Ἀμπελουργός ἀποχρῆσθαι δὲ τῷ ἀδελφῷ πάντα καὶ τυγχάνοντα προθύμου τε καὶ εὔνου τοῦ Ἀγαμέμνονος ὅμως βασκαίνειν αὐτῷ καὶ ὧν ὑπὲρ αὐτοῦ ἔπραττεν ὑπὸ τοῦ ἄρχειν μὲν ἐθέλειν αὐτός, μὴ ἀξιοῦσθαι δέ. τὸν γοῦν Ὀρέστην Ἀθήνησι μὲν παρὰ τοῖς Ἕλλησιν εὐδοκιμοῦντα, ἐπειδὴ τῷ πατρὶ ἐτιμώρησεν, ἐν δὲ τῷ Ἄργει κινδυνεύοντα, βληθέντα ἂν περιεῖδεν ὑπὸ τῶν Ἀργείων, εἰ μὴ Ὀρέστης ἐμπεσὼν τούτοις μετὰ ξυμμάχων Φωκέων τοὺς μὲν ἐτρέψατο, τὴν δὲ ἀρχὴν τοῦ πατρὸς καὶ ἄκοντος τοῦ Μενέλεω κατεκτήσατο. κομᾶν τε τὸν Μενέλεων μειρακιωδῶς φησιν, ἐπεὶ δὲ ἡ Σπάρτη ἐκόμα, ξυγγιγνώσκειν αὐτῷ τοὺς Ἀχαιοὺς ἐπιχωριάζοντι. οὐδὲ γὰρ τοὺς ἀπʼ Εὐβοίας ἥκοντας ἐτώθαζον καίτοι γελοίως κομῶντας. διαλεχθῆναι δὲ αὐτὸν ῥᾷστα ἀνθρώπων φησὶ καὶ βραχυλογώτατα ξυγκεραννύοντα ἡδονὴν τῷ λόγῳ. Κρῆτα Ἰδομενέα ὁ Πρωτεσίλεως οὐκ εἶδεν ἐν Ἰλίῳ, ἀλλʼ ἐν Αὐλίδι ὄντων πρεσβείαν ἀφικέσθαι παρʼ Ἰδομενέως φησὶν ὑπισχνουμένου τὸ Κρητῶν ξυμμαχικόν, εἰ συμμετέχοι τῆς ἀρχῆς τῷ Ἀγαμέμνονι. τὸν μὲν δὴ Ἀγαμέμνονα σωφρόνως ἀκοῦσαι ταῦτα καὶ παραγαγεῖν τὸν ἥκοντα, τὸν δὲ λαμπρᾷ τῇ φωνῇ καὶ φρονιμώδει ὦ Ἀχαιοί , φάναι ἀνὴρ τὴν Μίνω τοῦ Κρητὸς ἀρχὴν ἔχων δίδωσιν ὑμῖν ξυμμάχους ἑκατὸν πόλεις καὶ ὡς τὴν Τροίαν ἑλεῖν παίζοντας, ἀξιοῖ δὲ ξυντετάχθαι τῷ Ἀγαμέμνονι καὶ ἄρχειν ὑμῶν, ὥσπερ οὗτος. πρὸς ταῦτα εἰπόντος τοῦ Ἀγαμέμνονος ἐγὼ δὲ καὶ πάσης τῆς ἀρχῆς παραχωρεῖν ἕτοιμος, εἰ βελτίων ἐμοῦ φαίνοιτο παρελθεῖν φησι τὸν Τελαμῶνος Αἴαντα καὶ διαλεχθῆναι ὧδε· ἡμεῖς, Ἀγάμεμνον, ἐδώκαμέν σοι τὴν ἡγεμονίαν ὑπὲρ εὐταξίας τοῦ στρατοῦ καὶ τοῦ μὴ πολλοὺς ἄρχειν, Ἀμπελουργός στρατεύομεν δὲ οὐχ ὑπὲρ τοῦ δουλεύειν ἢ σοὶ ἢ ἑτέρῳ, ἀλλʼ ὑπὲρ τοῦ καταδουλώσασθαι Τροίαν, ἣν λάβοιμεν, ὦ θεοί, λαμπρὰ καὶ καλὰ ἐργασάμενοι. τοιοῦτοι γὰρ ἐσμὲν τὰς ἀρετάς, οἷοι Τροίαν μὲν ἐσπουδακότες λαβεῖν, Κρήτην δὲ παίζοντες. Αἴαντα δὲ τὸν Λοκρὸν τὰ μὲν πολέμιά φησι κατὰ Διομήδην τε