Ἀμπελουργός ἀλλʼ ὑπʼ αὐτῶν εὑρέθην· πάλαι γὰρ ταῦτα ἐν Μουσῶν οἴκῳ κείμενα ἐδεῖτο ἀνδρὸς τοιούτου, θεοὶ δὲ τὰ τοιαῦτα διʼ ἀνδρῶν σοφῶν ἀναφαίνουσι. γέρανοι μὲν οὖν οὐ μεταποιοῦνται γραμμάτων, ἀλλὰ τάξιν ἐπαινοῦσαι πέτονται, πορεύονται γὰρ ἐς Λιβύην ξυνάψουσαι πόλεμον σμικροῖς ἀνθρώποις, σὺ δʼ οὐδὲν ἂν περὶ τάξεως εἴποις, ἀτακτεῖς γὰρ τὰς μάχας. αἰτίαν δέ, οἶμαι, ξένε, Ὀδυσσεὺς εἶχεν, ὡς, εἴ που Ἕκτορα ἢ Σαρπηδόνα ἢ Αἰνείαν ἴδοι, καταλείπων τὴν τάξιν καὶ μεθιστάμενος πρὸς τὰ ῥᾳστώνην ἔχοντα τοῦ πολέμου. μειρακιώδης δὲ ἐπὶ τῆς ἐκκλησίας δόξας καὶ πρεσβύτερος νέου τοῦ Παλαμήδους ἡττηθεὶς ἐπετείχιζεν αὐτῷ τὸν Ἀγαμέμνονα ὡς πρὸς τὸν Ἀχιλλέα τοὺς Ἀχαιοὺς μεθιστάντι. διενεχθῆναι δὲ πάλιν αὐτοὺς ἐκ τοιούτου φησί· λύκοι καταβαίνοντες ἐκ τῆς Ἴδης ἐσίνοντο τὰ σκευοφόρα παιδάρια καὶ τῶν ὑποζυγίων τὰ περὶ τὰς σκηνάς· ὁ μὲν δὴ Ὀδυσσεὺς ἐκέλευσεν ἀραμένους τόξα καὶ ἀκόντια φοιτᾶν ἐς τὴν Ἴδην ἐπὶ τοὺς λύκους, ὁ δὲ Παλαμήδης ὦ Ὀδυσσεῦ , ἔφη τοὺς λύκους ὁ Ἀπόλλων προοίμιον λοιμοῦ ποιεῖται καὶ τοξεύει μὲν αὐτούς, καθάπερ τοὺς ὀρέας τε καὶ τοὺς κύνας ἐνταῦθα, πέμπει δὲ πρότερον παρὰ τοὺς νοσήσοντας εὐνοίας ἕνεκα τῶν ἀνθρώπων καὶ τοῦ φυλάξασθαι. εὐχώμεθα οὖν Ἀπόλλωνι Λυκίῳ τε καὶ Φυξίῳ, τὰ μὲν θηρία ταῦτα τοῖς ἑαυτοῦ τόξοις ἐξελεῖν, τὴν νόσον δὲ ἐς αἶγας, φασί, τρέψαι. Ἀμπελουργός καὶ ἡμεῖς δέ, ὦ ἄνδρες Ἕλληνες, ἐπιμελώμεθα ἡμῶν αὐτῶν, δεῖ δὲ τοῖς φυλαττομένοις τὰ λοιμώδη διαίτης λεπτῆς καὶ κινήσεων συντόνων. ἰατρικῆς μὲν γὰρ οὐχ ἡψάμην, σοφίᾳ δὲ καταληπτὰ ἅπαντα. καὶ εἰπὼν ταῦτα τὴν μὲν τῶν κρεῶν ἀγορὰν ἐπέσχε καὶ τὰ στρατιωτικὰ τῶν σιτίων ἐκέλευσε παραιτήσασθαι, τραγήμασι δὲ καὶ λαχάνοις ἀγρίοις διῆγε τὸν στρατὸν πειθομένους αὐτῷ καὶ πᾶν τὸ ἐκ Παλαμήδους θεῖόν τε ἡγουμένους καὶ χρησμῶδες· καὶ γὰρ δὴ ὁ λοιμός, ὃν προὔλεγεν, ἐνέσκηψε μὲν ἐς τὰς Ἑλλησποντικὰς πόλεις ἀρξάμενος, φασίν, ἐκ τοῦ Πόντου, προσέπεσε δὲ καὶ τῷ Ἰλίῳ, τῶν δὲ Ἑλλήνων οὐδενὸς ἥψατο καίτοι στρατοπεδευόντων ἐν γῇ νοσούσῃ. πρὸς γὰρ τῇ διαίτῃ καὶ τὰς κινήσεις αὐτῶν ὧδε ἐσοφίσατο· καθελκύσας ἑκατὸν ναῦς ἐνεβίβαζε τὸν στρατὸν κατὰ μέρος ἐρέττοντάς τε καὶ ἁμιλλωμένους ἀλλήλοις ἢ ἀκρωτήριον περιβαλεῖν ἢ σκοπέλου ἅψασθαι ἢ προκατᾶραι τῶν πέλας ἐς λιμένα τινὰ ἢ ἀκτήν, ἔπεισε δὲ καὶ τὸν Ἀγαμέμνονα προθεῖναί σφισι τοῦ ταχυναυτεῖν ἆθλα. χαίροντες οὖν ἐγυμνάζοντο καὶ ξυνιέντες τοῦ ὑγιαίνειν· καὶ γὰρ ἐδίδασκεν αὐτούς, ὅτι τῆς γῆς παρεφθορυίας τε καὶ οὕτως ἐχούσης ἡδίων ἡ θάλαττα καὶ ἀσφαλεστέρα ἀναπνεῖν. ἐπὶ τούτοις ὁ μὲν σοφίας ἀριστεῖα ἐστεφανοῦτο ὑπὸ τῶν Ἑλλήνων, ὁ δὲ Ὀδυσσεὺς ἀτίμως τε ἡγεῖτο πράττειν καὶ πανουργίας ὅ τι εἶχεν, ἐπὶ τὸν Παλαμήδην ἔστρεφεν. ἐπὶ τούτοις ὁ Πρωτεσίλεως τοιαῦτα ἀπαγγέλλει· τὸν Ἀχιλλέα στρατεύοντα ἐπὶ τὰς νήσους καὶ τὰς ἀκταίας πόλεις αἰτῆσαι τοὺς Ἀχαιοὺς ξὺν Παλαμήδει στρατεῦσαι. Ἀμπελουργός ἐμάχοντο δὲ ὁ μὲν Παλαμήδης γενναίως καὶ σωφρόνως, ὁ δὲ Ἀχιλλεὺς οὐ καθεκτῶς, ὁ γὰρ θυμὸς ἐξαίρων αὐτὸν ἐς ἀταξίαν ἦγεν· ὅθεν ἔχαιρε τῷ Παλαμήδει ξυνασπίζοντι καὶ ἀπάγοντι μὲν αὐτὸν τῆς φορᾶς, ὑποτιθεμένῳ δέ, ὡς χρὴ μάχεσθαι. καὶ γὰρ δὴ καὶ ἐῴκει λεοντοκόμῳ λέοντα γενναῖον πραύνοντι καὶ ἐγείροντι, καὶ οὐδὲ ἐκκλίνων ταῦτα ἔπραττεν, ἀλλὰ καὶ βάλλων καὶ φυλαττόμενος βέλη καὶ ἀσπίδα ἀντερείδων καὶ διώκων στῖφος. ἐξέπλευσαν μὲν δὴ χαίροντες ἀλλήλοις, εἵποντο δὲ αὐτοῖς Μυρμιδόνες τε καὶ οἱ ἐκ Φυλακῆς Θετταλοί. Ταχθ̔??ʼναι γὰρ μετὰ ταῦτα τὴν ἑαυτοῦ δύναμίν φησιν ὁ Πρωτεσίλεως ὑπʼ Ἀχιλλέως καὶ Μυρμιδόνας οὕτως ὀνομασθῆναι πάντας Θετταλούς. αἱ μὲν οὖν πόλεις ἡλίσκοντο καὶ εὐδόκιμα τοῦ Παλαμήδους ἔργα ἀπηγγέλλετο ἰσθμῶν διορυχαὶ καὶ ποταμοὶ ἐς τὰς πόλεις ἐπιστρεφόμενοι καὶ σταυροὶ λιμένων καὶ ἐπιτειχίσματα νυκτομαχία τε ἡ περὶ Ἄβυδον, ὁπότε τρωθέντες ὁ μὲν Ἀχιλλεὺς ἀνεχώρησεν, ὁ Παλαμήδης δὲ οὐκ ἀπεῖπεν, ἀλλὰ πρὶν μέσην ἑστάναι νύκτα, εἷλε τὸ χωρίον. ὁ δὲ Ὀδυσσεὺς ἐν Τροίᾳ ξυνετίθει λόγους πρὸς τὸν Ἀγαμέμνονα ψευδεῖς μέν, πιθανοὺς δὲ πρὸς τὸν εὐήθως ἀκούοντα, ὡς ἐρῴη μὲν Ἀχιλλεὺς τῆς τῶν Ἑλλήνων ἀρχῆς, μαστροπῷ δὲ τῷ Παλαμήδει χρῷτο καὶ ἀφίξονται μὲν ἔφη μικρὸν ὕστερον σοὶ μὲν βοῦς τε ἀπάγοντες καὶ ἵππους καὶ ἀνδράποδα, ἑαυτοῖς δὲ χρήματα, οἷς ὑποποιήσονται δήπου τοὺς δυνατοὺς τῶν Ἑλλήνων ἐπὶ σέ· Ἀχιλλέως μὲν οὖν ἀπέχεσθαι χρὴ καὶ γιγνώσκοντας αὐτὸν φυλάττεσθαι, τὸν σοφιστὴν δὲ ἀποκτεῖναι τοῦτον. Ἀμπελουργός εὕρηται δέ μοι κατʼ αὐτοῦ τέχνη, δι’ ἧς μισηθήσεταί τε ὑπὸ τῶν Ἑλλήνων καὶ ἀπολεῖται ὑπʼ αὐτῶν. καὶ διεξῆλθεν, ὡς ἡτοίμασται αὐτῷ τὰ περὶ τὸν Φρύγα καὶ τὸ χρυσίον τὸ ληφθὲν ὑπὸ τῷ Φρυγί, σοφῶς δὲ τούτων ἐπινενοῆσθαι δοκούντων καὶ ξυντιθεμένου τῇ ἐπιβουλῇ τοῦ Ἀγαμέμνονος ἄγε δή, ὦ βασιλεῦ, ἔφη τὸν μὲν Ἀχιλλέα φύλαττέ μοι περὶ τὰς πόλεις, ἐν αἷς ἐστι νῦν, τὸν Παλαμήδην δὲ ὡς τειχομαχήσοντα τῷ Ἰλίῳ καὶ μηχανὰς εὑρήσοντα μεταπέμπου ἐνταῦθα· ἄνευ γὰρ τοῦ Ἀχιλλέως ἥκων οὐκ ἐμοὶ μόνῳ ἔσται ἁλωτός, ἀλλὰ καὶ ἄλλῳ ἧττον σοφῷ. ἔδοξε ταῦτα καὶ ἔπλεον οἱ κήρυκες ἐς Λέσβον, ἑαλώκει δὲ οὔπω πᾶσα, ἀλλʼ ὧδε τὰ περὶ αὐτὴν εἶχεν· πόλις Αἰολὶς Λυρνησσὸς ᾠκεῖτο τειχήρης τὴν φύσιν καὶ οὐδὲ ἀτείχιστος, ᾗ φασι τὴν Ὀρφέως προσενεχθῆναι λύραν καὶ δοῦναί τινα ἠχὴν ταῖς πέτραις, καὶ μεμούσωται ἔτι καὶ νῦν τῆς Λυρνησσοῦ τὰ περὶ τὴν θάλατταν ὑπʼ ᾠδῆς τῶν πετρῶν· ἐνταῦθα προσκαθημένων δεκάτην ἡμέραν, χαλεπὸν γὰρ ἦν ἁλῶναι τὸ χωρίον, ἀπήγγειλαν μὲν οἱ κήρυκες τὰ τοῦ Ἀγαμέμνονος, ἐδόκει δὲ πείθεσθαι καὶ τὸν μὲν καταμένειν, τὸν Παλαμήδην δὲ ἀπιέναι, καὶ ἀπῆλθον ἀλλήλων δακρύοις ἅμα. ἐπεὶ δὲ κατέπλευσεν