<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0638.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="page" xml:base="urn:cts:greekLit:tlg0638.tlg004.perseus-grc2" n="695"><sp rend="merge"><speaker>Ἀμπελουργός</speaker><p>ὅθεν <milestone unit="Olearius_page" resp="Olearius" n="695"/> ὁ Πρωτεσίλεως παίγνιον τὸν Ὀδυσσέα καλεῖ τοῦ Ὁμήρου· οὐδὲ γὰρ τῆς λεγομένης αὐτοῦ σοφίας ἤρα ἡ κόρη· τί γὰρ σοφὸν ἢ εἶπε πρὸς τὴν Ναυσικάαν ἢ ἔπραξε; καλεῖ δὲ αὐτὸν Ὁμήρου παίγνιον καὶ ἐν τῆ ἄλῃ· καθεύδων τε γὰρ πολλαχοῦ ἀπόλλυται καὶ ἐκφέρεται τῆς νεὼς τῶν Φαιάκων ὥσπερ ἀποθανὼν ἐν τῇ Εὐπλοίᾳ, τὴν δὲ τοῦ Ποσειδῶνος μῆνιν, διʼ ἣν οὔτε ναῦς ὑπελείφθη τῷ Ὀδυσσεῖ οὐδεμία καὶ οἱ ἄνδρες οἱ πληροῦντες αὐτὰς ἀπώλοντο, οὐχ ὑπὲρ τοῦ Πολυφήμου γενέσθαι φησίν· οὔτε γὰρ ἀφικέσθαι τὸν Ὀδυσσέα ἐς ἤθη τοιαῦτα, οὔτʼ ἄν, εἰ Ποσειδῶνι Κύκλωψ παῖς ἐγένετο, μηνῖσαι τὸν Ποσειδῶ ποτε ὑπὲρ τοῦ τοιούτου παιδός, ὃς λέοντος ὠμοῦ δίκην τοὺς ἀνθρώπους ἤσθιεν, ἀλλʼ ὑπὲρ Παλαμήδους υἱωνοῦ ὄντος ἄπλουν μὲν τὴν θάλατταν τῷ Ὀδυσσεῖ ἐποίει, διαφυγόντα δὲ αὐτὸν τὰ ἐκεῖ πάθη ἀπώλεσεν ʽἐνʼ αὐτῇ ʽτᾖ Ἰθάκῃ ὕστερον θαλαττίαν, οἶμαι, αἰχμὴν ἐπʼ αὐτὸν δούς. λέγει δὲ καὶ τὴν Ἀχιλλέως μῆνιν οὐχ ὑπὲρ τῆς τοῦ Βρισέως θυγατρὸς ἐμπεσεῖν τοῖς Ἕλλησιν, ἀλλὰ κἀκεῖνον ὑπὲρ Παλαμήδους μηνῖσαι. καὶ ἀποκείσθω μοι ὁ λόγος οὗτος ἐς τὰ τοῦ Ἀχιλλέως ἔργα· δίειμι γὰρ καὶ  κατὰ ἕνα τοὺς ἥρως ἀπαγγέλλων, ὅσα τοῦ Πρωτεσίλεως περὶ αὐτῶν ἤκουσα. <pb n="p.165"/> </p></sp><sp><speaker>Φοῖνιξ</speaker><p>ἥκεις ἐπὶ τὸν ἥδιστον ἐμοὶ τῶν λόγων· ἵππων γὰρ ἤδη δή με καὶ ἀνδρῶν <quote rend="blockquote"><lb/>ἀμφὶ κτύπος οὔατα βάλλει </quote> καὶ μαντεύομαί τι ἀγαθὸν ἀκούσεσθαι μέγα.</p></sp></div><div type="textpart" subtype="page" xml:base="urn:cts:greekLit:tlg0638.tlg004.perseus-grc2" n="696"><sp><speaker>Ἀμπελουργός</speaker><p><milestone unit="Olearius_page" resp="Olearius" n="696"/>ἄκουε, ξένε· παρέλθοι δέ με, ὧ Πρωτεσίλεω,  μηδέν, μηδὲ ἐκλαθοίμην ὧν ἤκουσά τινος. πρεσβύτατον μὲν τοίνυν τοῦ Ἑλληνικοῦ φησιν  ἐλθεῖν ἐς Τροίαν τὸν Νηλέως Νέστορα πολέμων τε πολλῶν γεγυμνασμένον, οἳ ἐφʼ ἡλικίας αὐτῷ ἐπολεμήθησαν, ἀγώνων τε γυμνικῶν, ἐν οἷς πύγμης  καὶ πάλης ἆθλα ἐτίθετο, τακτικήν τε, ὁπόση ὁπλιτῶν τε καὶ ἵππων, ἄριστα δὴ ἀνθρώπων γιγνώσκοντα δημαγωγίᾳ τε ἐκ μειρακίου ξυμβεβηκότα, μὰ Δίʼ οὐ τῇ κολακευούσῃ τοὺς δήμους, ἀλλὰ τῇ σωφρονιζούσῃ· πράττειν δὲ αὐτὸ ξὺν ὥρᾳ τε καὶ ἡδονῇ  τῶν λόγων, ὅθεν καὶ τὰς ἐπιπλήξεις, ἃς ἐποιεῖτο, μὴ ἀγροίκους, μηδὲ ἀηδεῖς φαίνεσθαι, καὶ ὁπόσα Ὁμήρῳ περὶ αὐτοῦ εἴρηται, ξὺν ἀληθείᾳ φησὶν εἰρῆσθαι. καὶ μὴν καὶ ὁπόσα ἕτεροι περὶ τῶν τοῦ Γηρυόνου βοῶν εἶπον, ὡς ἀφείλοντο αὐτὰς τὸν Ἡρακλέα  Νηλεύς τε καὶ οἱ Νηλεῖδαι πλὴν Νέστορος, ἐπαινεῖ ὁ Πρωτεσίλεως ὡς ἀληθῆ καὶ μὴ παρευρημένα· τὸν γάρ τοι Ἡρακλέα δικαιοσύνης μισθὸν τῷ Νέστορι δοῦναι τὴν Μεσσήνην, ἐπειδὴ μηδὲν ὧν οἱ ἀδελφοὶ περὶ τὰς βοῦς ἥμαρτεν. λέγεται δὲ καὶ  ἁλῶναι αὐτοῦ ὁ Ἡρακλῆς σωφρονεστάτου τε ὄντος  καὶ καλλίστου ἀγαπῆσαί τε αὐτὸν μᾶλλον ἢ τὸν Ὕλλαν τε καὶ τὸν Ἄβδηρον· οἱ μὲν γὰρ παιδάρια ἦσαν καὶ κομιδῇ νέοι, Νέστορι δὲ ἐφήβῳ ἤδη ἐντυχεῖν αὐτὸν καὶ ἀρετὴν ἀσκοῦντι, ὁπόση ψυχῆς τε  καὶ σώματος, ὅθεν ἀγαπῆσαί τε καὶ ἀγαπηθῆναι. τό τοι διομνύναι τὸν Ἡρακλέα οὔπω ξύνηθες τοῖς ἀνθρώποις <pb n="p.166"/> ὂν πρῶτόν γε νομίσαι φησὶ τὸν Νέστορα καὶ παραδοῦναι τοῖς ἐν Τροίᾳ. </p></sp></div><div type="textpart" subtype="page" xml:base="urn:cts:greekLit:tlg0638.tlg004.perseus-grc2" n="697"><sp rend="merge"><speaker>Ἀμπελουργός</speaker><p>γενέσθαι δὲ αὐτῷ <milestone unit="Olearius_page" resp="Olearius" n="697"/> καὶ παῖδα Ἀντίλοχον, ὃν μεσοῦντος ἤδη τοῦ πολέμου ἐλθεῖν. νέον μὲν γὰρ εἶναι τὸν Ἀντίλοχον καὶ οὐκ ἐν ὥρᾳ τῶν πολεμικῶν, ὁπότε ξυνελέγοντο ἐς Αὐλίδα, βουλομένῳ δὲ αὐτῷ στρατεύειν οὐ  ξυγχωρῆσαι τὸν πατέρα, τὸν δʼ, ἐπειδὴ πέμπτον ἔτος ἤδη προβεβήκει τῷ πολέμῳ, νεώς τε ἐπιβάντα ἀφικέσθαι καὶ παρελθόντα ἐς τὴν τοῦ Ἀχιλλέως σκηνήν, ἐπειδὴ τοῦτον ἐπιτηδειότατον εἶναι τῷ πατρὶ ἤκουεν, ἱκετεῦσαι τὸν Ἀχιλλέα παραιτήσασθαι αὐτὸν τοῦ πατρός, εἴ πως ἀπειθήσαντι μὴ ἄχθοιτο. ὁ δὲ ἡσθεὶς τῇ τοῦ Ἀντιλόχου ὥρᾳ καὶ τῆς προθυμίας ἀγασθεὶς αὐτὸν <q>οὔπω τὸν πατέρα</q>, εἶπεν <q>ὦ μειράκιον, τὸν σεαυτοῦ γιγνώσκεις, εἰ μὴ ὑπʼ αὐτοῦ ἐπαινεθήσεσθαι μᾶλλον