καὶ Σθένελον γεγονέναι, ξυνετὸν δὲ ἧττον δόξαι, προσέχειν δὲ οὐδὲν τῷ Ἀγαμέμνονι — πατρός τε γὰρ εἶναι Λοκρῶν δυνατωτάτου στρατιάν τε οὐκ ἀφανῆ ἄγειν — οὐδὲ δουλεύσειν ποτὲ ἑκὼν οὔτʼ Ἀτρείδαις οὔτε ἄλλῳ οὐδενί, ἔστʼ ἂν ἥδε ἀστράπτῃ τὴν αἰχμὴν δεικνὺς ταῦτα ἔλεγε γοργὸν βλέπων καὶ ἀναχαιτίζων τὴν κόμην ὑπὸ τοῦ τῆς γνώμης ἑτοίμου. καὶ τοὺς μὲν ἄλλους ἔφασκεν, ὅσοι προσεῖχον τῷ Ἀγαμέμνονι, ὑπὲρ τῆς Ἑλένης ἥκειν, ἑαυτὸν δὲ ὑπὲρ τῆς Εὐρώπης, δεῖν γὰρ δὴ Ἕλληνας ὄντας κρατεῖν βαρβάρων. εἶναι δὲ αὐτῷ καὶ χειροήθη δράκοντα πεντάπηχυν τὸ μέγεθος, ὃν ξυμπίνειν τε καὶ ξυνεῖναι τῷ Αἴαντι καὶ ὁδῶν ἡγεῖσθαι καὶ ξυνομαρτεῖν, οἷον κύνα. τὴν δὲ Κασάνδραν ἀποσπάσαι μὲν ἀπὸ τοῦ τῆς Ἀθηνᾶς ἕδους προσκειμένην τῇ θεῷ καὶ ἱκετεύουσαν, οὐ μὴν βιάσασθαί γε, οὐδʼ ὑβρίσαι ἐς αὐτήν, ὁπόσα οἱ μῦθοι ἐς αὐτὸν ψεύδονται, ἀλλʼ ἀπαγαγεῖν μὲν ἐς τὴν ἑαυτοῦ σκηνήν, τὸν δὲ Ἀγαμέμνονα ἰδόντα τὴν Κασάνδραν, πρὸς γὰρ τῇ ὥρᾳ καὶ κατέστεπτο παρὰ τῆς τέχνης, ἁλῶναί τε αὐτίκα τῆς κόρης καὶ ἀφελέσθαι αὐτὴν τὸν Αἴαντα, ἔριδός τε αὐτοῖς ἐν τῷ δασμῷ γενομένης ὁ μὲν ἠξίου ἑαυτοῦ εἶναι, ἃ εἷλεν, ὁ δὲ οὔτε ἀπεδίδου καὶ ἀσεβῆσαι αὐτὸν ἐς τὴν Ἀθηνᾶν ἔφασκε. Ἀμπελουργός καθεῖντο δὲ τῷ Ἀγαμέμνονι λογοποιοὶ ἐς τὸ Ἑλληνικὸν διὰ τὸ ἀεὶ πρὸς τὸν Αἴαντα ἔχθος, τὴν θεὸν πολλὰ καὶ ἄτοπα ἐπισημαίνειν ὑπὲρ τῆς κόρης καὶ ἀπολεῖσθαι τὴν στρατιάν, εἰ μὴ ἀπολέσειεν αὐτόν. ὁ δὲ ἐνθυμηθείς, ὅπως Αἴαντα μὲν ἀπώλεσεν ἄδικος κρίσις, Παλαμήδη δὲ οὐδὲν ἡ σοφία ὤνησε τὸ μὴ οὐκ ἀποθανεῖν διαβληθέντα, ἀποδρᾶναι νύκτωρ ἐν πορθμείῳ οὐ μεγάλῳ χειμῶνός τε καὶ ὡς ἔτυχεν, ὅτε δὴ πλέων εὐθὺ Τήνου τε καὶ Ἄνδρου πρὸς Γυραῖς ἀπέθανεν. ἀγγελίας δὲ τοῦ πάθους ἐς τοὺς Ἀχαιοὺς ἐλθούσης ὀλίγους μὲν αὐτῶν σίτου ἅψασθαι, πάντας δὲ ὡς ἐπʼ ἀνδρὶ ἀγαθῷ χεῖρας ἄρασθαι, προσεσχηκότας τε τῇ θαλάττῃ ἀνακαλεῖν αὐτὸν καὶ ὀλοφύρεσθαι καὶ τὸν Ἀγαμέμνονα ἐν ὀργῇ ἔχειν