<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0638.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="page" xml:base="urn:cts:greekLit:tlg0638.tlg004.perseus-grc2" n="715"><sp rend="merge"><speaker>Ἀμπελουργός</speaker><p>οὐδὲ οἰκτρόν τι εἰπεῖν <milestone unit="Olearius_page" resp="Olearius" n="715"/> <pb n="p.183"/> οὐδὲ ὀδύρασθαι, ἀλλʼ εἰπὼν <q>ἐλεῶ σε, ἀλήθεια, σὺ γὰρ ἐμοῦ προαπόλωλας</q> ὑπέσχε τὴν κεφαλὴν τοῖς λίθοις οἷον ξυνιείς, ὅτι ἡ δίκη πρὸς αὐτοῦ ἔσται. </p></sp><sp><speaker>Φοῖνιξ</speaker><p>ἔστι καὶ τὸν Παλαμήδην ἰδεῖν, ἀμπελουργέ, καθάπερ καὶ τὸν Νέστορα εἶδον καὶ τὸν Σθένελον ἢ  οὐδὲν περὶ τῆς ἰδέας αὐτοῦ ὁ Πρωτεσίλεως ἑρμηνεύει; </p></sp><sp><speaker>Ἀμπελουργός</speaker><p>ὑπάρχει, ξένε, καὶ ὅρα· μέγεθος μὲν τοίνυν  αὐτὸν κατὰ Αἴαντα τὸν μείζω γενέσθαι, κάλλος δὲ Ἀχιλλεῖ τε ἁμιλλᾶσθαι καὶ Ἀντιλόχῳ καὶ ἑαυτῷ φησιν ὁ Πρωτεσίλεως καὶ Εὐφόρβῳ τῷ Τρωί, γένεια  μὲν γὰρ αὐτῷ ἁπαλὰ ἐκφύεσθαι καὶ ξὺν ἐπαγγελίᾳ βοστρύχων, τὴν κόμην δὲ ἐν χρῷ εἶναι, τὰς δὲ ὀφρῦς ἐλευθέρας τε καὶ ὀρθὰς καὶ ξυμβαλλούσας πρὸς τὴν ῥῖνα τετράγωνόν τε οὖσαν καὶ εὖ βεβηκυῖαν. τὸν δὲ τῶν ὀφθαλμῶν νοῦν ἐν μὲν ταῖς  μάχαις ἄτρεπτόν τε φαίνεσθαι καὶ γοργόν, ἐν δὲ τῇ ἡσυχίᾳ φιλέταιρόν τε καὶ εὐπροσήγορον τὰς βολάς, λέγεται δὲ καὶ μεγίστοις ἀνθρώπων ὀφθαλμοῖς χρήσασθαι. καὶ μὴν καὶ γυμνόν φησι τὸν Παλαμήδην μέσα φέρεσθαι βαρέος ἀθλητοῦ καὶ κούφου καὶ  αὐχμὸν περὶ τῷ προσώπῳ ἔχειν πολὺν ἡδίω τῶν Εὐφόρβου πλοκάμων τῶν χρυσῶν· αὐχμοῦ δὲ ἐπεμεμέλητο ὑπὸ τοῦ καθεύδειν τε, ὡς ἔτυχεν, αὐλίζεσθαί τε πολλάκις ἐν τῇ ἀκρωνυχίᾳ τῆς Ἴδης ἐν σχολῇ τῶν πολεμικῶν· τὴν γὰρ κατάληψιν τῶν μετεώρων  ἐντεῦθεν ἀπὸ τῶν ὑψηλοτάτων οἱ σοφοὶ ποιοῦνται. ἦγε δὲ ἐς Ἴλιον οὔτε ναῦν οὔτε ἄνδρα,  ἀλλʼ ἐν πορθμείῳ ξὺν Οἴακι τῷ ἀδελφῷ ἔπλευσε πολλῶν, φασί, βραχιόνων ἀντάξιον ἑαυτὸν ἡγούμενος. οὐδὲ ἀκόλουθος ἦν αὐτῷ οὐδὲ θεράπων  <milestone unit="Olearius_page" resp="Olearius" n="716"/> οὐδὲ Τέκμησσά τις ἢ Ἶφις λούουσά τε καὶ στρωννῦσα τὸ λέχος, </p></sp></div><div type="textpart" subtype="page" xml:base="urn:cts:greekLit:tlg0638.tlg004.perseus-grc2" n="716"><sp