτάτην οὖσαν ὧν ἡ Ἑκάβη  αὐτῷ ἔτεκεν, ἐθεράπευον δὲ ἀεὶ τὸ βάδισμα τῶν <pb n="p.205"/> πατέρων οἱ νεώτατοι τῶν παίδων, καὶ οὕτω δή τι ὁ Ἀχιλλεὺς ἐσωφρόνει ὑπὸ δικαιοσύνης καὶ τὰ ἐρωτικά, ὡς μήτε ἀφελέσθαι τὴν κόρην ἐφʼ ἑαυτῷ οὖσαν γάμον τε αὐτῆς ὁμολογῆσαι τῷ Πριάμῳ πιστεῦσαί τε ἀναβαλομένῳ τὸν γάμον. ἐπεὶ δὲ ἀπέθανε  γυμνὸς ἐν τοῖς περὶ τούτων ὅρκοις λέγεται ἡ Πολυξένη φευγουσῶν ἐκ τοῦ ἱεροῦ τῶν Τρωάδων καὶ τῶν Τρώων ἐσκεδασμένων, οὐδὲ γὰρ τὸ πτῶμα τοῦ Ἀχιλλέως ἀδεῶς ἤνεγκαν, </p></sp></div><div type="textpart" subtype="page" xml:base="urn:cts:greekLit:tlg0638.tlg004.perseus-grc2" n="738"><sp rend="merge"><speaker>Ἀμπελουργός</speaker><p>αὐτομολίᾳ χρήσασθαι <milestone unit="Olearius_page" resp="Olearius" n="738"/> καὶ φυγεῖν ἐς τὸ Ἑλληνικὸν ἀναχθεῖσά τε τῷ  Ἀγαμέμνονι ζῆν μὲν ἐν κομιδῇ λαμπρᾷ τε καὶ σώφρονι, καθάπερ ἐν πατρὸς οἰκίᾳ, τριταίου δὲ ἤδη κειμένου τοῦ νεκροῦ δραμεῖν ἐπὶ τὸ σῆμα ἐν νυκτὶ ξίφει τε αὑτὴν ἐπικλῖναι πολλὰ εἰποῦσαν ἐλεεινὰ καὶ γαμικά, ὅτε δὴ καὶ δεῖσθαι τοῦ Ἀχιλλέως ἐραστήν  τε μεῖναι καὶ ἀγαγέσθαι αὐτὴν μή ψευσάμενον τὸν γάμον. ἃ δὲ τῷ Ὁμήρῳ ἐν δευτέρᾳ Ψυχοστασίᾳ  εἴρηται, εἰ δὴ Ὁμήρου ἐκεῖνα, ὡς ἀποθανόντα Ἀχιλλέα Μοῦσαι μὲν ᾠδαῖς ἐθρήνησαν, Νηρηίδες δὲ πληγαῖς τῶν στέρνων, οὐ παραπολύ φησι κεκομπάσθαι,  Μούσας μὲν γὰρ οὔτε ἀφικέσθαι οὔτε ᾆσαι, οὐδὲ Νηρηίδων τινὰ ὀφθῆναι τῷ στρατῷ καίτοι γιγνωσκομένας, ὅτι ἥκουσι, θαυμαστὰ δὲ ξυμβῆναι ἕτερα καὶ οὐ πόρρω τῶν Ὁμήρῳ εἰρημένων· ἐκ γὰρ τοῦ κόλπου τοῦ Μέλανος ἡ θάλαττα  ἀνοιδήσασα τὰ μὲν πρῶτα ἐμυκᾶτο, μετʼ οὐ πολὺ δὲ ἀρθεῖσα λόφῳ μεγάλῳ ἴση ἐχώρει ἐς τὸ Ῥοιτεῖον ἐκπεπληγμένων τῶν Ἀχαιῶν καὶ ἀπορούντων, ὅ τι αὐτοί τε καὶ ἡ γῆ πείσονται, ἐπεὶ δὲ πλησίον ἐγίγνετο καὶ προσεκύμαινε τῷ στρατοπέδῳ, θρῆνον  ἤχησεν ὀξύν τε καὶ ἀθρόον, καθάπερ γυναικῶν ὅμιλος, ὃν ἐς τὰ κήδη ἀναφθέγγονται. τούτου δὲ <pb n="p.206"/> θείου τε καὶ δαιμονίου φανέντος καὶ πάντων ὁμολογούντων, ὅτι Νηρηίδας ἦγε τὸ κῦμα, οὐδὲ γὰρ ἐπέκλυσεν οὐδέν, ἀλλὰ πρᾷόν τε καὶ λεῖον τῇ γῇ προσευνάσθη, πολλῷ θειότερα τὰ ἐφεξῆς ἔδοξεν· ἐπειδὴ γὰρ νὺξ ὑπέλαβεν, οἰμωγὴ τῆς Θέτιδος διεφοίτα τὸν στρατὸν ἀνευφημούσης τε καὶ τὸν υἱὸν βοώσης. ἐβόα δὲ τορὸν <del>μέγα</del> τε καὶ ἔναυλον, καθάπερ ἡ ἐν τοῖς ὄρεσιν ἠχώ, καὶ τότε μάλιστα οἱ Ἀχαιοὶ ξυνῆκαν, ὅτι τέκοι τὸν Ἀχιλλέα ἡ Θέτις, οὐδὲ ἄλλως ἀπιστοῦντες. τὸν μὲν δὴ κολωνὸν τοῦτον, ξένε, ὃν ἐπὶ τοῦ μετώπου τῆς ἀκτῆς ὁρᾷς ἀνεστηκότα,</p></sp></div><div type="textpart" subtype="page" xml:base="urn:cts:greekLit:tlg0638.tlg004.perseus-grc2" n="739"><sp rend="merge"><speaker>Ἀμπελουργός</speaker><p>ἤγειραν οἱ Ἀχαιοὶ ξυνελθόντες, ὅτε τῷ <milestone unit="Olearius_page" resp="Olearius" n="739"/> Πατρόκλῳ ξυνεμίχθη ἐς τὸν τάφον, κάλλιστον ἐντάφιον ἑαυτῷ τε κἀκείνῳ διδούς, ὅθεν ᾅδουσιν αὐτὸν οἱ τὰ φιλικὰ ἐπαινοῦντες. ἐτάφη δὲ ἐκδηλότατα ἀνθρώπων πᾶσιν οἷς ἐπήνεγκεν αὐτῷ ἡ Ἑλλὰς οὐδὲ κομᾶν ἔτι μετὰ τὸν Ἀχιλλέα καλὸν ἡγούμενοι χρυσόν τε καὶ ὅ τι ἕκαστος εἶχεν ἢ ἀπάγων ἐς Τροίαν  ἢ ἐκ δασμοῦ λαβών, νήσαντες ἐς τὴν πυρὰν ἀθρόα παραχρῆμά τε καὶ ὅτε ὁ Νεοπτόλεμος ἐς Τροίαν ἦλθε, λαμπρῶν γὰρ δὴ ἔτυχε πάλιν παρά τε τοῦ παιδὸς παρά τε τῶν Ἀχαιῶν ἀντιχαρίζεσθαι αὐτῷ πειρωμένων, οἵ γε καὶ τὸν ἀπὸ τῆς Τροίας ποιούμενοι πλοῦν περιέπιπτον τῷ τάφῳ καὶ τὸν Ἀχιλλέα ᾤοντο περιβάλλειν. </p></sp><sp><speaker>Φοῖνιξ</speaker><p>τὸν Νεοπτόλεμον δέ, ὦ ἀμπελουργέ, ποῖόν τινα γενέσθαι φησί; </p></sp><sp><speaker>Ἀμπελουργός</speaker><p>γενναῖον, ὦ ξένε, καὶ τοῦ μὲν πατρὸς ἥττω, φαυλότερον δὲ οὐδὲν τοῦ Τελαμωνίου, ταὐτὸ δὲ καὶ περὶ τοῦ εἴδους φησί, καλὸν μὲν γὰρ εἶναι καὶ προσεοικότα τῷ πατρί, λείπεσθαι δὲ αὐτοῦ τοσοῦτον, ὅσον τῶν ἀγαλμάτων οἱ καλοὶ λείπονται. <pb n="p.207"/> καὶ μὴν καὶ ὕμνων ἐκ Θετταλίας ὁ Ἀχιλλεὺς ἔτυχεν, οὓς ἀνὰ πᾶν ἔτος ἐπὶ τό σῆμα φοιτῶντες ᾖδον ἐν νυκτὶ τελετῆς τι ἐγκαταμιγνύντες τοῖς ἐναγίσμασιν, ὡς Λήμνιοί τε νομίζουσιν καὶ Πελοποννησίων οἱ ἀπὸ Σισύφου.  </p></sp><sp><speaker>Φοῖνιξ</speaker><p>ἄλλος αὖ λόγος ἥκει, ἀμπελουργέ, οὗ, μὰ τὸν Ἡρακλέα, οὐκ ἂν μεθείμην οὐδʼ εἰ πάνθʼ ὑπὲρ τοῦ παραπτῆναι αὐτὸν πράττοις. </p></sp></div></div></body></text></TEI>