οἴει ἔργον φιλότιμόν τε καὶ νεανικὸν εἰργασμένος,</q> καὶ ὀρθῶς εἶπεν ὁ Ἀχιλλεὺς ταῦτα· ὑπερησθεὶς γὰρ τῷ παιδὶ ὁ Νέστωρ καὶ ἐπʼ αὐτῷ φρονήσας ἄγει αὐτὸν παρὰ τὸν Ἀγαμέμνονα, ὁ δὲ αὐτίκα ξυγκαλεῖ τοὺς Ἀχαιοὺς καὶ λέγεται ἄριστα ἑαυτοῦ διαλεχθῆναι τότε ὁ Νέστωρ. ξυνελθεῖν μὲν γὰρ αὐτοὺς χαίροντας ἐπὶ τῷ παῖδα ὄψεσθαι Νέστορος  —  οὐδὲ γὰρ εἶναι αὐτῷ ἐν Τροίᾳ υἱόν, οὔτε Θρασυμήδη τινὰ οὔτε ἕτερον —  ἑστάναι δὲ τὸν Ἀντίλοχον ἐρυθριῶντά τε καὶ ἐς τὴν γῆν βλέποντα καὶ θαυμαστὰς κτήσασθαι τοῦ κάλλους οὐκ ἐλάττους ἢ Ἀχιλλεὺς ἐκέκτητο. τὸ μὲν  γὰρ ἐκείνου εἶδος ἐκπληκτικόν τε φαίνεσθαι καὶ θεῖον, τὸ δὲ τοῦ Ἀντιλόχου τερπνόν τε καὶ ἥμερον δοκεῖν πᾶσι, καὶ τοὺς Ἀχαιοὺς ὁ Πρωτεσίλεως οὐδὲ ἄλλως ἐκλελησμένους τότε δὴ μάλιστα ἐς ἔννοιαν ἑαυτοῦ ἀφικέσθαι λέγει, ξυμβαίνοντος ἑαυτῷ τοῦ <pb n="p.167"/> <milestone unit="Olearius_page" resp="Olearius" n="698"/> Ἀντιλόχου τὴν ἡλικίαν τε καὶ τὸ μέγεθος,</p></sp></div><div type="textpart" subtype="page" xml:base="urn:cts:greekLit:tlg0638.tlg004.perseus-grc2" n="698"><sp rend="merge"><speaker>Ἀμπελουργός</speaker><p>πολλοῖς δὲ αὐτῶν καὶ δάκρυα ἐπελθεῖν φησιν οἴκτῳ τῆς ἀμφοῖν ἡλικίας, εὐφημίαις τε χρήσασθαι τοὺς Ἀχαιοὺς ἐς τὸν Νέστορα ἐφʼ οἷς εἶπε, διέκειντο γὰρ ὡς παῖδες πρὸς πατέρα. ἔστι σοι καὶ ἄγαλμα παραγαγεῖν  τοῦ Νέστορος· ὁ γὰρ Πρωτεσίλεως αὐτὸν ὧδε ἑρμηνεύει,  ὡς φαιδρὸς μὲν ἀεὶ φαίνοιτο καὶ ἐν ὁρμῇ μειδιάματος, γενειῶν δὲ σεμνῶς τε καὶ ξυμμέτρως, τὰ δὲ ἀμφὶ παλαίστραν αὐτῷ πεπονημένα τὰ ὦτα κατηγοροίη καὶ ὁ αὐχὴν ὑπονεάζων ἔτι· καὶ γὰρ δὴ  καὶ ὀρθὸν εἶναι τὸν Νέστορα καὶ μὴ ἡττώμενον ὑπὸ τοῦ γήρως, εἶναι δὲ καὶ μελανόφθαλμον καὶ μὴ ἀποκρεμάμενον τὴν ῥῖνα, ταυτὶ δὲ ἐν γήρᾳ μόνοι ἴσχουσιν, οὓς μὴ ἐπιλείπει τὸ ἐρρῶσθαι. τὸν δὲ Ἀντίλοχον τὰ μὲν ἄλλα ὅμοιόν φησι γενέσθαι τῷ  Νέστορι, δρομικώτερον δὲ καὶ περιεπτισμένον τὸ  εἶδος καὶ μὴ φρονοῦντα ἐπὶ τῇ κόμῃ. κἀκεῖνά μοι Ἀντιλόχου ἑρμηνεύει· φιλιππότατόν τε γενέσθαι αὐτὸν καὶ κυνηγετικώτατον καὶ ταῖς τῶν πολέμων ἀνοχαῖς ἐπὶ τὰ θηρία χρώμενον· ἀναφοιτᾶν γοῦν ἐς  τὴν Ἴδην τὸν Ἀντίλοχον ξὺν Ἀχιλλεῖ καὶ Μυρμιδόσι καὶ ἐφʼ ἑαυτοῦ μετὰ Πυλίων τε