Ἀμπελουργός Αἴας δὲ ὁ μέγας τοὺς μὲν τὰ πλήθη ἀποκτείνοντας θεριστὰς ἡγεῖτο μέγα οὐδὲν ἀμῶντας, τοὺς δὲ τῶν ἀρίστων κρατοῦντας δρυτόμους ἐκάλει καὶ ταύτης ἑαυτὸν τῆς μάχης ἠξίου μᾶλλον· ταῦτα τοι καὶ ἐπὶ τοὺς τοῦ ποταμοῦ παῖδας ᾖξεν οὔτε τοῖ μέρους ἑαυτοῦ ὄντας καὶ τὸν τοῦ Ἕκτορος τρόπον ἀπὸ τεττάρων μαχομένους ἵππων, βαίνων τε σοβαρὸν μετὰ τῆς αἰχμῆς πρὸς τὴν ἀσπίδα ἐδούπησε ταραχῆς ἕνεκα τῶν ἵππων· οἱ δὲ ἵπποι ἔκφρονές τε αὐτίκα ἐγένοντο καὶ ὀρθοὶ ἀνεσκίρτησαν, ὅθεν ἀπιστήσαντες οἱ Σκύθαι τῷ ἅρματι ἀπεπήδησάν τε αὐτοῦ ἀτακτοῦντος καὶ συνέπεσον τῷ Αἴαντι, λόγου τε ἀξίως μαχόμενοι ἄμφω ἀπέθανον. μνημονεύει ὁ Πρωτεσίλεως καὶ τῶν τοῦ Παλαμήδους ἔργων ὡς μεγάλων, οἷς αὐτός τε καὶ Διομήδης καὶ Σθένελος τὸν Αἷμον καὶ τοὺς ἀμφʼ αὐτὸν ἀποκτείναντες οὐδὲ ἀριστείων ὁ Παλαμήδης ἠξίου τυγχάνειν, ἀλλʼ ἐκεῖνα μὲν τῷ Διομήδει ξυνεχώρει ἔχειν, ἐπειδὴ πάνθʼ ὑπὲρ τῆς τῶν πολεμικῶν τιμῆς τε καὶ δόξης ἐγίγνωσκεν αὐτὸν πράττοντα, σοφίας δὲ εἴ τινα στέφανον προθείη τὸ Ἑλληνικόν, οὐκ ἂν ἐκστῆναι τούτου ἑτέρῳ σοφίας τε ἀπʼ ἀρχῆς ἐρῶν καὶ μελετῶν τοῦτο. Τηλέφῳ δὲ ὁ Πρωτεσίλεως αὐτὸς μὲν συμπλακῆναί φησι καὶ τὴν ἀσπίδα ζῶντος περισπάσαι, τὸν δὲ Ἀχιλλέα γυμνῷ προσπεσόντα τρῶσαι αὐτὸν εὐθὺ τοῦ μηροῦ καὶ ἰατρὸν μὲν ὕστερον ἐν Τροίᾳ γενέσθαι τοῦ τραύματος, τότε δὲ λιποθυμῆσαί τε ὑπʼ αὐτοῦ ὁ Τήλεφος καὶ ἀποθανεῖν ἄν, εἰ μὴ οἱ Μυσοὶ ξυνδραμόντες ἀνείλοντο αὐτὸν ἐκ τῆς μάχης, ὅτε δὴ λέγονται πολλοὶ τῶν Μυσῶν ἐπʼ αὐτῷ πεσεῖν, ὑφʼ ὧν ᾑματωμένον ῥυῆναι τὸν Κάικον. λέγει δὲ ὡς καὶ δικάσαιτο μὲν πρὸς αὐτὸν ὁ Ἀχιλλεὺς περὶ τῆς ἀσπίδος, ἐπειδὴ ἐτετρώκει τὸν Τήλεφον, οἱ δὲ Ἀχαιοὶ ψηφίσαιντο αὐτῷ μᾶλλον προσήκειν τὴν ἀσπίδα, ὡς οὐκ ἂν τοῦ Τηλέφου τρωθέντος, εἰ μὴ ἐκείνης ἐγυμνώθη. φησὶ δέ, ὅτι καὶ Μυσαὶ γυναῖκες ἀφʼ ἵππων συνεμάχοντο τοῖς ἀνδράσιν, ὥσπερ Ἀμαζόνες, καὶ ἦρχε τῆς ἵππου ταύτης Ἱερὰ γυνὴ Τηλέφου. Ἀμπελουργός ταύτην μὲν δὴ λέγεται Νιρεὺς ἀποκτεῖναι — τὸ γὰρ μειρακιῶδες τοῦ στρατοῦ καὶ οὔπω εὐδόκιμον πρὸς αὐτὰς ἔταξαν — πεσούσης δὲ ἀνέκραγον αἱ Μυσαὶ καὶ συνταράξασαι τὴν ἑαυτῶν ἵππον ἐς τὰ τοῦ Καίκου ἕλη ἀπηνέχθησαν. τὴν δὲ Ἱερὰν ταύτην ὁ Πρωτεσίλεως μεγίστην ὧν εἶδε γυναικῶν γενέσθαι λέγει καλλίστην τε ἁπασῶν, ὁπόσαι ὄνομα ἐπὶ κάλλει ἤραντο. Ἑλένην μὲν γὰρ τὴν Μενέλεω γυναῖκα ἰδεῖν οὔ φησιν ἐν Τροίᾳ, νυνὶ δὲ ὁρᾶν μὲν αὐτὴν τὴν Ἑλένην καὶ οὐ μέμφεσθαι τὸ ὑπὲρ αὐτῆς ἀποθανεῖν, εἰ δὲ ἐνθυμηθείη τὴν Ἱεράν, τοσοῦτον αὐτήν φησι πλεονεκτεῖν τῆς Ἑλένης, ὅσον κἀκείνη τῶν Τρωάδων. καὶ οὐδὲ αὕτη, ξένε, Ὁμήρου ἐπαινέτου ἔτυχεν, ἀλλὰ Ἑλένῃ χαριζόμενος οὐκ ἐσηγάγετο ἐς τὰ ἑαυτοῦ ποιήματα θείαν γυναῖκα, ἐφʼ ᾗ καὶ παθεῖν τι οἱ Ἀχαιοὶ καὶ πεσούσῃ λέγονται καὶ παρακελεύσασθαι πρεσβύτεροι νέοις μὴ σκυλεύειν Ἱεράν, μηδὲ προσάπτεσθαι κειμένης. ἐν ταύτῃ, ξένε, τῇ μάχῃ πολλοὶ τῶν Ἀχαιῶν ἐτρώθησαν, καὶ λουτρὰ τοῖς τετρωμένοις μαντευτὰ ἐγένετο, πηγαὶ θερμαὶ ἐν Ἰωνίᾳ, ἃς ἔτι καὶ νῦν Ἀγαμεμνονείους καλοῦσιν οἱ Σμύρναν οἰκοῦντες. ἀπέχουσι δέ, οἶμαι, τετταράκοντα στάδια τοῦ ἄστεος καὶ ἀνῆπτό ποτε αὐτοῖς αἰχμάλωτα κράνη Μύσια. Φοῖνιξ τί οὖν, ἀμπελουργέ, φῶμεν ἑκόντα τὸν Ὅμηρον ἤ ἄκοντα παραλιπεῖν ταῦτα οὕτως ἡδέα καὶ ποιητικὰ ὄντα; Ἀμπελουργός ἑκόντα ἴσως, ξένε· βουληθεὶς γὰρ τὴν Ἑλένην ὡς ἀρίστην γυναικῶν ὑμνῆσαι ἐπὶ τῷ κάλλει καὶ τὰς Τρωικὰς μάχας ὡς μεγίστας τῶν ἀλλαχοῦ διαπολεμηθεισῶν ἐπαινέσαι Παλαμήδην τε τὸν θεῖον ἐξαιρῶν ἅπαντος λόγου διʼ Ὀδυσσέα Ἀχιλλεῖ τε μόνῳ τὰ μαχιμώτατα τῶν ἔργων οὕτως ἀνατιθείς, Ἀμπελουργός ὡς ἐκλανθάνεσθαι τῶν ἄλλων Ἀχαιῶν, ὅτε Ἀχιλλεὺς μάχοιτο, οὔτε Μύσια ἐποίησεν ἔπη, οὔτε ἐς μνήμην κατέστη τοῦ ἔργου τούτου, ἐν ᾧ καὶ γυνὴ καλλίων Ἑλένης εὕρητο ἂν καὶ ἄνδρες οὐ παραπολὺ Ἀχιλλέως τὴν ἀνδρίαν καὶ ἀγὼν εὐδοκιμώτατος. Παλαμήδους δὲ μνημονεύσας οὐκ ἂν εὗρεν, ὅτῳ ποτὲ κρύψοι τὸ τοῦ Ὀδυσσέως ἐπʼ αὐτῷ ὄνειδος. Φοῖνιξ πῶς οὖν ὁ Πρωτεσίλεως περὶ τοῦ Ὁμήρου φρονεῖ; βασανίζειν γάρ που αὐτὸν ἔφασκες τὰ τούτου ποιήματα. Ἀμπελουργός τὸν Ὅμηρον φησί, ξένε, καθάπερ ἐν ἁρμονίᾳ μουσικῇ πάντας ψῆλαι τοὺς ποιητικοὺς τῶν τρόπων καὶ τοὺς ποιητάς, ἐφʼ οἷς ἐγένετο, ὑπερβεβλῆσθαι πάντας, ἐν ὅτῳ ἕκαστος αὐτῶν ἦν κράτιστος· μεγαλορρημοσύνην τε γὰρ ὑπὲρ τὸν Ὀρφέα ἀσκῆσαι ἡδονῇ τε ὑπερβαλέσθαι τὸν Ἡσίοδον καὶ ἄλλῳ ἄλλον, καὶ λόγον μὲν ὑποθέσθαι Τρωικόν, ἐς ὃν ἡ τύχη τὰς πάντων Ἑλλήνων τε καὶ βαρβάρων ἀρετὰς ξυνήνεγκεν, ἐσαγαγέσθαι δὲ ἐς αὐτὸν πολέμους τοὺς μὲν πρὸς ἄνδρας, τοὺς δὲ πρὸς ἵππους καὶ τείχη, τοὺς δὲ πρὸς ποταμούς, τοὺς δὲ πρὸς θεοὺς καὶ θεάς, καὶ ὁπόσα κατʼ εἰρήνην εἰσὶ καὶ χοροὺς καὶ ᾠδὰς καὶ ἔρωτας καὶ δαῖτας ἔργα τε, ὧν γεωργία ἅπτεται, καὶ ὥρας, αἳ σημαίνουσιν, ὁπόσα ἐς τὴν γῆν δεῖ πράττειν, καὶ ναυτιλίας καὶ ὁπλοποιίας τὰς ἐν Ἡφαίστῳ, εἴδη τε ἀνδρῶν καὶ ἤθη ποικίλα. πάντα ταῦτα τὸν Ὅμηρον δαιμονίως ἐξειργάσθαι φησὶ καὶ τοὺς μὴ ἐρῶντας αὐτοῦ μαίνεσθαι. καλεῖ δὲ αὐτὸν καὶ οἰκιστὴν Τροίας, ἐπειδὴ εὐδοκίμησεν ἐκ τῶν Ὁμήρου ἐπʼ αὐτῇ θρήνων. θαυμάζει δὲ αὐτοῦ καὶ ὅσα ἐπιτιμᾷ τοῖς ὁμοτέχνοις, ὅτι μὴ τραχέως διορθοῦται σφᾶς, ἀλλʼ οἷον λανθάνων· Ἡσίοδον μὲν ἐν ἄλλοις τε καὶ οὐκ ὀλίγοις καὶ νὴ Δίʼ ἐν τοῖς ἐκτυπώμασι τῶν ἀσπίδων· ἑρμηνεύων γὰρ οὗτός ποτε τὴν τοῦ Κύκνου ἀσπίδα τὸ τῆς Γοργοῦς εἷδος ὑπτίως τε καὶ οὐ ποιητικῶς ᾖσεν, ὅθεν ἐπιστρέφων αὐτὸν ὁ Ὅμηρος Ἀμπελουργός τῇ δʼ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο δεινὸν δερκομένη, περὶ δὲ Δεῖμός τε Φόβος τε, οὑτωσὶ τὴν Γοργὼ ᾅδει. Ὀρφέα δὲ ἐν πολλοῖς τῶν κατὰ θεολογίαν ὑπερῆρε, Μουσαῖον δʼ ἐν ᾠδαῖς χρησμῶν, καὶ μὴν καὶ Παμφὼ σοφῶς μὲν ἐνθυμηθέντος, ὅτι. Ζεὺς εἴη τὸ ζῳογονοῦν καὶ διʼ οὗ ἀνίσταται τὰ ἐκ τῆς γῆς πάντα, εὐηθέστερον δὲ χρησαμένου τῷ λόγῳ καὶ καταβεβλημένα ἔπη ἐς τὸν Δία ᾅσαντος — ἔστι γὰρ τὰ τοῦ Παμφὼ ἔπη· Ζεῦ κύδιστε, μέγιστε θεῶν, εἰλυμένε κόπρῳ μηλείῃ τε καὶ ἱππείῃ καὶ ἡμιονείῃ τὸν Ὅμηρον ὁ Πρωτεσίλεώς φησιν ἐπάξιον τοῦ Διὸς ᾆσαι ὕμνον· Ζεῦ κύδιστε, μέγιστε, κελαινεφές, αἰθέρι ναίων ὡς οἰκοῦντος μὲν αὐτοῦ τὸ καθαρώτατον, ἐργαζομένου δὲ ἔμβια τὰ ὑπὸ τῷ αἰθέρι. καὶ τὰς μάχας δέ, ὁπόσαι Ποσειδῶνι μὲν πρὸς Ἀπόλλω, Λητοῖ δὲ πρὸς Ἑρμῆν ἐγένοντο, καὶ ὡς ἐμάχοντο ἡ Ἀθηνᾶ τῷ Ἄρει καὶ ὁ Ἥφαιστος τῷ ὕδατι, ταῦτα τὸν Ὀρφέως τρόπον πεφιλοσοφῆσθαι τῷ Ὁμήρῳ φησὶ καὶ οὐ μεμπτὰ εἶναι πρὸς ἔκπληξιν καὶ θεῖα, ὥσπερ τὸ καὶ (ὡς) ἀνεπήδησεν Ἀιδωνεὺς τοῦ θρόνου τινασσομένης τῆς γῆς ἐκ Ποσειδῶνος. μέμφεται δὲ τοῦ Ὁμήρου ἐκεῖνα· πρῶτα μὲν ὅτι θεοὺς ἐγκαταμίξας ἀνθρώποις περὶ μὲν τῶν ἀνθρώπων μεγάλα εἴρηκε, περὶ δὲ τῶν θεῶν μικρὰ καὶ φαῦλα, εἶτα ὅτι σαφῶς γιγνώσκων, ὡς ἐν Αἰγύπτῳ ἡ Ἑλένη ἐγένετο ἀπενεχθεῖσα ὑπὸ ἀνέμων