<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0638.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="page" xml:base="urn:cts:greekLit:tlg0638.tlg004.perseus-grc2" n="720"><sp rend="merge"><speaker>Ἀμπελουργός</speaker><p>ὡς ἄρʼ ἐκόμα ποταμῷ Ἰλισσῷ τῷ Ἀθήνησι  καὶ ἠγάπων αὐτὸν οἱ ἐν Τροίᾳ Ἀθηναῖοι καὶ ἡγεμόνα ἡγοῦντο καὶ ὅ τι εἴποι, ἔπραττον ἠττίκιζέ τε, ἅτε, οἶμαι, Σαλαμῖνα οἰκῶν, ἣν Ἀθηναῖοι δῆμον πεποίηνται, παῖδά τε αὐτῷ γενόμενον, ὃν Εὐρυσάκην οἱ Ἀχαιοὶ ἐκάλουν, τήν τε ἄλλην ἔτρεφε  τροφὴν, ἣν Ἀθηναῖοι ἐπαινοῦσι καὶ ὅτε Ἀθήνησιν οἱ παῖδες ἐν μηνὶ ἀνθεστηριῶνι στεφανοῦνται τῶν ἀνθέων τρίτῳ ἀπὸ γενεᾶς ἔτει, κρατῆράς τε τοὺς ἐκεῖθεν ἐστήσατο καὶ ἔθυσεν, ὅσα Ἀθηναίοις ἐν νόμῳ, μεμνῆσθαι δὲ καὶ αὐτὸν ἔφασκε τουτωνὶ  τῶν Διονυσίων κατὰ Θησέα. ὁ δὲ τοῦ θανάτου  λόγος, ὃν ὑφʼ ἑαυτοῦ ἀποσφαγεὶς ἀπέθανεν, ἀληθὴς μέν, ἐλεεινὸς δὲ καὶ Ὀδυσσεῖ τάχα, τά τε ἐν Ἅιδου <quote rend="blockquote"><lb/>μὴ ὄφελον νικᾶν τοιῷδʼ ἐπʼ ἀέθλῳ· <lb/>τοίην γὰρ κεφαλὴν ἕνεκʼ αὐτῶν γαῖα κατέσχεν  </quote> ἐκεῖ μὲν οὔ φησιν εἰρῆσθαι τῷ Ὀδυσσεῖ, μὴ γὰρ καταβῆναι αὐτὸν ζῶντα, πάντως δὲ εἰρῆσθαί που. <pb n="p.188"/> πιθανὸν γὰρ που παθεῖν τι καὶ τὸν Ὀδυσσέα καὶ ἀπεύξασθαι τὴν ἑαυτοῦ νίκην ἐλέῳ τοιοῦδε ἀνδρὸς ἐπʼ αὐτῇ ἀποθανόντος. ἐπαινῶν δὲ ὁ Πρωτεσίλεως τοῦ Ὁμήρου ταῦτα πολὺ μᾶλλον ἐπαινεῖ τὸ ἐπʼ αὐτῷ ἔπος, ἐν ᾧ φησι <quote rend="blockquote"><lb/>παῖδες δὲ Τρώων δίκασαν </quote> καὶ γὰρ τῶν. Ἀχαιῶν ἀφεῖλε τὴν ἄδικον κρίσιν καὶ δικαστὰς ἐκάθισεν, οὓς εἰκὸς ἦν καταψηφίσασθαι τοῦ Αἴαντος, συγγενὲς γὰρ φόβῳ μῖσος.