Ἀμπελουργός τὰ μὲν ὁρώμενα εἴδωλα οὔπω δῆλα ὅτου ἕκαστον, πολλὰ γὰρ καὶ ἄλλοτε ἄλλα, διαλλάττει δὲ ἀλλήλων καὶ ἰδέᾳ καὶ ἡλικίᾳ καὶ ὅπλοις. ἀκούω δʼ ὁμῶς καὶ περὶ τοῦ Παλαμήδους ταῦτα· ἦν γεωργὸς ἐν Ἰλίῳ ταὐτόν ποτʼ ἐμοὶ πράττων· οὗτος ἐπεπόνθει τι πρὸς τὸ τοῦ Παλαμήδους πάθος καὶ ἐθρήνει αὐτὸν ἥκων ἐπὶ τὴν ἠιόνα, πρὸς ᾗ λέγεται ὑπὸ τῶν Ἀχαιῶν βεβλῆσθαι, καὶ ὁπόσα νομίζουσιν ἐπὶ σημάτων ἄνθρωποι, ἐπέφερε τῇ κόνει τάς τε ἡδίους τῶν ἀμπέλων ἐξαιρῶν αὐτῶ κρατῆρα ἐτρύγα, καὶ ξυμπίνειν τῷ Παλαμήδει ἔφασκεν, ὅτε ἀναπαύοιτο τῶν ἔργων. ἦν δὲ αὐτῷ καὶ κύων τέχνῃ αἰκάλλων καὶ ὑποκαθήμενος τοὺς ἀνθρώπους· τοῦτον Ὀδυσσέα ἐκάλει καὶ ἐπαίετο ὑπὲρ τοῦ Παλαμήδους ὁ Ὀδυσσεὺς οὗτος προσακούων κακὰ μυρία. δοκεῖ δὴ τῷ Παλαμήδει ἐπιφοιτῆσαί ποτε τῷ ἐραστῇ τούτῳ καὶ ἀγαθόν τι αὐτῷ δοῦναι, καὶ δῆτα ὁ μὲν πρὸς ἀμπέλῳ τινὶ ἦν γόνυ αὐτῆς ἰώμενος, ὁ δὲ ἐπιστὰς αὐτῷ σὺ γιγνώσκεις με ἔφη γεωργε ; καὶ πῶς , εἶπεν ὃν οὔπω εἶδον ; τί οὖν ἔφη ἀγαπᾷς, ὃν μὴ γιγνώσκεις ; ξυνῆκεν ὁ γεωργός, ὅτι ὁ Παλαμήδης εἴη· καὶ τὸ εἶδος ἐς ἥρω ἔφερε μέγαν τε καὶ καλὸν καὶ ἀνδρεῖον οὔπω τριάκοντα ἔτη γεγονότα· καὶ περιβαλὼν αὐτὸν μειδιῶν φιλῶ σε, ὦ Παλάμηδες , εἶπεν ὅτι μοι δοκεῖς φρονιμώτατος ἀνθρώπων γεγονέναι καὶ δικαιότατος ἀθλητὴς τῶν κατὰ σοφίαν πραγμάτων, πεπονθέναι τε ὑπὸ τῶν Ἀχαιῶν ἐλεεινὰ διὰ τὰς Ὀδυσσέως ἐπὶ σοὶ τέχνας, οὗ τάφος εἴ τις ἦν ἐνταῦθα, ἐξωρώρυκτʼ ἂν ὑπʼ ἐμοῦ πάλαι, μιαρὸς γὰρ καὶ κακίων τοῦ κυνός, ὃν ἐπʼ αὐτῷ τρέφω. φειδώμεθα λοιπὸν τοῦ Ὀδυσσέως , ὁ ἥρως ἔφη τούτων γὰρ ἐπραξάμην αὐτὸν ἐγὼ δίκας ἐν Αἵδου· σὺ δέ, ἐπειδὴ φιλεῖς που τὰς ἀμπέλους, εἰπέ μοι, τί μάλιστα περὶ αὐταῖς δέδοικας . τί δʼ ἄλλο γε εἶπεν ἢ τὰς χαλάζας; ὑφʼ ὧν ἐκτυφλοῦνταί τε καὶ ῥήγνυνται . ἱμάντα τοίνυν εἶπεν ὁ Παλαμήδης περιάπτωμεν μιᾷ τῶν ἀμπέλων καὶ οὐ βεβλήσονται αἱ λοιπαί. Φοῖνιξ σοφός γε ὁ ἥρως, ἀμπελουργέ, καὶ ἀεί τι εὑρίσκων ἀγαθὸν τοῖς ἀνθρώποις. Ἀχιλλέως δὲ πέρι τί ἂν εἴποις; τοῦτον γὰρ θειότατον τοῦ Ἑλληνικοῦ παντὸς ἡγούμεθα. Ἀμπελουργός τὰ μὲν ἐν τῷ Πόντῳ, ξένε, εἰ μήπω ἐς αὐτὸν πέπλευκας καὶ ὅσα ἐν τῇ ἐκεῖ νήσῳ λέγεται πράττειν, ἐγώ σοι ἀπαγγελῶ ὕστερον ἐν τῷ περὶ αὐτοῦ λόγῳ μακροτέρῳ ὄντι, τὰ δὲ ἐν Ἰλίῳ παραπλήσια τοῖς ἄλλοις ἥρωσι, καὶ γὰρ προσδιαλέγεταί τισι καὶ ἐπιφοιτᾷ καὶ θηρία διώκει. ξυμβάλλονται δὲ αὐτὸν Ἀχιλλέα εἶναι τῇ τε ὥρᾳ τοῦ εἴδους καὶ τῷ μεγέθει καὶ τῇ ἀστραπῇ τῶν ὅπλων· κατόπιν δὲ αὐτοῦ ζάλη ἀνέμου εἱλεῖται πομπὸς τοῦ εἰδώλου. ἐπιλείψει με ἡ φωνή, ξένε, τῶν τοιούτων μνημονεύοντα· καὶ γάρ τι καὶ περὶ Ἀντιλόχου ᾅδουσιν, ὡς κόρη Ἰλιὰς φοιτῶσα ἐπὶ τὸν Σκάμανδρον εἰδώλῳ τοῦ Ἀντιλόχου ἐνέτυχε καὶ προσέκειτο τῷ σήματι ἐρῶσα τοῦ εἰδώλου, καὶ ὡς βουκόλοι μειράκια, περὶ τὸν τοῦ Ἀχιλλέως βωμὸν ἀστραγαλίζοντες ἀπέκτεινεν ἂν ὁ ἕτερος τῇ καλαύροπι τὸν ἕτερον πλήξας, εἰ μὴ ὁ Πάτροκλος αὐτοὺς διεπτόησεν ἀρκεῖ μοι εἰπών ὑπὲρ ἀστραγάλων αἷμα ἕν . γιγνώσκειν δὲ ὑπάρχει ταῦτα καὶ παρὰ τῶν βουκόλων καὶ πάντων τῶν οἰκούντων τὸ Ἴλιον· ἐπιμίγνυμεν γὰρ ἅτε τὰς ὄχθας οἰκοῦντες τῶν τοῦ Ἑλλησπόντου ἐκβολῶν καὶ ποταμόν, ὡς ὁρᾷς, πεποιημένοι τὴν θάλατταν. ἄγε δή, ὦ ξένε, τὴν ἀσπίδα ἤδη ἀναλάβωμεν, ἣν ὁ Πρωτεσίλεως Ὁμήρῳ τε ἠγνοῆσθαί φησι καὶ ποιηταῖς πᾶσιν. Φοῖνιξ ποθοῦντι ἀποδίδως, ἀμπελουργέ, τὸν