ἐς τὸ στρατόπεδον καὶ τὰ τῆς στρατιᾶς ἀπήγγειλεν ἀνατιθεὶς ἅπαντα Ἀχιλλεῖ, ὦ βασιλεῦ , ἔφη κελεύεις με τειχομαχεῖν τῇ Τροίᾳ; Ἀμπελουργός ἐγὼ δὲ μηχανήματα μὲν γενναῖα ἡγοῦμαι τοὺς Αἰακίδας καὶ τὸν Καπανέως τε καὶ Τυδέως καὶ τοὺς Λοκροὺς Πάτροκλόν τε δήπου καὶ Αἴαντα, εἰ δὲ καὶ ἀψύχων μηχανημάτων δεῖσθε, ἤδη ἡγεῖσθε τὴν Τροίαν τό γε ἐπʼ ἐμοὶ κεῖσθαι. ἀλλʼ ἔφθησαν αὐτὸν αἱ Ὀδυσσέως μηχαναὶ σοφῶς ξυντεθεῖσαι καὶ χρυσοῦ μὲν ἥττων ἔδοξε προδότης τε εἶναι κατεψεύσθη, περιαχθεὶς δὲ τὼ χεῖρε κατελιθώθη βαλλόντων αὐτὸν Πελοποννησίων τε καὶ Ἰθακησίων, ἡ δὲ ἄλλη Ἑλλὰς οὐδὲ ἑώρα ταῦτα, ἀλλὰ καὶ δοκοῦντα ἀδικεῖν ἠγάπα. ὠμὸν καὶ τὸ ἐπʼ αὐτῷ κήρυγμα· μὴ γὰρ θάπτειν τὸν Παλαμήδην μηδὲ ὁσιοῦν τῇ γῇ, ἀποθνήσκειν δὲ τὸν ἀνελόμενόν τε καὶ θάψαντα. κηρύττοντος δὲ ταῦτα τοῦ Ἀγαμέμνονος Αἴας ὁ μέγας ἐπιρρίψας ἑαυτὸν τῷ νεκρῷ πολλὰ μὲν δάκρυα περὶ αὐτῷ ἀφῆκεν, ἀναθέμενος δὲ αὐτὸν διεξέπαισε τοῦ ὁμίλου γυμνῷ τῷ ξίφει καὶ ἑτοίμῳ· θάψας οὖν, ὡς εἰκὸς ἦν, τὸν εἰργόμενον οὐ προσῄει τῷ κοινῷ τῶν Ἑλλήνων, οὐδὲ βουλῆς ἢ γνώμης ἥπτετο, οὐδὲ ἐξῄει ἔτι ἐς τὰς μάχας Ἀχιλλέως τε ἀφικομένου μετὰ τὴν τῆς Χερρονήσου ἅλωσιν ἄμφω ἐπὶ τῷ Παλαμήδει ἐμήνισαν· ὁ μὲν Αἴας οὐκ ἐπὶ πολύ, ὡς γὰρ ᾔσθετο τῶν ξυμμάχων κακῶς πραττόντων, ἤλγησέ τε καὶ τὴν ὀργὴν μετέθηκεν, ὁ δὲ Ἀχιλλεὺς ἀπεμήκυνε τὴν μῆνιν, ᾠδήν τε γὰρ τῆς λύρας τὸν Παλαμήδην ἐπεποίητο καὶ ᾖδεν αὐτόν, ὅσα τοὺς προτέρους τῶν ἡρώων, ἐδεῖτό τε ὄναρ ἐφίστασθαί οἱ σπένδων ἀπὸ κρατῆρος, οὗ Ἑρμῆς ὑπὲρ ὀνείρων πίνει. ἔοικέ τε ὁ ἥρως οὗτος οὐκ Ἀχιλλεῖ μόνον, ἀλλὰ καὶ πᾶσιν, οἷς ῥώμης τε καὶ σοφίας ἔρως, παρέχειν ἑαυτὸν ζήλου τε καὶ ᾠδῆς ἄξιον, ὅ τε Πρωτεσίλεως, ἐπειδὰν ἐς μνήμην αὐτοῦ ἀφικώμεθα, ἀστακτὶ δακρύει τήν τε ἄλλην ἀνδρείαν τοῦ ἥρω ἐπαινῶν καὶ τὴν ἐν τῷ θανάτῳ· οὐ γὰρ δὴ ἱκετεῦσαι τὸν Παλαμήδην,