</p></sp></div><div type="textpart" subtype="page" xml:base="urn:cts:greekLit:tlg0638.tlg004.perseus-grc2" n="721"><sp rend="merge"><speaker>Ἀμπελουργός</speaker><p>μανέντα <milestone unit="Olearius_page" resp="Olearius" n="721"/> δὲ αὐτὸν οἱ μὲν Τρῶες ἔδεισαν πλείω ἢ εἰώθεσαν, μὴ προσβαλὼν τῷ τείχει ῥήξῃ αὐτό, καὶ ηὔχοντο Ποσειδῶνί τε καὶ Ἀπόλλωνι, ἐπειδὴ ἐς τὸ τεῖχος ἐθήτευσαν, προβεβλῆσθαι τῶν περγάμων τοῦ ἄστεος καὶ σχεῖν τὸν Αἴαντα, εἰ τῶν ἐπάλξεων ἅπτοιτο, οἱ  δὲ Ἕλληνες οὐκ ἐπαύοντο ἀγαπῶντες αὐτόν, ἀλλὰ πένθος τε τὴν τοῦ Αἴαντος μανίαν ἐποιοῦντο καὶ τὰ μαντεῖα δὲ ἱκέτευον χρῆσαι, πῶς ἂν μεταβάλοιτο καὶ ἐς νοῦν ἔλθοι, ἐπεὶ δὲ ἀποθανόντα εἶδον καὶ περὶ τῷ ξίφει κείμενον, ᾤμωξαν μὲν οὕτως ἀθρόον, ὡς ἀνήκοοι γενέσθαι μηδὲ τῷ Ἰλίῳ, προὔθεντο δὲ Ἀθηναῖοι τὸ σῶμα καὶ Μενεσθεὺς ἐπʼ αὐτῷ λόγον ἠγόρευσεν, ᾧ νομίζουσι τιμᾶν Ἀθήνησι τοὺς ἐκ τῶν πολεμίων τελευτῶντας. ἔργον ἐνταῦθα εὐδόκιμον τοῦ Ὀδυσσέως ὁ Πρωτεσίλεως οἶδε· προκειμένῳ γὰρ τῷ Αἴαντι τὰ ὅπλα ἐπενεγκὼν τοῦ Ἀχιλλέως καὶ δακρύσας <q>θάπτου τοι</q> ἔφη <q>ἐν οἷς ἠγάπησας καὶ τὴν νίκην τὴν ἐπʼ αὐτοῖς ἔχε μηδὲν ἐς μῆνιν βαλόμενος.</q> ἐπαινούντων δὲ τῶν Ἀχαιῶν τὸν Ὀδυσσέα ἐπῄνει μὲν καὶ ὁ Τεῦκρος, τὰ δὲ ὅπλα παρῃτεῖτο, μὴ γὰρ ὅσια εἶναι ἐντάφια τὰ τοῦ θανάτου αἴτια. ἔθαψαν δὲ αὐτὸν καταθέμενοι ἐς τὴν γῆν τὸ σῶμα ἐξηγουμένου Κάλχαντος, ὡς οὐχ ὅσιοι πυρὶ θάπτεσθαι οἱ ἑαυτοὺς ἀποκτείναντες. <pb n="p.189"/> Τὸν δὲ Τεῦκρον νέον μὲν ἡγοῦ, μέγεθος δὲ καὶ εἶδος καὶ ῥώμην ἐν τοῖς μέσοις τῶν Ἀχαιῶν ἔχειν. </p></sp><sp><speaker>Φοῖνιξ</speaker><p>τὰ δὲ τῶν Τρώων γιγνώσκει ὁ Πρωτεσίλεως,  ἀμπελουργέ, ἢ οὐκ ἀξιοῖ μνημονεύειν αὐτῶν, ὡς μὴ ἄξιοι σπουδῆς φαίνοιντο;  </p></sp><sp><speaker>Ἀμπελουργός</speaker><p>οὐκ ἔστι, ξένε, τὸ τοῦ Πρωτεσίλεω τοιοῦτον, ἄπεστι γὰρ αὐτοῦ φθόνος. ἀπαγγέλλει δὲ δὴ καὶ τὰ τῶν Τρώων ἐσπουδακυίᾳ τῇ γνώμῃ, φησὶ γὰρ κἀκείνους πολὺν πεποιῆσθαι λόγον ἀρετῆς. δίειμι δέ σοι πρὸ τοῦ Ἀχιλλείου λόγου ταῦτα, εἰ γὰρ μετʼ  ἐκεῖνον λέγοιτο, οὐ θαυμαστὰ εἶναι δόξει. </p></sp></div><div