Ἀμπελουργός ἐγὼ δέ σοι καὶ παῖδα εἶπεν ὦ Πηλεῦ, δώσω κρείττω ἀνθρώπου · ἐπεὶ δὲ ὁ Ἀχιλλεὺς ἐγένετο, ποιοῦνται αὐτοῦ τροφέα τὸν Χείρωνα, ὁ δὲ ἔτρεφεν αὐτὸν κηρίοις τε καὶ μυελοῖς νεβρῶν ἐς ἡλικίαν τε ἥκοντα, ἐν ᾗ οἱ παῖδες ἁμαξίδων καὶ ἀστραγάλων δέονται, εἶργε μὲν οὐδὲ τῶν τοιούτων, ἀκοντίοις δὲ εἴθιζε καὶ παλτοῖς καὶ δρόμοις, ἦν δὲ αὐτῷ καὶ μελία μικρὰ τετμημένη ὑπὸ τοῦ Χείρωνος καὶ ἐῴκει ψελλιζομένῳ ἐς τὰ πολεμικά. ἐφήβου δὲ ἁπτόμενος ἀκτῖνα μὲν ἀπὸ τοῦ προσώπου ἔπεμπεν, ὑπερφυὴς δὲ τὸ σῶμα ἐφαίνετο, αὐξηθείς τε ῥᾷον ἢ τὰ πρὸς ταῖς πηγαῖς δένδρα πολὺς μὲν ἐν συμποσίοις ᾔδετο, πολὺς δὲ ἐν σπουδαῖς. ἐπεὶ δὲ θυμοῦ ἥττων ἐφαίνετο, μουσικὴν αὐτὸν ὁ Χείρων ἐδιδάξατο, μουσικὴ γὰρ ἱκανὴ πραύνειν τὸ ἕτοιμόν τε καὶ ἀνεστηκὸς τῆς γνώμης, ὁ δὲ οὐδενὶ πόνῳ τάς τε ἁρμονίας ἐξέμαθε καὶ πρὸς λύραν ᾖσεν. ᾖδε δὲ τοὺς ἀρχαίους ἥλικας τὸν Ὑάκινθον καὶ τὸν Νάρκισσον καὶ εἴ τι Ἀδώνιδος. προσφάτων δὲ ὄντων τῶν περὶ Ὕλλᾳ τε καὶ Ἀβδήρῳ θρήνων, ἐπειδὴ ἄμφω ἐφήβω ὄντε ὁ μὲν ἐς πηγὴν ᾤχετο ἀφανισθείς, τὸν δὲ αἱ τοῦ Διομήδους ἵπποι ἐδαίσαντο, οὐκ ἀδακρυτὶ ταῦτα ᾖδεν. ἤκουσα δὲ κἀκεῖνα, θύειν μὲν αὐτὸν τῇ Καλλιόπῃ μουσικὴν αἰτοῦντα καὶ τὸ ἐν ποιήσει κράτος, τὴν θεὸν δὲ ἐπιστῆναι καθεύδοντι καὶ ὦ παῖ , φάναι μουσικῆς μὲν καὶ ποιητικῆς δίδωμί σοι τὸ ἀποχρῶν, ὡς ἡδίους μὲν τὰς δαῖτας ἐργάζοιο, κοιμίζοις δὲ τὰς λύπας, ἐπειδὴ δὲ ἐμοί τε καὶ Ἀθηνᾷ δοκεῖ πολεμικὸν εἶναί σε καὶ δεινὸν ἐν στρατοπέδοις, Ἀμπελουργός Μοῖραί τε οὕτω κελεύουσι, σὺ μὲν ἐκεῖνα γυμνάζου κἀκείνων ἔρα· ποιητὴς δὲ ἔσται χρόνοις ὕστερον, ὃν ἐγὼ ἀνήσω τὰ σὰ ἔργα ὑμνεῖν. ταυτὶ μὲν αὐτῷ περὶ Ὁμήρου ἐχρήσθη. μειράκιον δὲ γενόμενος οὐχ, ὥσπερ οἱ πολλοί φασιν, ἀπόθετος ἐν Σκύρῳ ἐτρέφετο, τοῦτο δὴ τὸ ἐν ταῖς παρθένοις· οὔτε γὰρ τὸν Πηλέα εἰκὸς ἄριστον τῶν ἡρώων γενόμενον ὑπεκπέμψαι ποι τὸν υἱὸν πολέμους τε καὶ κινδύνους ἀποδράντα καὶ ταῦτα τοῦ Τελαμῶνος ἐξορμῶντος τὸν Αἴαντα, οὔτʼ ἂν Ἀχιλλεὺς ἠνέσχετο ἐς γυναικωνῖτιν ἐσβεβλῆσθαι παρεὶς ἑτέροις τὸ θαυμάζεσθαί τε καὶ εὐδοκιμεῖν ἐν Τροίᾳ. τὸ γὰρ φιλότιμον πλεῖστον δὴ καὶ ἐν αὐτῷ ἦν. Φοῖνιξ τί οὖν δὴ ὁ Πρωτεσίλεως, ἀμπελουργέ, περὶ τούτων οἶδεν; Ἀμπελουργός πιθανώτερα, ξένε, καὶ ἀληθέστερα· φησὶ γὰρ Θησέα ἐξ Ἀθηνῶν φεύγοντα ἐπὶ τῇ ἀρᾷ τῇ ἐς τὸν υἱὸν ἀποθανεῖν ὑπὸ Λυκομήδους ἐν Σκύρῳ, Θησεῖ δὲ ξένον ὄντα τὸν Πηλέα καὶ κοινωνὸν τοῦ Καλυδωνίου ἔργου στεῖλαι τὸν Ἀχιλλέα ἐς τὴν Σκῦρον τιμωρὸν τῷ Θησεῖ, τὸν δὲ ἐκπλεύσαντα ὁμοῦ τῷ Φοίνικι μόνα ὑπὸ γήρως τὰ ξυμβουλευτικὰ εἰδότι κατασεῖσαι τὴν Σκῦρον ἐκ προσβολῆς μετέωρον οὖσαν καὶ ἀνῳκισμένην ἐπʼ ὄχθου πετραίου, τὸν Λυκομήδην δὲ σχεῖν μέν, οὐ μὴν ἀποκτεῖναι, ἀλλʼ ἐρέσθαι, τί παθὼν ἄνδρα ἑαυτοῦ βελτίω φεύγοντα ἀπέκτεινεν, εἰπόντα δὲ ὅτι ἐπʼ ἀδίκοις, ὦ Ἀχιλλεῦ, ἥκοντα καὶ πειρῶντα τὴν ἀρχὴν τὴν ἐμήν , ἀφῆκεν ὡς ἐν δίκῃ ἀποκτείναντα καὶ ἀπολογήσεσθαι ὑπὲρ αὐτοῦ ἔφη πρὸς τὸν Πηλέα, Δηιδάμειαν δὲ θυγατέρα τοῦ Λυκομήδους ἔγημε καὶ γίγνεται αὐτοῖς Νεοπτόλεμος ὀνομασθεὶς τοῦτο διὰ νεότητα τοῦ Ἀχιλλέως, Ἀμπελουργός καθʼ ἣν ἐς τὸ πολεμεῖν ὥρμησεν. ἐνταῦθα τῷ Ἀχιλλεῖ διαιτωμένῳ παρεγίγνετο ἡ Θέτις καὶ ἐθεράπευε τὸν υἱόν, ὥσπερ αἱ θνηταὶ τῶν μητέρων, ξυλλεγομένου δὲ ἐς τὴν Αὐλίδα τοῦ στρατοῦ διεπόρθμευσεν αὐτὸν ἐς τὴν Φθίαν διὰ τὰ ἐπʼ αὐτῷ κεκλωσμένα τὸν Πηλέα ποιουμένη κύριον τοῦ παιδός, λέγεται δὲ καὶ ὅπλα ἐκποιῆσαι αὐτῷ, οἷα μήπω τις ἤνεγκε, ξὺν οἷς ἐς τὴν Αὐλίδα ἀφικόμενος ἐλπίδος τε ὑπέπλησε τὸν στρατὸν θεοῦ τε οὕτω τι ἐνομίσθη παῖς, ὡς θύειν αὐτοὺς τῇ Θέτιδι ἐπὶ θαλάττῃ καὶ προσκυνεῖν τὸν Ἀχιλλέα ᾅττοντα ἐν τοῖς ὅπλοις. ἠρόμην τὸν Πρωτεσίλεων καὶ περὶ τῆς μελίας, ὅ τι ἦν τὸ περὶ αὐτὴν θαῦμα, καί φησι μῆκος μὲν εἶναι τῇ μελίᾳ, ὃ μὴ ἄλλῃ αἰχμῇ, εὐθὺ δὲ τὸ ξύλον καὶ οὕτω τι ἐρρωμένον, ὡς μὴ ἂν κλασθῆναι, τὸ δὲ στόμα τῆς αἰχμῆς ἀδάμαντός τε εἶναι καὶ παντὸς διεκπαίειν, τὸν δὲ στύρακα ἐκ τοῦ ἐπὶ θάτερα ὀρειχάλκου ἐμβεβλῆσθαι, ἵνα πᾶσα δὴ ἀστράπτουσα ἐμπίπτοι. Φοῖνιξ τὰ δὲ ὅπλα, ὦ ἀμπελουργέ, πῶς φησιν αὐτῷ κεκοσμῆσθαι; Ἀμπελουργός οὐ τὸν Ὁμήρου τρόπον, ὦ ξένε· θεῖα μὲν γὰρ κἀκεῖνα ἐξευρῆσθαι τῷ Ὁμήρῳ πόλεις τε ἀναγράφοντι καὶ ἄστρα καὶ πολέμους καὶ γεωργίας καὶ γάμους καὶ ᾠδάς, ἀλλʼ ἐκεῖνα περὶ αὐτῶν φησιν· Ἀχιλλεῖ ὅπλα μὴ γεγονέναι ἄλλα ἢ ἃ ἐς Τροίαν ἤνεγκε, μηδὲ ἀπολωλέναι ποτὲ Ἀχιλλεῖ ὅπλα, μηδὲ τὸν Πάτροκλον ἐνδῦναι αὐτὰ παρὰ τὴν μῆνιν, ἀποθανεῖν μὲν γὰρ ἐν τοῖς ἑαυτοῦ ὅπλοις εὐδοκιμοῦντα τῇ μάχῃ καὶ ἁπτόμενον ἤδη τοῦ τείχους, τὰ δὲ τοῦ Ἀχιλλέως ἄσυλα μεῖναι καὶ ἀνάλωτα, οὐδὲ γὰρ ἐν τοῖς ὅπλοις τελευτῆσαι αὐτὸν, Ἀμπελουργός ἀλλὰ ἐς γάμον ἥκειν δοκοῦντα γυμνὸν ἀποθανεῖν ἐστεφανωμένον, ὥσπερ οἱ νυμφίοι, τὰ δὲ ὅπλα κατεσκευάσθαι μὲν ἄσημα καὶ σώφρονα, συγκεκρᾶσθαι δὲ αὐτοῖς ποίκιλμα ὕλης μεθιστάμενον ἐς αὐγὰς ἄλλοτε ἄλλας, ὅσας ἡ ἶρις, ὅθεν δοκεῖν αὐτὰ πέρα τέχνης καὶ Ἡφαίστου ᾅδεσθαι. Φοῖνιξ ἦ καὶ δείξεις αὐτόν, ἀμπελουργέ, καὶ ἀναγράψεις ἀπὸ τοῦ εἴδους; Ἀμπελουργός Τί δὲ οὐ μέλλω φιληκόου γέ σου τυγχάνων; τὴν μὲν δὴ κόμην ἀμφιλαφῆ αὐτῷ φησιν εἶναι καὶ χρυσοῦ ἡδίω καὶ εὐσχήμονα, ὅπη καὶ ὅπως κινοίη αὐτὴν ἢ ἄνεμος ἢ αὐτός, τὴν δὲ ῥῖνα οὔπω γρυπήν, ἀλλʼ οἷον μέλλουσαν, τὴν δὲ ὀφρὺν μηνοειδῆ, τὸν θυμὸν δὲ τὸν ἐν τοῖς ὄμμασι χαροποῖς οὖσιν ἡσυχάζοντος μὲν ἀναβάλλεσθαί τινα ὁρμήν, ὁρμήσαντος δὲ συνεκπηδᾶν τῇ γνώμῃ τοῖς τε ὁρῶσιν ἡδίω αὐτὸν σαίνεσθαι· πεπονθέναι γάρ τι τοὺς Ἀχαιοὺς πρὸς αὐτόν, οἷόν τι πρὸς τοὺς ἀλκίμους τῶν λεόντων, ἀσπαζόμενοι γὰρ αὐτοὺς ἐν ἡσυχίᾳ μᾶλλον αὐτοῖς χαίρομεν, ἐπὰν θυμοῦ ὑποπλησθέντες ἐπὶ σῦν ὁρμήσωσιν ἢ ταῦρον ἤ τι τῶν μαχίμων θηρίων. τὸ δὲ λῆμα τοῦ Ἀχιλλέως δηλοῦσθαί φησι καὶ παρὰ τοῦ αὐχένος, εἶναι γὰρ δὴ ὀρθὸν καὶ ἀνεστηκότα. δικαιότατον