καὶ Ἀρκάδων, οἳ θηρίων ἀγορὰν παρεῖχον τῷ στρατῷ διὰ πλῆθος τῶν ἁλισκομένων, τὰ δὲ πολέμια γενναῖόν τε εἶναι καὶ πτηνὸν τὼ πόδε καὶ ταχὺν τὴν ἐν τοῖς ὅπλοις  κίνησιν, εὐξύνετόν τε τοῖς παραγγελλομένοις χρήσασθαι καὶ τὸ ἐπίχαρι μηδὲ ἐν ταῖς μάχαις ἀπολείποντα. </p></sp></div><div type="textpart" subtype="page" xml:base="urn:cts:greekLit:tlg0638.tlg004.perseus-grc2" n="699"><sp rend="merge"><speaker>Ἀμπελουργός</speaker><p><milestone unit="Olearius_page" resp="Olearius" n="699"/> ἀποθανεῖν δὲ οὐχ, ὡς οἱ πολλοὶ ᾅδουσιν, ὐπὸ Μέμνονος ἐξ Αἰθιοπίας ἥκοντος· Αἰθίοπα μὲν γὰρ γενέσθαι Μέμνονα δυναστεύσαντα ἐπὶ τῶν Τρωικῶν ἐν Αἰθιοπίᾳ,  ἐφʼ οὗ καὶ τὸ ψάμμινον ὄρος ἀναχωσθῆναι λέγεται ὑπὸ τοῦ Νείλου, καὶ θύουσιν αὐτῷ κατὰ <pb n="p.168"/> Μερόην καὶ Μέμφιν Αἰγύπτιοι καὶ Αἰθίοπες, ἐπειδὰν ἀκτῖνα πρώτην ὁ ἥλιος ἐκβάλλῃ, παρʼ ἧς τὸ ἄγαλμα φωνὴν ἐκρήγνυσιν, ᾗ τοὺς θεραπεύοντας ἀσπάζεται, Τρῶα δὲ ἕτερον γενέσθαι Μέμνονα νεώτατον τοῦ Τρωικοῦ, ὃν ζῶντος μὲν Ἕκτορος οὐδὲν βελτίω δόξαι τῶν ἀμφὶ Δηίφοβόν τε καὶ Εὔφορβον, ἀποθανόντος δὲ προθυμότατόν τε καὶ ἀνδρειότατον νομισθῆναι, καὶ τὴν Τροίαν ἐς αὐτὸν βλέψαι κακῶς  ἤδη πράττουσαν· οὗτος, ξένε, τὸν καλόν τε καὶ χρηστὸν Ἀντίλοχον ἀποκτεῖναι λέγεται προασπίζοντα τοῦ πατρὸς Νέστορος, ὅτε δὴ τὸν Ἀχιλλέα πυράν τε νῆσαι τῷ Ἀντιλόχῳ καὶ πολλὰ ἐς αὐτὴν σφάξαι τά τε ὅπλα καὶ τὴν κεφαλὴν τοῦ Μέμνονος ἐπικαῦσαι αὐτῷ· τὸ γὰρ τοῦ ἀγῶνος, ὃν ἐπὶ Πατρόκλῳ τε καὶ Ἀντιλόχῳ ὁ Ἀχιλλεὺς ἔθηκεν, ἐπὶ πλέον καὶ τοῖς ἀρίστοις νενομίσθαι φησίν, ὅθεν τεθῆναι μὲν ἐφʼ ἑαυτῷ ἐνταῦθα, τεθῆναι δὲ ἐπʼ Ἀχιλλεῖ τε καὶ Πατρόκλῳ καὶ Ἀντιλόχῳ ἐν Ἰλίῳ. λέγεται δὲ καὶ ἐπὶ τῷ Ἕκτορι τεθῆναι ἀγῶνα δρόμου καὶ τόξου καὶ αἰχμῆς, πάλην δὲ καὶ πυγμὴν μηδένα ἀποδύσασθαι Τρώων, τὸ μὲν γὰρ οὔπω ἐγίγνωσκον, τὸ δέ, οἶμαι, ἐφοβοῦντο. Διομήδης καὶ Σθένελος ἡλικίας μὲν ταὐτὸν εἶχον, ἤστην δὲ ὁ μὲν Καπανέως, ὁ δὲ Τυδέως, οἳ λέγονται τειχομαχοῦντες ἀποθανεῖν ὁ μὲν ὑπὸ Θηβαίων, ὁ δέ, οἶμαι, κεραυνωθείς. κειμένων δὲ ἀτάφων τῶν νεκρῶν τὸν μὲν ὑπὲρ τῶν σωμάτων ἀγῶνα Ἀθηναῖοι ἤραντο καὶ ἔθαψαν αὐτοὺς νικῶντες,</p></sp></div></div></body></text></TEI>