<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0638.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="page" xml:base="urn:cts:greekLit:tlg0638.tlg004.perseus-grc2" n="725"><sp rend="merge"><speaker>Ἀμπελουργός</speaker><p><milestone unit="Olearius_page" resp="Olearius" n="725"/> περιεσκόπει δὲ τὰ ὅπλα. δορὰς δὲ παρδάλεων ἐνῆπτο τοῖς ὤμοις, αὐχμὸν δὲ προσιζάνειν ταῖς κόμαις οὐδὲ ὁπότε μάχοιτο, ἠνείχετο, ἔστιλβε δὲ καὶ τοὺς ὄνυχας τῶν χειρῶν, καὶ ὑπόγρυπος ἦν καὶ λευκὸς καὶ τὸ ὄμμα ἐγέγραπτο, ἡ δὲ ἑτέρα ὀφρὺς ὑπερῆρε τοῦ ὄμματος. Ἕλενος δὲ καὶ Δηίφοβος καὶ Πολυδάμας ξυνέβαινον μὲν ἀλλήλοις τὰς μάχας καὶ ταὐτὸν ἐφέροντο τῆς ῥώμης, εὐδόκιμοι δὲ τὰς ξυμβουλίας ἦσαν, ὁ δὲ Ἕλενος καὶ μαντικῆς ἥπτετο ἴσα τῷ Κάλχαντι. περὶ δὲ Εὐφόρβου τοῦ Πάνθου καὶ ὡς γένοιτό τις ἐν Τροίᾳ Εὔφορβος καὶ ἀποθάνοι ὑπὸ τοῦ Μενέλεω, τὸν Πυθαγόρου, οἶμαι, τοῦ Σαμίου λόγον  ἤκουσας· ἔλεγε γὰρ δὴ ὁ Πυθαγόρας Εὔφορβος γεγονέναι μεταφῦναί τε Ἴων μὲν ἐκ Τρωός, σοφὸς δὲ ἐκ πολεμικοῦ, κεκολασμένος δὲ ἐκ τρυφῶντος, τήν τε κόμην, ἣν σοφὸς γενόμενος ἐκόσμει τῷ αὐχμῷ, χρυσῆν ἐν Τροίᾳ ἐποιεῖτο, ὁπότʼ ἦν Εὔφορβος. ὁ δὲ Πρωτεσίλεως τὸν Εὔφορβον ἥλικα ἑαυτοῦ ἡγεῖται καὶ ἐλεεῖ καὶ ὁμολογεῖ τὸν Πάτροκλον ὑπʼ αὐτοῦ τρωθέντα παραδοθῆναι τῷ Ἕκτορι, εἰ δὲ ἐς ἄνδρας ἦλθεν, οὐδὲν ἄν φησιν αὐτὸν κακίω νομισθῆναι τοῦ Ἕκτορος. τὴν μέν γε ὥραν αὐτοῦ καὶ τοὺς <pb n="p.193"/> Ἀχαιούς φησι θέλγειν· ἐοικέναι γὰρ αὐτὸν ἀγάλματι, ὁπότε μάλιστα ἑαυτοῦ ὁ Ἀπόλλων ἀκερσεκόμης τε καὶ ἁβρὸς φαίνοιτο. ταῦτα, ξένε, περὶ τῶν Τρώων δίεισιν ὁ θεῖός τε καὶ ἀγαθὸς ἥρως. λοιπὸν δʼ ἡμῖν ἴσως τὸν τοῦ  Ἀχιλλέως ἀποτελέσαι λόγον, εἰ μὴ ἀπείρηκας πρὸς τὸ μῆκος. </p></sp><sp><speaker>Φοῖνιξ</speaker><p>εἰ οἱ τοῦ λωτοῦ παρʼ Ὁμήρῳ φαγόντες, ὦ  ἀμπελουργέ, προθύμως οὕτως προσέκειντο τῇ πόᾳ,</p></sp></div><div