ὁμοῦ τῷ Πάριδι, ὁ δὲ ἄγει αὐτὴν ἐπὶ τὸ τοῦ Ἰλίου τεῖχος ὀψομένην τὰ ἐν τῷ πεδίῳ κακά, ἣν εἰκός, εἰ καὶ διʼ ἑτέραν γυναῖκα ταῦτα ἐγίγνετο, Ἀμπελουργός ξυγκαλύπτεσθαί τε καὶ μὴ ὁρᾶν αὐτὰ διαβεβλημένου τοῦ γένους. ἐπαινουμένου δὲ οὐδὲ ἐν αὐτῇ τῇ Τροίᾳ Πάριδος ἐπὶ τῇ ἁρπαγῇ τῆς Ἑλένης οὔτʼ ἂν Ἕκτορα τὸν σωφρονέστατον καρτερῆσαί φησι τὸ μὴ οὐκ ἀποδοῦναι αὐτὴν τῷ Μενέλεῳ ἐν Ἰλίῳ οὖσαν, οὔτʼ ἂν Πρίαμον ξυγχωρῆσαι τῷ Πάριδι τρυφᾶν, πολλῶν ἤδη ἀπολωλότων αὐτῷ παίδων, οὔτʼ ἂν τὴν Ἑλένην διαφυγεῖν τὸ μὴ οὐκ ἀποθανεῖν ὑπὸ τῶν Τρωάδων, ὁπόσων ἤδη ἄνδρες ἀπωλώλεισαν καὶ ἀδελφοὶ καὶ παῖδες, ἴσως δʼ ἂν καὶ ἀποδρᾶναι αὐτὴν παρὰ τὸν Μενέλεων διὰ τὸ ἐν Τροίᾳ μῖσος. ἐξῃρήσθω δὴ ὁ ἀγών, ὅν φησιν Ὅμηρος ἀγωνίσασθαι τῷ Μενέλεῳ τὸν Πάριν ἐπὶ σπονδαῖς τοῦ πολέμου· κατʼ Αἴγυπτόν τε γὰρ τὴν Ἑλένην εἶναι καὶ τοὺς Ἀχαιοὺς πάλαι τοῦτο γιγνώσκοντας ἐκείνῃ μὲν ἐρρῶσθαι φράζειν, μάχεσθαι δὲ ὑπὲρ τοῦ ἐν Τροίᾳ πλούτου. οὐδὲ ἐκεῖνα ὁ Πρωτεσίλεως ἐπαινεῖ τοῦ Ὁμήρου, ὅτι λόγον ὑποθέμενος Τρωικὸν ἀποπηδᾷ τοῦ λόγου μετὰ τὸν Ἕκτορα, καθάπερ σπεύδων ἐπὶ τὸν ἕτερον τῶν λόγων, ᾧ τὸν Ὀδυσσέα ἐπιγράφει, καὶ ᾅδει μὲν ἐν ᾠδαῖς Δημοδόκου τε καὶ Φημίου τήν τε τοῦ Ἰλίου πόρθησιν καὶ τὸν Ἐπειοῦ καὶ Ἀθηνᾶς ἵππον, δίεισι δὲ αὐτὰ ἀποτεμὼν τοῦ λόγου καὶ ἀνατιθεὶς Ὀδυσσεῖ μᾶλλον, διʼ ὃν Κυκλώπων τε αὐτῷ ἐπενοήθη γένος οὐδαμοῦ τῆς γῆς φύντες Λαιστρυγόνες τε ἀνετυπώθησαν, οὓς οὐδεὶς οἶδεν, ὅπου γενόμενοι, Κίρκη τε δαίμων ἐξ ἐποιήθη ʽἡ̓ σοφὴ ἐπὶ φαρμάκοις καὶ θεαὶ ἕτεραι ἐρᾶν αὐτοῦ καίτοι προήκοντος ἤδη ἐς ὠμὸν γῆρας, ὅτε καὶ τὰς ὑακινθίνας κόμας, αἳ ἐπὶ τὴν Ναυσικάαν αὐτῷ ἤνθησαν, φαίνεται ἔχων.