rend="merge"><speaker>Ἀμπελουργός</speaker><p>ἀλλʼ αὐτουργὸς βίος καὶ ἔξω τοῦ <pb n="p.184"/> κατεσκευάσθαι. εἰπόντος γοῦν ποτε πρὸς αὐτὸν Ἀχλλέως <q>ὦ Παλάμηδες, ἀγροικότερος φαίνῃ τοῖς πολλοῖς, ὅτι μὴ πέπασαι τὸν θεραπεύσοντα</q> <q>τί οὖν, ὦ Ἀχιλλεῦ, ταῦτα;</q> ἔφη τὼ χεῖρε προτείνας ἄμφω. διδόντων δὲ αὐτῷ τῶν Ἀχαιῶν ἐκ δασμοῦ χρήματα καὶ κελευόντων αὐτὸν πλουτεῖν <q>οὐ λαμβάνω</q>,  ἔφη <q>κἀγὼ γὰρ ὑμᾶς κελεύω πένεσθαι καὶ οὐ πείθεσθε</q>. ἐρομένου δέ ποτε αὐτὸν Ὀδυσσέως ἐξ ἀστρονομίας ἥκοντα <q>τί πλέον ἡμῶν ὁρᾷς ἐν τῷ οὐρανῷ;</q> <q>τοὺς κακοὺς</q> εἶπεν. ἀμείνων δʼ ἂν ἦν τοὺς Ἀχαιοὺς ἐκδιδάξας, ὅτῳ ποτὲ τῶν τρόπων φανεροὶ οἱ κακοί· οὐ γὰρ ἂν προσήκαντο τὸν Ὀδυσσέα  ἐπαντλοῦντα αὐτῷ ψευδεῖς οὕτω καὶ πανούργους τέχνας. τὸ δὲ λεγόμενον πῦρ ὑπὸ Ναυπλίου περὶ κοίλην Εὔβοιαν ἐπὶ τοὺς Ἀχαιοὺς ἀρθῆναι ἀληθές τέ φησιν εἶναι καὶ ὑπὲρ Παλαμήδους ἐκ Μοιρῶν πεπρᾶχθαι καὶ Ποσειδῶνος, ἴσως, ξένε, μηδὲ βουλομένης τῆς Παλαμήδους ταῦτα ψυχῆς, σοφὸς γὰρ ὢν ξυνεγίγνωσκέ που αὐτοῖς τῆς ἀπάτης. ἔθαψαν δὲ αὐτὸν Ἀχιλλεύς τε καὶ Αἴας ἐς τὴν ὅμορον τῇ Τροίᾳ τῶν Αἰολέων ἤπειρον, ὑφʼ ὧν καὶ ἱερὸν αὐτῷ τι ἐξῳκοδόμηται μάλα ἀρχαῖον καὶ ἄγαλμα Παλαμήδους ἵδρυται γενναῖόν τε καὶ εὔοπλον, καὶ θύουσιν αὐτῷ ξυνιόντες οἱ τὰς ἀκταίας οἰκοῦντες πόλεις. μαστεύειν δὲ χρὴ τὸ ἱερὸν κατὰ Μήθυμνάν τε καὶ Λεπέτυμνον, ὄρος δὲ τοῦτο ὑψηλὸν ὑπερφαίνεται τῆς Λέσβου. τὰ δὲ Ὀδυσσέως οὑτωσὶ φράζει· γενέσθαι μὲν αὐτὸν ῥητορικώτατον καὶ δεινόν, εἴρωνα δὲ καὶ ἐραστὴν φθόνου καὶ τὸ κακόηθες ἐπαινοῦντα <milestone unit="Olearius_page" resp="Olearius" n="717"/> κατηφῆ τε ἀεὶ καὶ οἷον ἐπεσκεμμένον,</p></sp></div><div type="textpart" subtype="page" xml:base="urn:cts:greekLit:tlg0638.tlg004.perseus-grc2" n="717"><sp rend="merge"><speaker>Ἀμπελουργός</speaker><p>τὰ πολέμιά τε δοκοῦντα μᾶλλον γενναῖον ἢ ὄντα, οὐ μὴν ἐπιστήμονα <pb n="p.185"/> ὁπλίσεως ἢ τοῦ τάξαι ναυμαχίας τε καὶ τειχομαχίας καὶ αἰχμῆς καὶ τόξων ἕλξεως. τὰ δὲ ἔργα αὐτοῦ εἶναι πολλὰ μέν, οὐ μὴν θαυμάσαι ἄξια πλὴν ἑνός, τοῦ ἐς τὸν ἵππον τὸν κοῖλον, οὗ τέκτων μὲν Ἐπειὸς σὺν Ἀθηνᾷ ἐγένετο, Ὀδυσσεὺς δὲ εὑρετής,  καὶ ἐν αὐτῷ δὲ λέγεται τῷ λόχῳ θαρσαλεώτερος ὀφθῆναι τοῦ πλήρωματος. ἐς Ἴλιον μὲν οὖν παρηβηκὼς  ἦλθεν, ἐς Ἰθάκην δὲ γεγηρακώς· μακροτέρᾳ γὰρ ἐχρήσατο τῇ ἄλῃ διὰ τὸν πόλεμον, ὃς πρὸς τοὺς Κίκονας αὐτῷ διεπολεμήθη κατατρέχοντι τὰ  ἐπὶ θαλάττῃ τοῦ Ἰσμάρου. τὰ γὰρ Πολυφήμου καὶ Ἀντιφάτου καὶ Σκύλλης καὶ τὰ ἐν Αἵδου καὶ ὁπόσα αἱ Σειρῆνες ᾖδον, οὐδὲ ἀκούειν ξυγχωρεῖ ὁ Πρωτεσίλεως, ἀλλʼ ἐπαλείφειν ἡμᾶς κηρὸν τοῖς ὠσὶ καὶ παραιτεῖσθαι αὐτὰ οὐχ ὡς οὐ πλέα ἡδονῆς καὶ ψυχαγωγῆσαι  ἱκανά, ἀλλʼ ὡς ἀπίθανά τε καὶ παρευρημένα, καὶ τὴν νῆσον δὲ τὴν Ὠγυγίαν καὶ τὴν Αἰαίαν καὶ ὡς ἤρων αὐτοῦ αἱ θεαί, παραπλεῖν κελεύει καὶ μὴ προσορμίζεσθαι τοῖς μύθοις· ἔξωρόν τε γὰρ τῶν ἐρωτικῶν εἶναι τὸν Ὀδυσσέα καὶ ὑπόσιμον καὶ οὐ  μέγαν καὶ πεπλανημένον τοὺς ὀφθαλμοὺς διὰ τὰς <milestone unit="Olearius_page" resp="Olearius" n="718"/> ἐννοίας τε καὶ ὑπονοίας.</p></sp></div><div type="textpart" subtype="page" xml:base="urn:cts:greekLit:tlg0638.tlg004.perseus-grc2" n="718"><sp rend="merge"><speaker>Ἀμπελουργός</speaker><p>ἐνθυμουμένῳ γὰρ ἐῴκει, τοῦτο δὲ ἄχαρι ἐς τὰ ἐρωτικά. οἷος μὲν δὴ οἷον καὶ ὡς σοφώτερόν τε καὶ ἀνδρειότερον ἑαυτοῦ τὸν Παλαμήδην ὁ Ὀδυσσεὺς ἀπέκτεινεν, ἱκανῶς ἐκ τούτου  διδάσκει ὁ Πρωτεσίλεως, ὅθεν καὶ τὸν θρῆνον τὸν παρʼ Εὐριπίδῃ ἐπαινεῖ, ὁπότε Εὐριπίδης ἐν Παλαμήδους μέλεσιν <quote rend="blockquote"><lb/>ἐκάνετε, φησίν, ἐκάνετε τὸν πάνσοφον, ὦ Δαναοί, <lb/>τὰν οὐδένʼ ἀλγύνουσαν ἀηδόνα Μουσᾶν  </quote> καὶ τὰ ἐφεξῆς μᾶλλον, ἐν οἷς φησι <del>καὶ</del> ὅτι πεισθέντες ἀνθρώπῳ δεινῷ καὶ ἀναιδεῖ ταῦτα δράσειαν. <pb n="p.186"/> Αἴαντα δὲ τὸν Τελαμῶνος ἐκάλουν οἱ Ἀχαιοὶ μέγαν οὐκ ἀπὸ τοῦ μεγέθους, οὐδʼ ἐπειδὴ μείων ὁ ἕτερος, ἀλλʼ ἀφʼ ὧν ἔπραττε, καὶ ἐποιοῦντο αὐτὸν ξύμβολον τοῦ πολέμου ἀγαθὸν ἐκ πατρῴου ἔργου· τὸν γὰρ Λαομέδοντα τὸν Ἡρακλέα ἀπατήσαντα μετῆλθε ξὺν Ἡρακλεῖ ὁ Τελαμὼν καὶ αὐτῷ Ἰλίῳ εἷλεν. ἔχαιρον μὲν οὖν αὐτῷ καὶ ἀόπλῳ, πελώριος γάρ τις ἦν καὶ ὑπὲρ τὴν στρατιὰν πᾶσαν καὶ φρόνημα αἴρων εὐήνιόν τε καὶ σῶφρον, ὡπλισμένου δὲ ἐξεκρέμαντο μετέωρόν τε βαίνοντος ἐπὶ τοὺς Τρῶας καὶ τὴν ἀσπίδα εὖ μεταχειριζομένου τοσαύτην  οὖσαν βλέποντός τε χαροποῖς τοῖς ὀφθαλμοῖς ὑπὸ τὴν κόρυν,</p></sp></div><div type="textpart" subtype="page" xml:base="urn:cts:greekLit:tlg0638.tlg004.perseus-grc2" n="719"><sp rend="merge"><speaker>Ἀμπελουργός</speaker><p>οἷον οἱ λέοντες ἐν ἀναβολῇ τοῦ <milestone unit="Olearius_page" resp="Olearius" n="719"/> ὁρμῆσαι, τὰς μάχας δὲ πρὸς τοὺς ἀρίστους ἐποιεῖτο Λυκίους μὲν καὶ Μυσοὺς καὶ Παίονας ἀριθμοῦ φάσκων ἕνεκα ἐς Τροίαν ἥκειν, τοὺς δὲ τούτων ἡγεμόνας ἀξιομάχους τε ἡγούμενος καὶ οἵους ἀποκτείναντι μὲν ὄνομα δοῦναι, τρωθέντι δὲ οὐκ ἄδοξον τραῦμα, πολέμιόν τε ἑλὼν ἀπείχετο τῶν ὅπλων· τὸ μὲν γὰρ ἀποκτείνειν ἀνδρὸς εἶναι, τὸ δὲ σκυλεύειν λωποδύτου μᾶλλον. ἀκόλαστον δὲ οὐδὲν οὐδὲ ὑβριστικὸν ἐφθέγξατο ἂν οὐδεὶς ἐν ἐπηκόῳ τοῦ Αἴαντος, οὐδὲ ὁπόσοις ἦν διαφορὰ πρὸς ἀλλήλους, ἀλλὰ καὶ θάκων ὑπανίσταντο αὐτῷ καὶ ὁδῶν ὑπεξίσταντο οὐχ οἱ πολλοὶ μόνον, ἀλλὰ καὶ οἱ τῆς εὐδοκίμου μοίρας. πρὸς δὲ Ἀχιλλέα φιλία ἦν αὐτῷ καὶ βασκαίνειν ἀλλήλοις οὔτε ἐβούλοντο οὔτε ἐπεφύκεσαν, τάς τε λύπας, ὁπόσαι περὶ τὸν Ἀχιλλέα, εἰ καὶ μὴ μικρῶν ἕνεκεν ἐγίγνοντο, πάσας ἐπράυνε τὰς μὲν ὡς ἂν ξυναλγῶν τις, τὰς δʼ οἷον ἐπιπλήττων, καθημένων τε ὁμοῦ καὶ βαδιζόντων ἐπεστρέφετο ἡ Ἑλλὰς ἐς ἄνδρε ὁρῶσα, οἵω μετὰ Ἡρακλέα οὔπω ἐγενέσθην. <pb n="p.187"/> τὸν μέν γε Αἴαντα καὶ τρόφιμον τοῦ Ἡρακλέους εἶναι ἔφασαν καὶ βρέφος ὄντα ἐνειληθῆναι τῇ λεοντῇ τοῦ ἥρωος, ὅτε ἀνασχὼν αὐτὸν τῷ Διὶ ἀνάλωτον ᾔτει γενέσθαι κατὰ τὴν δορὰν τοῦ λέοντος, ἀετός τε εὐξαμένῳ ἀφίκετο φέρων ἐκ Διὸς τῷ μὲν  παιδὶ ὄνομα, ταῖς δὲ εὐχαῖς νεῦμα. δῆλόν τε ἦν  καὶ ἁπλῶς βλέψαντι μὴ ἀθεεὶ φῦναι διά τε τὴν ὥραν διά τε τὴν ῥώμην τοῦ εἴδους, ὅθεν ὁ Πρωτεσίλεως ἄγαλμα πολέμου καλεῖ αὐτόν. ἐμοῦ δὲ εἰπόντος <q>καὶ μὴν κατεπαλαίσθη ὑπὸ τοῦ Ὀδυσσέως ὁ μέγας  οὗτος καὶ θεῖος</q> <q>εἰ Κύκλωπες</q> ἔφη <q>ἐγεγόνεισαν καὶ ἀληθὴς ἦν ὁ περὶ αὐτῶν μῦθος, μᾶλλον ἂν τῷ Πολυφήμῳ διεπάλαισεν Ὀδυσσεὺς ἢ τῷ Αἴαντι.</q> ἤκουσα τοῦ Πρωτεσίλεω, ξένε, κἀκεῖνα περὶ τοῦ <milestone unit="Olearius_page" resp="Olearius" n="720"/> ἥρω τούτου,</p></sp></div></div></body></text></TEI>