type="textpart" subtype="page" xml:base="urn:cts:greekLit:tlg0638.tlg004.perseus-grc2" n="722"><sp rend="merge"><speaker>Ἀμπελουργός</speaker><p><milestone unit="Olearius_page" resp="Olearius" n="722"/> ἐπαινῶν τοίνυν τὸν Ἕκτορα ὁ Πρωτεσίλεως  ἐπαινεῖ καὶ τὸν Ὁμήρου ἐπʼ αὐτῷ λόγον· ἄριστα γὰρ τὸν Ὅμηρον τάς τε ἡνιοχήσεις αὐτοῦ διελθεῖν καὶ τὰς μάχας καὶ τὰς βουλὰς καὶ τὸ μὴ ἐπʼ ἄλλῳ, ἀλλʼ  ἐπʼ αὐτῷ εἶναι τὴν Τροίαν, καὶ ὁπόσα δὲ κομπάζει ὲν τῇ τοῦ Ὁμήρου ποιήσει ὁ Ἕκτωρ ἀπειλῶν τοῖς Ἀχαιοῖς τὸ ἐπὶ τὰς ναῦς πῦρ, πάνυ φησὶν ἐοικέναι τῇ φορᾷ τοῦ ἥρω, πολλὰ γὰρ τοιαῦτα λέγειν αὐτὸν ἐν ταῖς μάχαις, ἐκπληκτικώτατα δὲ ἀνθρώπων βλέψαι  καὶ φθέγξασθαι μέγα. εἶναι δὲ τοῦ μὲν Τελαμωνίου μείω, κακίω δὲ οὐδὲν τὰς μάχας, ἐν αἷς ἐνδείκνυσθαί τι αὐτὸν καὶ τῆς τοῦ Ἀχιλλέως θερμότητος. διεβέβλητο δὲ πρὸς τὸν Πάριν ὡς δειλὸν καὶ ἥττω τοῦ κοσμεῖσθαι· τό τοι κομᾶν καίτοι σπουδαζόμενον  βασιλεῦσί τε καὶ βασιλέων παισὶν ἀνάξιον ἑαυτοῦ δι’ ἐκεῖνον ἡγεῖτο. τὰ δὲ ὦτα κατεαγὼς ἦν οὐχ ὑπὸ πάλης, τουτὶ γάρ, ὡς ἔφην, οὔτʼ αὐτὸς ἐγίγνωσκεν οὔθʼ οἱ βάρβαροι, ἀλλὰ ταύροις ἀντήριζε καὶ τὸ συμπλέκεσθαι τοῖς θηρίοις τούτοις πολεμικὸν ἡγεῖτο·  παλαίοντος μὲν γὰρ καὶ ταῦτα ἦν, ὁ δὲ τοῦτο μὲν ἠγνόει πράττων, τὸ δὲ ὑφίστασθαι μυκωμένους καὶ <pb n="p.190"/> θαρσεῖν τὰς αἰχμὰς τῶν κεράτων καὶ ἀπαυχενίσαι ταῦρον καὶ τρωθεὶς ὑπʼ αὐτοῦ μὴ ἀπειπεῖν ὑπὲρ μελέτης τῶν πολεμικῶν ἤσκει. τὸ μὲν δὴ ἄγαλμα τὸ ἐν Ἰλίῳ νέον τὸν Ἕκτορα καὶ μειρακιώδη φέρει, ὁ Πρωτεσίλεως δὲ γενέσθαι μὲν αὐτὸν κἀκείνου ἡδίω φησὶ καὶ μείζω, ἀποθανεῖν δὲ τριακοντούτην ἴσως, οὐ μὴν φεύγοντα ἢ παρεικότα τὰς χεῖρας, ταυτὶ γὰρ συκοφαντεῖσθαι τὸν Ἕκτορα ὑπὸ τοῦ Ὁμήρου, ἀλλὰ καρτερῶς ἀγωνισάμενον καὶ μόνον τῶν Τρώων καταμείναντα ἔξω τοῦ τείχους πεσεῖν ὀψὲ τῆς μάχης,</p></sp></div><div type="textpart" subtype="page" xml:base="urn:cts:greekLit:tlg0638.tlg004.perseus-grc2" n="723"><sp