δʼ αὐτὸν ἡρώων γενέσθαι φύσει τε καὶ ξυνουσίᾳ τοῦ Χείρωνος. τό τοι διαβεβλῆσθαι πρὸς χρήματα ἐκεῖθεν τῷ Ἀχιλλεῖ φοιτῆσαι, διεβέβλητο γὰρ οὕτω πρὸς αὐτά, ὡς ἐκ τριῶν καὶ εἴκοσι πόλεων, ἃς αὐτὸς εἷλε, λαβεῖν μὲν πλεῖστα αἰχμάλωτα, μηδενὸς δὲ αὐτῶν ἡττηθῆναι πλὴν κόρης, ἣν οὐδὲ αὐτὸς ἑαυτῷ ἔδωκεν, ἀλλὰ τοὺς Ἀχαιοὺς ᾔτησεν, ἀδικίαν δὲ τοῖς Ἀχαιοῖς ἐπικαλοῦντος τοῦ Νέστορος, εἰ μὴ τὰ πλείω Ἀχιλλεὺς λήψοιτο ἐμὸν ἔστω ἔφη τὸ πλέον τῶν ἔργων, χρήμασι δὲ πλεονεκτείτω ὁ βουλόμενος. Ἀμπελουργός ἐπʼ ἐκείνης τῆς ἐκκλησίας, ὦ ξένε, καὶ ἡ πρὸς τὸν Ἀγαμέμνονα τῷ Ἀχιλλεῖ μῆνις ὑπὲρ τοῦ Παλαμήδους ἤρξατο, μνημονεύων γὰρ τῶν πόλεων, ἃς ἄμφω ἐξεῖλον, τοιαύτη μὲν εἶπεν ἡ τοῦ Παλαμήδους προδοσία, κἀμὲ δὲ κρινέτω ὁ βουλόμενος, ἀπὸ γὰρ τῶν αὐτῶν ἥκω. δεξαμένου δὲ ἐς ἑαυτὸν ταῦτα τοῦ Ἀγαμέμνονος καὶ λοιδορουμένου τῷ Ἀχιλλεῖ τοῦ τε Ὀδυσσέως εἰπόντος, ὡς εἴη προδοσία καὶ τὸ ὑπὲρ προδότου λέγειν, ἐκεῖνον μὲν ἀπήλασε τῆς ἐκκλησίας οὐδὲ τοῖς Ἀχαιοῖς φίλα εἰπόντα, καθικόμενος δὲ τοῦ Ἀγαμέμνονος λοιδορίαις πλείοσιν ἔξω βελῶν διῃτήσατο μήτε ἔργον τι πράττων ἐς τὸ κοινὸν φέρον μήτε φοιτῶν ἐς τὰ βουλεύματα, ὅτε δὴ ἀφίκοντο αὐτῷ λιταὶ παρὰ τοῦ Ἀγαμέμνονος ἐν παντὶ ἤδη τῶν Ἀχαιῶν ὄντων, ἐπρέσβευον δὲ αὐτὰς Αἴας τε καὶ Νέστωρ, ὁ μὲν διὰ τὸ ξυγγενές τε καὶ τὸ διηλλάχθαι ἤδη σφίσι μηνίσας ἐφʼ οἷς περ ὁ Ἀχιλλεὺς ἐμήνισεν, ὁ δὲ σοφίας τε ἕνεκα καὶ ἡλικίας, ἣν ἐτίμων οἱ Ἀχαιοὶ πάντες. ἐπεὶ δὲ τὸν γοῦν Πάτροκλον ξυμμαχῆσαί σφισι παρʼ αὐτοῦ εὕροντο, ὁ μὲν δράσας τε καὶ παθών, ὁπόσα Ὅμηρός φησιν, ἀπέθανε μαχόμενος τῇ Τροίᾳ ὑπὲρ τοῦ τείχους, ὁ δʼ ἔπραξε μὲν οὐδὲν ἀγεννὲς ἐπʼ αὐτῷ, οὐδὲ εἶπεν, ἀπολοφυράμενος δὲ αὐτὸν ἐρρωμένως καὶ θάψας, ὡς αὐτός τε ἐβούλετο κἀκείνῳ χαριεῖσθαι ᾤετο, ἐχώρει ἐπὶ τὸν Ἕκτορα. τὰς μὲν δὴ ὑπερβολάς, αἷς κέχρηται Ὅμηρος περί τε τοὺς ἀπολλυμένους αὐτοῖς ἅρμασιν, ὁπότε Ἀχιλλεὺς ἐφάνη,