μονονοὺ χερσὶ πράξαντα τὴν ἀπώλειαν τοῦ Αἴαντος, ἐναγισμάτων τε αὐτὸν τυχεῖν, ἃ μήπω ἐπηνέχθη πρότερον μήτε μὴν ὕστερον ἀνθρώπῳ τινί, μηδὲ ὁπόσους ναυμαχίαι ἀφανεῖς ἔσχον· ἐς γὰρ Λοκρίδα ναῦν, ἣ τὸν Αἴαντα ἦγε, ξύλα νήσαντες, ὥσπερ ἐς πυράν, ἔσφαξαν μέλανα πάντα καὶ στείλαντες αὐτὴν ἱστίοις μέλασι καὶ τοῖς ἄλλοις, ὁπόσα ἐς τὸ πλεῖν εὕρηται, ξυνεῖχον πείσμασιν ἔς τε πνεῦσαι τὸν ἀπὸ τῆς γῆς ἄνεμον, ὃν περὶ ὀρθρὸν μάλιστα ἡ Ἴδη ἀποστέλλει, ἐπεὶ δὲ ἡμέρα διεφαίνετο καὶ κατῄει τὸ πνεῦμα, πῦρ ἐς κοίλην τὴν ναῦν ἐνῆκαν. ἔπλει τε δὴ μετεωρίζουσα ἐς τὸ πέλαγος, καὶ οὔπω ἡλίου ἀνίσχοντος αὐτή τε κατεφλέχθη καὶ ὁπόσα τῷ Αἴαντι ἔφερεν. Χείρωνα δὲ τὸν ἐν Πηλίῳ γενέσθαι μέν φησιν ἀνθρώπῳ ὅμοιον, σοφὸν δὲ καὶ λόγους καὶ ἔργα — θήρας τε γὰρ ποικίλης ἥπτετο καὶ τὰ πολεμικὰ ἐπαίδευε καὶ ἰατροὺς ἀπέφαινε καὶ μουσικοὺς ἥρμοττε καὶ δικαίους ἐποίει — βιῶναί τε ἐπὶ μήκιστον, φοιτῆσαι δὲ αὐτῷ Ἀσκληπιὸν Τελαμῶνά τε καὶ Πηλέα καὶ Θησέα, Ἀμπελουργός θαμίζειν τε καὶ Ἡρακλέα τῷ Χείρωνι, ὅτε μὴ ἀπάγοιεν αὐτὸν οἱ ἆθλοι. μετασχεῖν δὲ τῆς τοῦ Χείρωνος ὁμιλίας καὶ αὐτός φησι Παλαμήδει ἅμα καὶ Ἀχιλλεῖ καὶ Αἴαντι. καὶ τὰ τοῦ Παλαμήδους ὧδε ἀπαγγέλλει· αὐτομαθῆ ἀφικέσθαι αὐτὸν καὶ σοφίας ἤδη γεγυμνασμένον καὶ πλείω γιγνώσκοντα ἢ ὁ Χείρων· πρὸ γὰρ δὴ Παλαμήδους ὧραι μὲν οὔπω ἦσαν οὖσαι, μηνῶν δὲ οὔπω κύκλος, ἐνιαυτὸς δὲ οὔπω ὄνομα ἦν τῷ χρόνῳ, οὐδὲ νόμισμα ἦν, οὐδὲ σταθμὰ καὶ μέτρα, οὐδὲ ἀριθμεῖν, σοφίας δὲ οὔπω ἔρως, ἐπεὶ μήπω ἦν γράμματα. βουλομένου δὲ Χείρωνος ἰατρικὴν διδάσκειν αὐτὸν ἐγώ , ἔφη ὦ Χείρων, ἰατρικὴν μὲν ἡδέως οὐκ οὖσαν ἂν εὗρον, εὑρημένην δὲ οὐκ ἀξιῶ μανθάνειν, καὶ ἄλλως τὸ ὑπέρσοφόν σου τῆς τέχνης ἀπήχθηται μὲν Διί, ἀπήχθηται δὲ Μοίραις, καὶ διῄειν ἂν τὰ Ἀσκληπιοῦ, εἰ μὴ ἐνταῦθα ἐβέβλητο. ὄντων δὲ τῶν Ἀχαιῶν ἐν Αὐλίδι πεττοὺς εὗρεν οὐ ῥᾴθυμον παιδιάν, ἀλλʼ ἀγχίνουν τε καὶ ἔσω σπουδῆς. τὸν