rend="merge"><speaker>Ἀμπελουργός</speaker><p><milestone unit="Olearius_page" resp="Olearius" n="723"/> ἀποθανόντα δὲ ἑλχθῆναι μὲν ἀνηρτημένον τοῦ ἅρματος, ἀποδοθῆναι δέ, ὡς Ὁμήρῳ εἴρηται. Αἰνείαν δὲ μάχεσθαι μὲν τούτου ἧττον, συνέσει δὲ περιεῖναι τῶν Τρώων, ἀξιοῦσθαι δὲ τῶν αὐτῶν Ἕκτορι, τὰ δὲ τῶν θεῶν εὖ εἰδέναι, ἃ δὴ ἐπέπρωτο αὐτῷ Τροίας ἁλούσης, ἐκπλήττεσθαι δὲ ὑπʼ οὐδενὸς φόβου, τὸ γὰρ ἔννουν τε καὶ λελογισμένον ἐν αὐτοῖς μάλιστα τοῖς φοβεροῖς ἔχειν. ἐκάλουν δὲ οἱ Ἀχαιοὶ τὸν μὲν Ἕκτορα χεῖρα τῶν Τρώων, τὸν δὲ Αἰνείαν νοῦν, καὶ πλείω παρέχειν αὐτοῖς πράγματα Αἰνείαν σωφρονοῦντα ἢ μεμηνότα Ἕκτορα. ἤστην δὲ ἰσήλικές τε καὶ ἰσομήκεις. τὸ δὲ εἶδος τοῦ Αἰνείου φαιδρὸν μὲν ἧττον ἐφαίνετο, καθεστηκότι δὲ ἐῴκει μᾶλλον ἐκόμα τε ἀνεπαχθῶς, οὐ γὰρ ἤσκει τὴν κόμην οὐδὲ ὑπέκειτο αὐτῇ, ἀλλὰ μόνην τὴν ἀρετὴν ἐποιεῖτο κόσμημα. σφοδρὸν δὲ οὕτω τι ἔβλεπεν, ὥστε ἀποχρῶν εἶναί οἱ πρὸς τοὺς ἀτακτοῦντας καὶ αὐτὸ τὸ βλέψαι. Σαρπηδόνα δὲ Λυκία μὲν ἤνεγκε, Τροία δὲ  ἦρεν, ἦν μὲν γὰρ κατὰ τὸν Αἰνείαν τὰς μάχας, ἦγε δὲ Λυκίους ξύμπαντας καὶ ἀρίστω ἄνδρε Γλαῦκόν τε καὶ Πάνδαρον, ἦν δὲ αὐτοῖν ὁ μὲν ὁπλιτεύειν <pb n="p.191"/> εὐδόκιμος, ὁ δὲ Πάνδαρος τὸν Ἀπόλλω τὸν Λύκιον ἐπιστάντα οἱ μειρακίῳ ἔτι κοινωνῆσαι ἔφη τοῦ τοξεύειν, καὶ ηὔχετο ἀεὶ τῷ Ἀπόλλωνι, ὅτε τοῦ τόξου ἐπὶ μεγάλῳ ἅπτοιτο καὶ πανστρατιᾷ δὲ ὁ Πρωτεσίλεως ἀπαντῆσαί φησι τῷ Σαρπηδόνι τοὺς Τρῶας,  πρὸς γὰρ τῇ ἀνδρείᾳ καὶ τῷ εἴδει θείῳ τε καὶ γενναίῳ ὄντι ἀνήρτητο τοὺς Τρῶας καὶ τῷ λόγῳ τῷ <milestone unit="Olearius_page" resp="Olearius" n="724"/> περὶ τοῦ γένους· </p></sp></div><div type="textpart" subtype="page" xml:base="urn:cts:greekLit:tlg0638.tlg004.perseus-grc2" n="724"><sp rend="merge"><speaker>Ἀμπελουργός</speaker><p>ἀπὸ Διὸς μὲν γὰρ Αἰακίδας