περὶ αὐτῆς λόγον, σπάνιον δὲ οἶμαι ἀκούσεσθαι. Ἀμπελουργός σπανιώτατον· προσέχων δὲ ἀκροῶ. Φοῖνιξ προσέχων λέγεις; οὐδὲ τὰ θηρία ἐς τὸν Ὀρφέα οὕτως ἐκεχήνει ᾅδοντα, ὡς ἐγώ σου ἀκούων τά τε ὦτα ἵστημι καὶ τὸν νοῦν ἐγρήγορα καὶ ξυλλέγομαι ἐς τὴν μνήμην πάντα. ἡγοῦμαι δὲ καὶ τῶν ἐπὶ Τροίαν ἐστρατευκότων εἷς εἶναι, τοσοῦτον κατέσχημαι τοῖς ἡμιθέοις ὑπὲρ ὧν διαλεγόμεθα. Ἀμπελουργός οὐκοῦν, ἐπειδὴ φρονεῖς οὕτως, αἴρωμεν ἐξ Αὐλίδος, ὦ ξένε. τὸ γὰρ ἐκεῖ ξυνειλέχθαι σφᾶς ἀληθές. τὰ δʼ ἐμβατήρια τοῦ λόγου τῷ Πρωτεσίλεῳ εὔχθω. ὡς μὲν δὴ τὴν Μυσίαν οἱ Ἀχαιοὶ πρὸ Τροίας ἐπόρθησαν ἐπὶ Τηλέφῳ τότε οὖσαν, καὶ ὡς ὁ Τήλεφος ὑπὲρ τῶν ἑαυτοῦ μαχόμενος ἐτρώθη ὑπὸ Ἀχιλλέως, ἔστι σοι καὶ ποιητῶν ἀκούειν — οὐ γὰρ ἐκλέλειπται αὐτοῖς ταῦτα — τὸ δὲ πιστεύειν, ὡς ἀγνοήσαντες οἱ Ἀχαιοὶ τὴν χώραν τὰ τοῦ Πριάμου ἄγειν τε καὶ φέρειν ᾤοντο, διαβάλλει τὸν Ὁμήρου λόγον, ὃν περὶ Κάλχαντος ᾅδει τοῦ μάντεως· εἰ γὰρ ἐπὶ μαντικῇ ἔπλεον καὶ τὴν τέχνην ἡγεμόνα ἐποιοῦντο, πῶς ἂν ἄκοντες ἐκεῖ καθωρμίσθησαν; πῶς δʼ ἂν καθορμισθέντες ἠγνόησαν, ὅτι μὴ ἐς Τροίαν ἥκουσι καὶ ταῦτα πολλοῖς μὲν βουκόλοις ἐντετυχηκότες, πολλοῖς δὲ ποιμέσι; νέμεταί τε γὰρ ἡ χώρα μέχρι θαλάττης καὶ τοὔνομα ἐρωτᾶν τῆς ξένης ξύνηθες, οἶμαι, τοῖς καταπλέουσιν. εἰ δὲ καὶ μηδενὶ τούτων ἐνέτυχον, μηδὲ ἤροντο τῶν τοιούτων οὐδέν, ἀλλʼ Ὀδυσσεὺς καὶ Μενέλεως ἐς Τροίαν ἤδη ἀφιγμένω τε καὶ πεπρεσβευκότε καὶ τὰ κρήδεμνα τοῦ Ἰλίου εἰδότε οὐκ ἄν μοι δοκοῦσι περιιδεῖν ταῦτα, οὐδʼ ἂν ξυγχωρῆσαι τῷ στρατῷ διαμαρτάνοντι τῆς πολεμίας. ἑκόντες μὲν δὴ οἱ Ἀχαιοὶ τοὺς Μυσοὺς ἐληίζοντο, λόγου ἐς αὐτοὺς ἥκοντος, ὡς ἄριστα ἠπειρωτῶν πράττοιεν, Ἀμπελουργός καί πη καὶ δεδιότες, μὴ πρόσοικοι τῷ Ἰλίῳ ὄντες ἐς κοινωνίαν τῶν κινδύνων μετακληθῶσι. Τηλέφῳ δὲ Ἡρακλείδῃ τε ὄντι καὶ ἄλλως γενναίῳ καὶ ὡπλισμένης γῆς ἄρχοντι οὐκ ἀνεκτὰ ταῦτα ἐφαίνετο, ὅθεν πολλὴν μὲν ἀσπίδα παρέταττε, πολλὴν δὲ ἵππον· ἦγε δὲ τοὺς μὲν ἐκ τῆς ὑπʼ αὐτῷ Μυσίας — ἦρχε δέ, οἶμαι, πάσης, ὁπόση ἐπὶ θαλάττῃ — οἱ δὲ ἐκ τῶν ἄνω Μυσῶν ξυνεμάχουν, οὓς Ἀβίους τε οἱ ποιηταὶ καλοῦσι καὶ ἵππων ποιμένας καὶ τὸ γάλα αὐτῶν πίνοντας, τῆς τε γὰρ τῶν Ἀχαιῶν διανοίας, καθʼ ἣν ἐποιοῦντο τοὺς περίπλους οὐκ οὔσης ἀδήλου, Τληπολέμου τε πέμψαντος ἐπὶ Ῥοδίας ὁλκάδος ἄγγελον ὡς ἀδελφὸν καὶ κελεύσαντος ἀπὸ γλώττης αὐτῷ σημαίνειν, ὁπόσα τῶν Ἀχαιῶν ἐν Αὐλίδι διῄσθετο — γράμματα γὰρ οὔπω εὕρητο — πᾶσα ἡ μεσογεία ἐς ξυμμαχίαν καταβεβήκει καὶ τῷ πεδίῳ ἐπεκύμαινε τὰ Μύσιά τε καὶ Σκυθικὰ ἔθνη. λέγει δὲ ὁ Πρωτεσίλεως, ὅτι καὶ μέγιστος αὐτοῖς ἀγώνων γένοιτο τῶν τε ἐν αὐτῇ τῇ Τροίᾳ καὶ ὁπόσοι πρὸς βαρβάρους ὕστερον διεπολεμήθησαν Ἕλλησι. καὶ γὰρ κατὰ πλῆθος εὐδόκιμοι καὶ κατʼ ἄνδρα ἦσαν ἡ ξυμμαχία τοῦ Τηλέφου, καὶ ὥσπερ ὑπὸ τῶν Ἀχαιῶν Αἰακίδαι τε ᾔδοντο καὶ Διομήδεις καὶ Πάτροκλοι, οὕτω Τηλέφου τε ὄνομα ἦν καὶ Αἵμου τοῦ Ἄρεος, ὀνομαστότατοι δὲ ἦσαν Ἕλωρός τε καὶ Ἀκταῖος ποταμοῦ παῖδες τοῦ κατὰ Σκυθίαν Ἴστρου. τὴν μὲν δὴ ἀπόβασιν οὐ ξυνεχώρουν οἱ Μυσοὶ ποιεῖσθαι τοξεύοντες ἀπὸ τῆς γῆς καὶ ἀκοντίζοντες, οἱ δὲ Ἀχαιοὶ καὶ μὴ ξυγχωρούντων ἐβιάζοντο, καί τινας καὶ ὤκελλον τῶν νεῶν οἱ Ἀρκάδες, ἅτε πρῶτον πλέοντες καὶ θαλάττης οὔπω γεγυμνασμένοι. Ἀμπελουργός φησὶ γάρ, ὥς που γιγνώσκεις, Ὅμηρος, ὅτι μήτε ναυτικοὶ ἦσαν