type="textpart" subtype="page" xml:base="urn:cts:greekLit:tlg0638.tlg004.perseus-grc2" n="726"><sp rend="merge"><speaker>Φοῖνιξ</speaker><p><milestone unit="Olearius_page" resp="Olearius" n="726"/> ὡς ἐκλελῆσθαι τῶν οἴκοι, μὴ ἀπίστει κἀμὲ προσκεῖσθαι  τῷ λόγῳ, καθάπερ τῷ λωτῷ, καὶ μήτʼ ἂν ἑκόντα ἀπελθεῖν ἐνθένδε, ἀπαχθηναί τε μόγις ἂν ἐπὶ τὴν ναῦν καὶ δεθῆναι δʼ αὖ ἐν αὐτῇ κλάοντα καὶ ὀλοφυρόμενον ἐπὶ τῷ μὴ ἐμπίπλασθαι τοῦ λόγου. καὶ γάρ με καὶ πρὸς τὰ τοῦ Ὁμήρου ποιήματα οὕτω  διατέθεικας, ὡς θεῖά τε αὐτὰ ἡγούμενον καὶ ʽοἷἀ πέρα ἀνθρώπου δόξαι νῦν ἐκπεπλῆχθαι μᾶλλον οὐκ ἐπὶ τῇ ἐποποιίᾳ μόνον, οὐδʼ εἴ τις ἡδονὴ διήκει σφῶν, ἀλλὰ πολλῷ μᾶλλον ἐπί τε τοῖς ὀνόμασι τῶν ἡρώων ἐπί τε τοῖς γένεσι καί, νὴ Δίʼ, ὡς ἕκαστος  αὐτῶν ἔλαχε τοῦ κτεῖναί τινα ἢ ἀποθανεῖν ὑφʼ ἑτέρου. τὸν μὲν γὰρ Πρωτεσίλεων δαίμονα ἤδη ὄντα οὐδὲν οἶμαι θαυμαστὸν εἰδέναι ταῦτα, Ὁμήρῳ δὲ πόθεν μὲν Εὔφορβος, πόθεν δὲ Ἕλενοί τε καὶ Δηίφοβοι καί, νὴ Δίʼ, ἐκ τῆς ἀντικειμένης στρατιᾶς οἱ πολλοὶ ἄνδρες,  οὓς ἐν καταλόγῳ φράζει; τὸ γὰρ μὴ ὑποτεθεῖσθαι ταῦτα τὸν Ὅμηρον, ἀλλὰ γεγονότων τε καὶ ἀληθινῶν ἔργων ἀπαγγελίαν ποιεῖσθαι μαρτυρεῖ ὁ Πρωτεσίλεως, πλὴν ὀλίγων, ἃ δοκεῖ μᾶλλον ἑκὼν μετασκευάσαι ἐπὶ τῷ ποικίλην τε καὶ ἡδίω ἀποφῆναι τὴν ποίησιν,  ὅθεν τὸ ὑπὸ ἐνίων λεγόμενον, ὡς Ἀπόλλων αὐτὰ ποιήσας τὸν Ὅμηρον ἐπέγραψε τῇ ποιήσει <pb n="p.194"/> σφόδρα μοι δοκεῖ ἐρρῶσθαι· τὸ γὰρ γιγνώσκειν ταῦτα θεῷ μᾶλλον ἢ ἀνθρώπῳ ἔοικεν. </p></sp><sp><speaker>Ἀμπελουργός</speaker><p>τὸ μὲν θεοὺς ἡγεμόνας εἶναι τοῖς ποιηταῖς,  ξένε, πάσης ᾠδῆς, αὐτοί που οἱ ποιηταὶ ὁμολογοῦσιν οἱ μὲν τὴν Καλλιόπην, οἱ δὲ πάσας, οἱ δὲ καὶ τὸν Ἀπόλλω πρὸς ταῖς ἐννέα παρατυχεῖν αἰτούμενοι τῷ λόγῳ, τὰ δὲ Ὁμήρου ταῦτα οὐκ ἀθεεὶ μὲν εἴρηται, οὐ μὴν Ἀπόλλωνί γε αὐτῷ ἢ Μούσαις αὐταῖς ᾖσται. </p></sp></div><div type="textpart" subtype="page" xml:base="urn:cts:greekLit:tlg0638.tlg004.perseus-grc2" n="727"><sp><speaker>Ἀμπελουργός</speaker><p>γέγονε γάρ, ξένε, γέγονε ποιητὴς Ὅμηρος καὶ ᾖδεν, <milestone unit="Olearius_page" resp="Olearius" n="727"/> ὡς μέν φασιν ἕτεροι μετὰ τέτταρα καὶ εἴκοσιν ἔτη τῶν Τρωικῶν, οἱ δὲ μετὰ ἑπτὰ καὶ εἴκοσι πρὸς ταῖς ἑκατόν, ὅτε τὴν ἀποικίαν οἱ Ἀθηναῖοι ἐς Ἰωνίαν ἔστειλαν, οἱ δὲ ἑξήκοντα καὶ ἑκατὸν ἔτη γεγονέναι μετὰ τὴν Τροίαν ἐπὶ Ὅμηρόν τέ φασι καὶ Ἡσίοδον, ὅτε δὴ ᾆσαι ἄμφω ἐν Χαλκίδι τὸν μὲν τὰ ἑπτὰ ἔπη τὰ περὶ τοῖν Αἰάντοιν καὶ ὡς αἱ φάλαγγες αὐτοῖς ἀραρυῖαί τε ἦσαν καὶ καρτεραί, τὸν δὲ τὰ πρὸς τὸν ἀδελφὸν τὸν ἑαυτοῦ Πέρσην, ἐν οἷς αὐτὸν ἔργων τε ἐκέλευσεν ἅπτεσθαι καὶ γεωργίᾳ προσκεῖσθαι, ὡς μὴ δέοιτο ἑτέρων, μηδὲ πεινῴη. καὶ ἀληθέστερα, ξένε, περὶ τῶν Ὁμήρου χρόνων ταῦτα, ξυντίθεται γὰρ αὐτοῖς ὁ Πρωτεσίλεως. δύο γοῦν ποιητῶν ὕμνον ποτὲ εἰπόντων ἐς αὐτὸν ἐνταυθοῖ καὶ ἀπελθόντων ἤρετό με ὁ ἥρως ἀφικόμενος, ὅτῳ αὐτῶν ψηφιζοίμην,  ἐμοῦ δὲ τὸν φαυλότερον ἐπαινέσαντος, καὶ γὰρ μᾶλλον ἔτυχέ με ᾑρηκώς, γελάσας ὁ Πρωτεσίλεως <q>καὶ Πανίδης</q>, εἶπεν <q>ἀμπελουργέ, ταὐτόν σοι πέπονθεν· Χαλκίδος γὰρ τῆς ἐπʼ Εὐρίπῳ βασιλεὺς ὢν ἐκεῖνος Ἡσιόδῳ κατὰ Ὁμήρου ἐψηφίσατο καὶ ταῦτα τὸ γένειον μεῖζον ἔχων ἢ σύ.</q> γέγονε μὲν δή, ξένε, ποιητὴς Ὅμηρος καὶ τὰ ποιήματα ἀνθρώπου ταῦτα καὶ τὰ ὀνόματα ᾔδει καὶ τὰ ἔργα ξυνελέξατο <pb n="p.195"/> μὲν ἐκ τῶν πόλεων, ἃς ἕκαστοι ἦγον, ἐπῆλθε μὲν γὰρ <del>περὶ</del> τὴν Ἑλλάδα μετὰ χρόνον τῶν Τρωικῶν οὔπω ἱκανὸν ἐξαμαυρῶσαι τὰ ἐν τῇ Τροίᾳ, ἔμαθε δὲ αὐτὰ καὶ τρόπον ἕτερον δαιμόνιόν τε καὶ σοφίας πρόσω· ἐς Ἰθάκην γάρ ποτε τὸν Ὅμηρον πλεῦσαί  φασιν ἀκούσαντα, ὡς πέπνυται ἔτι ἡ ψυχὴ τοῦ Ὀδυσσέως καὶ ψυχαγωγίᾳ ἐπʼ αὐτὸν χρήσασθαι, ἐπεὶ δὲ ἀνελθεῖν τὸν Ὀδυσσέα, ὁ μὲν ἠρώτα αὐτὸν <milestone unit="Olearius_page" resp="Olearius" n="728"/> τὰ ἐν Ἰλίῳ,</p></sp></div><div type="textpart" subtype="page" xml:base="urn:cts:greekLit:tlg0638.tlg004.perseus-grc2" n="728"><sp rend="merge"><speaker>Ἀμπελουργός</speaker><p>ὁ δὲ εἰδέναι μὲν πάντα ἔλεγε καὶ μεμνῆσθαι αὐτῶν, εἰπεῖν δʼ ἂν οὐδὲν ὧν οἶδεν, εἰ μὴ  μισθὸς αὐτῷ παρʼ Ὁμήρου γένοιτο εὐφημίαι τε ἐν τῇ ποιήσει καὶ ὕμνος ἐπὶ σοφίᾳ τε καὶ ἀνδρείᾳ. ὁμολογήσαντος δὲ τοῦ Ὁμήρου ταῦτα καὶ ὅ τι δύναιτο, χαριεῖσθαι αὐτῷ ἐν τῇ ποιήσει φήσαντος, διῄει Ὀδυσσεὺς πάντα ξὺν ἀληθείᾳ τε καὶ ὡς ἐγένετο,  ἥκιστα γὰρ πρὸς αἵματι καὶ βόθροις αἱ ψυχαὶ ψεύδονται. ἀπιόντος δὲ ἤδη τοῦ Ὁμήρου βοήσας ὁ Ὀδυσσεὺς <q>Παλαμήδης με</q> ἔφη <q>δίκας ἀπαιτεῖ τοῦ ἑαυτοῦ φόνου καὶ οἶδα ἀδικῶν καὶ πάντως μὲν πείσομαί τι, οἱ γὰρ θεμιστεύοντες ἐνταῦθα δεινοί,  Ὅμηρε, καὶ τὰ ἐκ Ποινῶν ἐγγύς, εἰ δὲ τοῖς ἄνω ἀνθρώποις μὴ δόξω εἰργάσθαι τὸν Παλαμήδην ταῦτα, ἧττόν με ἀπολεῖ τὰ ἐνταῦθα· μὴ δὴ ἄγε τὸν Παλαμήδην ἐς Ἴλιον, μηδὲ στρατιώτῃ χρῶ, μηδέ, ὅτι σοφὸς ἦν, εἴπῃς. ἐροῦσι μὲν γὰρ ἕτεροι ποηταί,  πιθανὰ δὲ οὐ δόξει μὴ σοὶ εἰρημένα</q>. αὕτη, ξένε, ἡ Ὀδυσσέως τε καὶ Ὁμήρου ξυνουσία, καὶ οὕτως Ὅμηρος τὰ ἀληθῆ μὲν ἔμαθε, μετεκόσμησε δὲ πολλὰ ἐς τὸ συμφέρον τοῦ λόγου, ὃν ὑπέθετο. </p></sp><sp><speaker>Φοῖνιξ</speaker><p>πατρίδα δὲ Ὁμήρου, ὦ ἀμπελουργέ, καὶ  τίνων ἐγένετο, ἤρου ποτὲ τὸν Πρωτεσίλεων; </p></sp><sp><speaker>Ἀμπελουργός</speaker><p>καὶ πολλάκις, ξένε.  <pb n="p.196"/> </p></sp><sp><speaker>Φοῖνιξ</speaker><p>ὁ δὲ τί; </p></sp><sp><speaker>Ἀμπελουργός</speaker><p>φησὶ μὲν εἰδέναι, Ὁμήρου δὲ παραλιπόντος  αὐτά, ἵνα αἱ σπουδαῖαι τῶν πόλεων πολίτην αὐτὸν σφῶν αὐτῶν ποιοῖντο, ἴσως δὲ καὶ θεσμοῦ Μοιρῶν ἐπὶ Ὁμήρῳ ὄντος, ἄπολιν αὐτὸν δοκεῖν, οὔτʼ ἂν ταῖς Μοίραις οὔτʼ ἂν ταῖς Μούσαις φίλα γε ἔφη <del>αὐτὸν</del> πράττειν, εἰ τοῦτʼ ἐκφέροι περιεστηκὸς λοιπὸν ἐς ἔπαινον τῷ Ὁμήρῳ. προστίθενται μὲν γὰρ αὐτῷ πᾶσαι μὲν πόλεις,</p></sp></div><div type="textpart" subtype="page" xml:base="urn:cts:greekLit:tlg0638.tlg004.perseus-grc2" n="729"><sp rend="merge"><speaker>Ἀμπελουργός</speaker><p>πάντα δὲ <milestone unit="Olearius_page" resp="Olearius" n="729"/> ἔθνη, καὶ δικάσαιντο δʼ ἂν περὶ αὐτοῦ πρὸς ἀλλήλας ἐγγράφουσαι τῷ Ὁμήρῳ ἑαυτὰς οἷον πολίτῃ. τοῦ δὲ μηδʼ ἂν τοῦτον σιωπῆσαι τὸν λόγον πρὸς σέ, ὦ Φοῖνιξ, μηδʼ ἂν κρύψαι, εἴπερ ἐγίγνωσκον αὐτόν, τεκμήριά σοι ἔστω, ἃ εἴρηκα, ἀφθόνως γὰρ οἶμαι διεληλυθέναι σοι, ὁπόσα οἶδα. </p></sp><sp><speaker>Φοῖνιξ</speaker><p>πιστεύω, ἀμπελουργέ, καὶ ἑπώμεθα τῷ λόγῳ, διʼ ὃν σιωπᾶται ταῦτα. τὸν δὲ Ἀχιλλέα ὥρα σοι ἀναφαίνειν, εἰ μὴ καὶ ἡμᾶς ἐκπλήξει, ὥσπερ τοὺς Τρῶας, ὅτε ἔλαμψεν ἐπʼ αὐτοὺς ἀπὸ τῆς τάφρου. </p></sp><sp><speaker>Ἀμπελουργός</speaker><p>μὴ δέδιθι τὸν Ἀχιλλέα, ὦ ξένε, παιδὶ γὰρ ἐντεύξῃ αὐτῷ παρὰ τὴν πρώτην τοῦ λόγου. </p></sp><sp><speaker>Φοῖνιξ</speaker><p>μεγάλα δώσεις διεξελθὼν αὐτὸν ἐκ νηπίου· μετὰ ταῦτα γὰρ ὁπλιζομένῳ που ἐντευξόμεθα καὶ μαχομένῳ. </p></sp><sp><speaker>Ἀμπελουργός</speaker><p>οὕτως ἔσται καὶ πάντα φήσεις τὰ Ἀχιλλέως  εἰδέναι. ἤκουσα δὲ περὶ αὐτοῦ τοιαῦτα· Πηλεῖ φάσμα ἐφοίτα θαλαττίας δαίμονος καὶ ἐρῶσα αὐτοῦ, οἶμαι, ἡ δαίμων ξυνῆν τῷ Πηλεῖ ἐν Πηλίῳ, αἰδοῖ τοῦ ὁμίλου οὔπω τὰ ἑαυτῆς λέγουσα, οὐδὲ ὁπόθεν ἥκοι· γαλήνης δὲ ἐπεχούσης τὴν θάλατταν ἡ μὲν ἔτυχεν ἐπὶ δελφίνων τε καὶ ἱπποκάμπων ἀθύρουσα, ὁ δὲ ἐκ περιωπῆς τοῦ Πηλίου ὁρῶν ταῦτα ξυνῆκε <pb n="p.197"/> τῆς θεοῦ καὶ ἔδεισεν ἥκουσαν· ἡ δὲ ἐς θάρσος ἦγε τὸν Πηλέα Ἠοῦς τε μνημονεύουσα, ὡς Τιθωνοῦ ἤρα, καὶ Ἀφροδίτης, ὡς ἥττητο τοῦ Ἀγχίσου, καὶ <milestone unit="Olearius_page" resp="Olearius" n="730"/> σελήνης, ὡς Ἐνδυμίωνι ἐπεφοίτα καθεύδοντι.</p></sp></div></div></body></text></TEI>