τε ᾅδεσθαι καὶ Δαρδανίδας καὶ τοὺς Ταντάλου, τὸ δὲ αὐτοῦ Διὸς γεγονέναι μόνῳ τῶν ὑπὲρ Τροίας τε καὶ  ἐπὶ Τροίαν ἐλθόντων ἐκείνῳ ὑπάρξαι, τουτὶ δὲ καὶ τὸν Ἡρακλέα μείζω ποιῆσαι καὶ θαυμασιώτερον τοῖς ἀνθρώποις. ἀποθανεῖν δέ, ὡς Ὁμήρῳ εἴρηται, καὶ εἷναι ἀμφὶ τὰ τετταράκοντα ἔτη καὶ τάφου ἐν Λυκίᾳ τυχεῖν, ἐς ὃν παρέπεμψαν οἱ Λύκιοι δεικνύντες τὸν  νεκρὸν τοῖς ἔθνεσι, διʼ ὧν ἤγετο. ἐσκεύαστο δὲ ἀρώμασι καὶ ἐῴκει καθεύδοντι, ὅθεν οἱ ποιηταὶ πομπῷ φασιν αὐτὸν τῷ Ὕπνῳ χρήσασθαι. </p></sp><sp><speaker>Ἀμπελουργός</speaker><p>ἄκουε καὶ τὰ τοῦ Ἀλεξάνδρου τοῦ Πάριδος,  εἰ μὴ ἄχθῃ αὐτῷ σφόδρα.  </p></sp><sp><speaker>Φοῖνιξ</speaker><p>ἄχθομαι μέν, οὐ χεῖρον δὲ ἀκοῦσαι. </p></sp><sp><speaker>Ἀμπελουργός</speaker><p>φησὶ τοίνυν τὸν Ἀλέξανδρον Τρωσὶ μὲν ἀπηχθῆσθαι πᾶσι, κακὸν δʼ οὐκ εἶναι τὰ πολέμια, τὸ δὲ εἶδος ἥδιστον ἐπίχαρίν τε τὴν φωνὴν καὶ τὸ ἦθος, ἅτε τῇ Πελοποννήσῳ ἐπιμίξαντα, μάχεσθαι δὲ πάντας  τρόπους καὶ τὴν ἐπιστήμην, ὁπόση τόξων, μὴ λείπεσθαι τοῦ Πανδάρου. καὶ πλεῦσαι μὲν ἐς τὴν Ἑλλάδα ἔφηβον, ὅτε δὴ ξένον τοῦ Μενέλεω γενέσθαι αὐτὸν καὶ τὴν Ἑλένην ἑλεῖν τῷ εἴδει, ἀποθανεῖν δὲ οὔπω τριακοντούτην. γάνυσθαι δὲ τῷ ἑαυτοῦ κάλλει καὶ περιβλέπεσθαι  μὲν ὑφʼ ἑτέρων, περιβλέπειν δὲ καὶ ἑαυτόν, ὅθεν χαριέστατα ὁ ἥρως ἐς αὐτὸν παίζει· <pb n="p.192"/> τοῦτον γὰρ τὸν ταώ, χαίρει δὲ ὁ Πρωτεσίλεως τῇ ἄνθῃ καὶ τῇ ὥρᾳ τοῦ ὄρνιθος, ἰδών ποτε ὑπερανεστηκότα καὶ περιβεβλημένον τὰ πτερὰ περιβλέποντά  τε αὐτὰ καὶ καθαίροντα, ἔστι δʼ ἃ καὶ διατιθέντα, ἵνʼ, ὥσπερ οἱ τῶν λίθων ὅρμοι, κεκοσμημένα φαίνοιτο, <q>ἰδού</q>, ἔφη <q>οὗ πρῴην ἐμνημονεύομεν, Πάρις ὁ τοῦ Πριάμου</q>. ἐμοῦ δὲ ἐρομένου αὐτὸν <q>τί ἔοικεν ὁ ταὼς τῷ Πάριδι;</q> <q>τὸ φίλαυτον</q> εἶπεν. καὶ γὰρ δὴ κἀκεῖνος κόσμου ἕνεκεν περιήθρει μὲν ἑαυτόν,</p></sp></div></div></body></text></TEI>