Ἀμπελουργός τὸν δὲ περὶ τῶν ψυχῶν οἱ παῖδες ὑπὲρ τῶν πατέρων ἐνίκησαν, ὅτε ἥβησαν, καὶ τὸ κράτος τῆς μάχης ἐς Διομήδην τε καὶ Σθένελον ἦλθεν ὡς ἀρίστω τε καὶ ὁμοίω ἄνδρε. Ὅμηρος δὲ οὐκ ἀξιοῖ σφᾶς τῶν ἴσων· τὸν μὲν γὰρ λέοντί τε εἰκάζει καὶ ποταμῷ γεφύρας ἀπάγοντι καὶ ἀνθρώπων ἔργα, καὶ γὰρ οὕτως ἐμάχετο, ὁ δʼ οἷον θεατὴς τοῦ Διομήδους ἕστηκε φυγῆς τε ξύμβουλος αὐτῷ γιγνόμενος καὶ ἄρχων φόβου· καίτοι φησὶν ὁ Πρωτεσίλεως μὴ ἐλάττω τοῦ Διομήδους ἔργα τὸν Σθένελον μηδὲ ἐκεῖ δρᾶσαι, φιλίαν μὲν γάρ σφισιν εἶναι οὐ μείω ἢ Ἀχιλλεῖ τε καὶ Πατρόκλῳ ἐγένετο, φιλοτιμεῖσθαι δὲ οὕτω πρὸς ἀλλήλους ὡς ξὺν ἀθυμίᾳ ἐπανήκειν ἐκ τῆς μάχης τὸν ἀπολειφθέντα τοῦ ἑτέρου. καὶ τὸ ἔργον δὲ τὸ ἐς Αἰνείαν τε καὶ Πάνδαρον πεπρᾶχθαι αὐτοῖς φησιν ὁμοῦ, τὸν μὲν γὰρ τῷ Αἰνείᾳ προσπεσεῖν μεγίστῳ τοῦ Τρωικοῦ ὄντι, τὸν Σθένελον δὲ τῷ Πανδάρῳ προσαγωνίσασθαι καὶ κρατῆσαι αὐτοῦ, ἀλλὰ τὸν Ὅμηρον Διομήδει μόνῳ ἐξῃρηκέναι ταῦτα ὥσπερ ἐπιλαθόμενον ὧν πρὸς τὸν Ἀγαμέμνονα ὑπὲρ τοῦ Σθενέλου εἶπε· τὸ γὰρ ἡμεῖς τοι πατέρων μέγʼ ἀμείνονες εὐχόμεθʼ εἶναι, ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν Ἀμπελουργός ἀνδρός πού ἐστι παραπλήσια τούτοις καὶ ἐν Ἰλίῳ πράττοντος· ἔστω σοι κἀκεῖνα περὶ Σθενέλου εἰδέναι, ὡς τεῖχος μὲν οὐδὲν τοῖς Ἀχαιοῖς ἐξεποιήθη ἐν Τροίᾳ, οὐδὲ ἔστιν, ᾧ ἐφράξαντο ἢ τὰς ναῦς ἢ τὴν λείαν, ἀλλὰ τειχομαχίας ᾠδαὶ ταῦτα Ὁμήρῳ ἐπενοήθησαν, δι’ ἃς καὶ τὸ τεῖχος αὐτῷ ξυνετέθη. ὁρμὴ μέντοι τειχοποιίας ὁμολογεῖται τὸν Ἀγαμέμνονα ἐσελθεῖν μηνίοντος Ἀχιλλέως, ᾗ πρῶτον ἀντειρηκέναι τὸν Σθένελον εἰπόντα ἐγὼ μέντοι ἐπιτηδειότερος τείχη καθαιρεῖν ἢ ἐγείρειν , ἀντειρηκέναι δὲ καὶ τὸν Διομήδην τῷ τείχει φήσαντα μεγάλων ἀξιοῦσθαι τὸν Ἀχιλλέα, εἰ ξυγκλείσαιμεν ἑαυτοὺς λοιπόν, ἐπειδὴ ἐκεῖνος μηνίει. Αἴας δὲ λέγεται ταυρηδὸν ὑποβλέψας τὸν βασιλέα δείλαιε , εἰπεῖν τί οὖν αἱ ἀσπίδες ; καὶ τὸν ἵππον δὲ τὸν κοῖλον παρῃτεῖτο Σθένελος οὐ τειχομαχίαν τοῦτο φάσκων εἶναι, ἀλλὰ κλοπὴν τῆς μάχης. τὰ μὲν δὴ μάχιμα ὁμοίω ἤστην καὶ ἴσου τοῖς Τρωσὶ φόβου ἄξιοι, ἐλείπετο δὲ τοῦ Διομήδους ὁ Σθένελος ξύνεσίν τε καὶ λόγου ἰσχὺν καὶ καρτερήσεις, ὁπόσαι ψυχῆς τέ εἰσι καὶ σώματος, ὀργῆς τε γὰρ ἥττων ἦν καὶ ὑπέρφρων τοῦ ὁμίλου καὶ τραχὺς ἐπιπλήττεσθαι καὶ τὰ ἐς τὴν δίαιταν ἁβρότερον ἢ ἐπὶ στρατοπέδου ἐχρῆν, κατεσκεύαστο, Διομήδει δὲ τἀναντία τούτων ἐπράττετο· μετρίως τε γὰρ πρὸς τὰς ἐπιπλήξεις εἶχε καὶ ἐκόλαζε τὸ ἐξοιδοῦν τῆς ὀργῆς, ὑβρίζειν τε οὐ ξυνεχώρει τοῖς πλήθεσιν, οὐδὲ ἀθυμεῖν, αὐτός τε αὐχμῶν φαίνεσθαι στρατιωτικὸν ἡγεῖτο καὶ τό, ὡς ἔτυχε, καθεύδειν ἐπῄνει σιτία τε ἦν αὐτῷ ἐπιτυχόντα, καὶ οὐδὲ οἴνῳ ἔχαιρεν, εἰ μὴ καθίκοιντο αὐτοῦ οἱ πόνοι. Ἀμπελουργός τὸν δὲ Ἀχιλλέα ἐπῄνει μέν, οὐ μὴν ἐξεπέπληκτό γε, οὐδὲ ἐθεράπευεν, ὥσπερ οἱ πολλοί· καὶ ἀνέκραγέ ποτε ὁ Πρωτεσίλεως ἐπʼ ἐκείνοις τοῖς ἔπεσιν, οἷς ὁ Διομήδης πεποίηται λέγων μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλείωνα μυρία δῶρα διδούς· ὁ δʼ ἀγήνωρ ἐστὶ καὶ ἄλλως. ταῦτα γὰρ τὸν Ὅμηρον ὡς συστρατιώτην ἔφη εἰρηκέναι καὶ οὐχ ὡς ὑποτιθέμενον, ἀππʼ αὐτὸν ξυγγεγονότα τοῖς Ἀχαιοῖς ἐν Τροίᾳ· τὸν γὰρ Διομήδην καθάπτεσθαι τοῦ Ἀχιλλέως παρὰ τὴν μῆνιν τρυφῶντος ἐς τοὺς Ἕλληνας. τὰ δὲ εἴδη ἀμφοῖν τὸν μὲν Σθένελον εὐμήκη ὁ Πρωτεσίλεως οἶδε καὶ ἀνεστηκότα γλαυκόν τε καὶ γρυπὸν καὶ οἷον κομῶντα ὑπέρυθρόν τε καὶ ἕτοιμον τὸ αἷμα, τὸν Διομήδην δὲ βεβηκότα τε ἀναγράφει καὶ χαροπὸν καὶ οὔπω μέλανα καὶ ὀρθὸν τὴν ῥῖνα, καὶ οὔλη δὲ ἡ κόμη καὶ ξὺν αὐχμῷ. Φιλοκτήτης δὲ ὁ Ποίαντος ἐστράτευσε μὲν ὀψὲ τῶν Τρωικῶν, ἄριστα δὲ ἀνθρώπων ἐτόξευεν, Ἡρακλέους, φασί, τοῦ Ἀλκμήνης μαθὼν αὐτό, καὶ κληρονομῆσαι λέγεται τῶν τόξων, ὁπότε Ἡρακλῆς ἀπιὼν τῆς ἀνθρωπείας φύσεως