πρὸ Ἰλίου Ἀρκάδες μήτε ἔργων θαλαττίων ἥπτοντο, ἀλλʼ ἐπὶ νεῶν ἑξήκοντα ὁ Ἀγαμέμνων ἐσηγάγετο αὐτοὺς ἐς τὴν θάλατταν αὐτὸς ἐπιδοὺς ναῦς οὔπω πεπλευκόσιν. ὅθεν ἐπιστήμην μέν, ὁπόση πολεμική, καὶ ῥώμην ἐς τὰ πεζὰ παρείχοντο, πλέοντες δὲ οὔτε ὁπλῖται ἀγαθοὶ ἦσαν οὔτε ἐρέται. τὰς μὲν δὴ ναῦς ἀπειρίᾳ τε καὶ τόλμῃ ὤκελλον καὶ πολλοὶ μὲν αὐτῶν ἐτρώθησαν ὑπὸ τῶν ἐπὶ τῇ ῥαχίᾳ τεταγμένων, ὀλίγοι δὲ ἀπέθανον· Ἀχιλλεὺς δὲ καὶ Πρωτεσίλεως δείσαντες ὑπὲρ τῶν Ἀρκάδων ὥσπερ ἀπὸ συνθήματος ἄμφω ἅμα ἐς τὴν γῆν ἐπεπήδησαν καὶ ἀπεώσαντο τοὺς Μυσοὺς εὐοπλοτάτω ὀφθέντε καὶ καλλίστω τοῦ Ἑλληνικοῦ, τοῖς δʼ ἄγαν βαρβάροις καὶ δαίμονες ἐδοξάτην. ἐπεὶ δὲ ὁ Τήλεφος ἐπανήγαγε τὴν στρατιὰν ἐς τὸ πεδίον καὶ προσέπλευσαν οἱ Ἀχαιοὶ καθʼ ἡσυχίαν, ἐξεπήδων αὐτίκα τῶν νεῶν, πλὴν κυβερνήτου καὶ περίνεω, πάντες, οὓς ἡ ναῦς ἦγεν, ἐτάττοντο δὲ ὡς ἐς μάχην κόσμον καὶ σιωπὴν ἐν θυμῷ ἔχοντες. ὀρθῶς γὰρ τοῦτο τὸν Ὅμηρον περὶ αὐτῶν εἰρηκέναι φησὶν ἐπαινοῦντα τὸ τῆς Ἑλληνικῆς μάχης ἦθος, ἧς ξύμβουλον γενέσθαι Αἴαντα τὸν Τελαμῶνος λέγει. Μενεσθέως γὰρ τοῦ Ἀθηναίου τακτικωτάτου τῶν βασιλέων ἐς Τροίαν ἐλθόντος καὶ διδάσκοντος ἐν Αὐλίδι τὴν στρατιὰν πᾶσαν, ὡς χρὴ συνηρμόσθαι, κραυγῇ τε χρωμένοις μὴ ἐπιπλήττοντος οὐ ξυνεχώρει ὁ Αἴας, ἀλλʼ ἐπετίμα γυναικεῖόν τε ἀποφαίνων καὶ ἄτακτον. ἔλεγε γάρ, ὅτι καὶ τὸν θυμὸν ἡ κραυγὴ κακῶς ἑρμηνεύει. ταχθῆναι δὲ πρὸς μὲν τοὺς Μυσοὺς ἑαυτόν τε καὶ τὸν Ἀχιλλέα φησὶν ὁμοῦ τῷ Πατρόκλῳ, πρὸς δὲ τὸν τοῦ Ἄρεος Αἷμον Διομήδην τε καὶ Παλαμήδην καὶ Σθένελον, πρὸς δὲ τοὺς ἀπὸ τοῦ Ἴστρου ἥκοντας οἱ Ἀτρεῖδαί τε καὶ ὁ Λοκρὸς καὶ οἱ λοιποὶ ἐτάχθησαν.