δὲ λόγον, ὃς πολλοῖς τῶν ποιητῶν εἴρηται, ὡς στρατεύοι μὲν ἐπὶ Τροίαν ἡ Ἑλλάς, Ὀδυσσεὺς δὲ ἐν Ἰθάκῃ μανίαν πλάττοιτο καὶ πρὸς ἀρότρῳ εἴη βοῦν ἵππῳ ξυμβαλὼν Παλαμήδης τε αὐτὸν ἐλέγξειε τῷ Τηλεμάχῳ οὔ φησιν ὑγιᾶ εἶναι, προθυμότατα γὰρ δὴ τὸν Ὀδυσσέα ἐς Αὐλίδα ἐλθεῖν καὶ ὄνομα ἤδη αὐτοῦ παραδεδόσθαι τοῖς Ἕλλησιν ἐπὶ δεινότητι, Ἀμπελουργός διενεχθῆναι δὲ αὐτὸν τῷ Παλαμήδει ἐντεῦθεν· ἔκλειψις ἡλίου ἐν Τροίᾳ ἐγένετο καὶ ὁ στρατὸς ἄθυμοι ἦσαν λαμβάνοντες τὴν διοσημίαν ἐς τὰ μέλλοντα. παρελθὼν οὖν ὁ Παλαμήδης αὐτὸ τὸ πάθος τοῦ ἡλίου διεξῆλθε καὶ ὅτι τῆς σελήνης ὑποτρεχούσης αὐτὸν ἐξαμαυροῦται καὶ ἀχλὺν ἕλκει, κακῶν δὲ εἴ τινα σημαίνοι, ταῦτα δήπου ἔφη οἱ Τρῶες πείσονται, οἱ μὲν γὰρ ἀδίκων ἦρξαν, ἡμεῖς δὲ ἀδικούμενοι ἥκομεν. προσήκει δὲ καὶ ἀνίσχοντι τῷ Ἡλίῳ εὔχεσθαι πῶλον αὐτῷ καταθύσαντας λευκόν τε καὶ ἄνετον. ταῦτα τῶν Ἀχαιῶν ἐπαινεσάντων, καὶ γὰρ ἥττηντο τῶν τοῦ Παλαμήδους λόγων, παρελθὼν ὁ Ὀδυσσεύς ἃ μὲν χρὴ θύειν ἔφη ἢ ὅ τι εὔχεσθαι ἢ ὅτῳ, Κάλχας ἐρεῖ, μαντικῆς γὰρ τὰ τοιαῦτα, τὰ δὲ ἐν τῷ οὐρανῷ καὶ εἴ τις τῶν ἄστρων ἀταξία τε καὶ τάξις, Ζεὺς οἶδεν, ὑφʼ οὗ ταῦτα κεκόσμηταί τε καὶ εὕρηται, σὺ δέ, Παλάμηδες, ἧττον ληρήσεις προσέχων τῇ γῇ μᾶλλον ἢ τὰ ἐν τῷ οὐρανῷ σοφιζόμενος. ὑπολαβὼν οὖν ὁ Παλαμήδης εἰ σοφὸς ἦσθα, ὦ Ὀδυσσεῦ , εἶπεν ξυνῆκας ἄν, ὅτι μηδεὶς ἂν δύναιτο λέγειν σοφόν τι περὶ τῶν οὐρανίων μὴ πλείω περὶ τῆς γῆς γιγνώσκων. σὲ δὲ ἀπολελεῖφθαι τούτων οὐκ ἀπιστῶ, φασὶ γὰρ ὑμῖν τοῖς Ἰθακησίοις μήτε ὥρας μήτε γῆν εἶναι. ἐκ τούτων ὁ μὲν Ὀδυσσεὺς ἀπῆλθεν ὀργῆς πλέως, Παλαμήδης δὲ ὡς πρὸς βασκαίνοντα ἤδη παρασκευάζων ἑαυτόν. ἐν ἐκκλησίᾳ δέ ποτε τῶν Ἀχαιῶν ὄντων γέρανοι μὲν ἔτυχον πετόμεναι τὸν εἰωθότα αὐταῖς τρόπον, ὁ δὲ Ὀδυσσεὺς ἐς τὸν Παλαμήδην βλέψας αἱ γέρανοι ἔφη μαρτύρονται τοὺς Ἀχαιούς, ὅτι αὐταὶ γράμματα εὗρον, οὐχὶ σύ. καὶ ὁ Παλαμήδης ἐγὼ γράμματα οὐχ εὗρον εἶπεν,