αὐτόν τε παρεστήσατο καὶ τὸ ἐν τῇ Οἴτῃ πῦρ. τοῦτον ἐν Λήμνῳ καταλειφθῆναί φασιν ἄτιμον τοῖς Ἀχαιοῖς ὕδρου ἐνσκήψαντος αὐτῷ ἐς τὸν πόδα, ὑφʼ οὗ νοσεῖν αὐτὸν ἐπὶ ἀκτῆς ὑψηλῆς ἐν πέτρᾳ κείμενον καὶ μαντευτὸν τοῖς Ἀχαιοῖς ἐλθεῖν ὕστερον ἐπὶ τὸν Πάριν, ὃν ἀποκτείνας τὴν μὲν Τροίαν ἑλεῖν τοῖς Ἡρακλέους αὖθις τόξοις, ἰαθῆναι δὲ ὑπὸ τῶν Ἀσκληπιαδῶν αὐτός. ταῦτα φησὶν ὁ Πρωτεσίλεως οὐ παραπολὺ τῆς ἀληθείας εἰρῆσθαι· τά τε γὰρ τόξα τοῦ Ἡρακλέους εἶναι ὁποῖα ὕμνηται, Ἀμπελουργός καὶ τὸν Φιλοκτήτην ξυλλαβεῖν αὐτῷ τοῦ ἐν τῇ Οἴτῃ ἄθλου, τὰ τόξα τε ἀπελθεῖν ἔχοντα καὶ μόνον ἀνθρώπων γιγνώσκειν, ὡς χρὴ ἕλκειν αὐτά, τυχεῖν τε ἀριστείων λαμπρῶν ἐπὶ τῇ ἁλώσει τοῦ Ἰλίου· τὰ δὲ τῆς νόσου καὶ τῶν ἰασαμένων αὐτὸν ἑτέρως λέγει· καταλειφθῆναι μὲν γὰρ ἐν Λήμνῳ τὸν Φιλοκτήτην, οὐ μὴν ἔρημον τῶν θεραπευσόντων οὐδὲ ἀπερριμμένον τοῦ Ἑλληνικοῦ· πολλούς τε γὰρ τῶν Μελίβοιαν οἰκούντων ξυγκαταμεῖναι — στρατηγὸς δὲ τούτων ἦν — τοῖς τε Ἀχαιοῖς δάκρυα ἐπελθεῖν, ὅτε ἀπέλιπε σφᾶς ἀνὴρ πολεμικὸς καὶ πολλῶν ἀντάξιος, ἰαθῆναι δὲ αὐτὸν αὐτίκα ὑπὸ τῆς βώλου τῆς Λημνίας, ἐς ἣν λέγεται πεσεῖν ὁ Ἥφαιστος· ἡ δὲ ἐλαύνει μὲν τὰς μανικὰς νόσους, ἐκραγὲν δὲ αἷμα ἴσχει, ὕδρου δὲ ἰᾶται μόνου δῆγμα ἑρπετῶν. ὃν δὲ ἐτρίβοντο οἱ Ἀχαιοὶ χρόνον ἐν τῷ Ἰλίῳ, τοῦτον ὁ Φιλοκτήτης Εὐνέῳ τῷ Ἰάσονος συνεξῄρει τὰς μικρὰς τῶν νήσων Κᾶρας ἐξελαύνων, ὑφʼ ὧν κατείχοντο, καὶ μισθὸς τῆς συμμαχίας αὐτῷ μοῖρα τῆς Λήμνου ἐγένετο, ἣν Ἄκεσαν ὁ Φιλοκτήτης ἐκάλεσεν, ἐπειδὴ ἐν Λήμνῳ ἰάθη. ἐκεῖθεν αὐτὸν Διομήδης καὶ Νεοπτόλεμος ἑκόντα ἐς Τροίαν ἤγαγον ἱκετεύσαντες ὑπὲρ τοῦ Ἑλληνικοῦ καὶ ἀναγνόντες αὐτῷ τὸν ὑπὲρ τῶν τόξων χρησμόν, ἐκ Λέσβου, ὥς φασιν, ἥκοντα· χρῆσθαι μὲν γὰρ καὶ τοῖς οἴκοι μαντείοις τοὺς Ἀχαιοὺς τῷ τε Δωδωναίῳ καὶ τῷ Πυθικῷ καὶ ὁπόσα μαντεῖα εὐδόκιμα Βοιώτιά τε ἦν καὶ Φωκικά, Λέσβου δὲ ὀλίγον ἀπεχούσης τοῦ Ἰλίου στέλλειν ἐς τὸ ἐκεῖ μαντεῖον τοὺς Ἕλληνας. ἔχρα δέ, οἶμαι, ἐξ Ὀρφέως, ἡ κεφαλὴ γὰρ μετὰ τὸ τῶν γυναικῶν ἔργον ἐς Λέσβον κατασχοῦσα ῥῆγμα τῆς Λέσβου ᾤκησε καὶ ἐν κοίλῃ τῇ γῇ ἐχρησμῴδει. Ἀμπελουργός ὅθεν ἐχρῶντό τε αὐτῇ τὰ μαντικὰ Λέσβιοι τε καὶ τὸ ἄλλο πᾶν Αἰολικὸν καὶ Ἴωνες Αἰολεῦσι πρόσοικοι, χρησμοὶ δὲ τοῦ μαντείου τούτου καὶ ἐς Βαβυλῶνα ἀνεπέμποντο, πολλὰ γὰρ καὶ ἐς τὸν ἄνω βασιλέα ἡ κεφαλὴ ᾖδε, Κύρῳ τε τῷ ἀρχαίῳ χρησμὸν ἐντεῦθεν ἐκδοθῆναι λέγεται· τὰ ἐμά, ὦ Κῦρε, σά , καὶ ὁ μὲν οὕτως ἐγίγνωσκεν, ὡς Ὀδρύσας τε καὶ τὴν Εὐρώπην καθέξων, ἐπειδὴ Ὀρφεύς ποτε μετὰ τοῦ σοφοῦ καὶ δυνατὸς γενόμενος ἀνά τε Ὀδρύσας ἴσχυσεν ἀνά τε Ἕλληνας, ὁπόσοι τελεταῖς ἐθείαζον, ὁ δʼ, οἶμαι, τὰ ἑαυτοῦ πείσεσθαι ἐδήλου τὸν Κῦρον· ἐλάσας γὰρ Κῦρος ὑπὲρ ποταμὸν Ἴστρον ἐπὶ Μασσαγέτας τε καὶ Ἰσσηδόνας — τὰ δὲ ἔθνη ταῦτα Σκύθαι — ἀπέθανέ τε ὑπὸ γυναικός, ἣ τούτων ἦρχε τῶν βαρβάρων καὶ ἀπέτεμεν ἡ γυνὴ τὴν Κύρου κεφαλήν, καθάπερ αἱ Θρᾷτται τὴν Ὀρφέως. τοσαῦτα, ξένε, περὶ τοῦ μαντείου τούτου Πρωτεσίλεώ τε καὶ Λεσβίων ἤκουσα. ἐλθεῖν δὲ ἐς Τροίαν τὸν Φιλοκτήτην οὔτε νοσοῦντα, οὔτε νενοσηκότι ὅμοιον, ἀλλὰ πολιὸν μὲν ὑφʼ ἡλικίας, ἑξήκοντα γάρ που ἔτη γεγονέναι, σφριγῶντα δὲ παρὰ πολλοὺς τῶν νέων βλέπειν δεινότατα ἀνθρώπων καὶ φθέγγεσθαι βραχυλογώτατα καὶ ὀλίγοις τῶν βουλευμάτων ξυντίθεσθαι. Ἀγαμέμνονα δὲ καὶ Μενέλεων οὔτε τὸ εἶδος ὁμοίω γενέσθαι φησὶν οὔτε τὴν ῥώμην· τὸν μὲν γὰρ ἐν αὐτουργίᾳ τῶν πολεμικῶν εἶναι μαχόμενόν τε οὐδενὸς τῶν ἀρίστων ἧττον καὶ ὁπόσα ἐς βασιλέα ἥκει, πράττοντα, γιγνώσκειν τε αὐτόν, ἃ χρὴ τὸν ἄρχοντα, καὶ ὅ τι ἕτερος γνοίη πείθεσθαι, πρέπειν τε τῇ τῶν Ἑλλήνων ἀρχῇ καὶ διʼ αὐτὸ τὸ εἶδος, σεμνὸν γὰρ καὶ μεγαλοπρεπῆ φαίνεσθαι καὶ οἷον ταῖς Χάρισι θύοντα, τὸν δὲ Μενέλεων μάχεσθαι μὲν μετὰ πολλοὺς τῶν Ἑλλήνων,