Ἀμπελουργός πολὺς ἐπιρρεῖ τῶν τοιούτων ὄχλος, εἰ πάντων ἀπομνημονεύοιμι ὄντων γε καὶ τῶν ἐν Φθίᾳ τε καὶ Φυλάκῃ φανερῶν πᾶσιν, ὅσοι Θετταλίαν οἰκοῦσιν· καὶ γὰρ τὸ ἐκείνῃ ἱερὸν ἐνεργὸν τῷ Πρωτεσίλεῳ, καὶ πολλὰ τοῖς Θετταλοῖς ἐπισημαίνει φιλάνθρωπά τε καὶ εὐμενῆ, καὶ ὀργίλα αὖ, εἰ ἀμελοῖτο. Φοῖνιξ πείθομαι, νὴ τὸν Πρωτεσίλεων, ἀμπελουργέ· καλὸν γάρ, ὡς ὁρῶ, καὶ ὀμνύναι τοιοῦτον ἥρω. Ἀμπελουργός ἢ ἀδικήσεις γε ἀπιστῶν, ξένε. τὸν δὲ Ἀμφιάρεων, ὃν λέγεται ἡ γῆ ἐν σοφῷ ἀδύτῳ ἔχειν Ἀμφίλοχόν τε τὸν τούτου παῖδα πλείω ἴσως ἢ ἐγὼ γιγνώσκεις οὐ πολὺ ἀπέχων τῆς Κιλίκων ἠπείρου, καὶ Μάρωνα δὲ τὸν Εὐάνθους ἀδικοίης ἂν ἐπιφοιτῶντα ταῖς ἐν Ἰσμάρῳ ἀμπέλοις καὶ ἡδυοίνους αὐτὰς ἐργαζόμενον φυτεύοντά τε καὶ κυκλοῦντα, ὅτε δὴ ὁρᾶται τοῖς γεωργοῖς ὁ Μάρων καλός τε καὶ ἁβρὸς καὶ ἀναπνέων ποτιμόν τε καὶ οἰνῶδες. γιγνώσκειν δὲ χρὴ καὶ τὰ τοῦ Θρᾳκὸς Ῥήσου· Ῥῆσος γάρ, ὃν ἐν Τροίᾳ Διομήδης ἀπέκτεινε, λέγεται οἰκεῖν τὴν Ῥοδόπην καὶ πολλὰ αὐτοῦ θαύματα ᾅδουσιν· ἱπποτροφεῖν τε γάρ φασιν αὐτὸν καὶ ὁπλιτεύειν καὶ θήρας ἅπτεσθαι. σημεῖον δὲ εἶναι τοῦ θηρᾶν τὸν ἥρω τὸ τοὺς σῦς τοὺς ἀγρίους καὶ τὰς δορκάδας καὶ ὁπόσα ἐν τῷ ὄρει θηρία φοιτᾶν πρὸς τὸν βωμὸν τοῦ Ῥήσου κατὰ δύο ἢ τρία θύεσθαί τε οὐδενὶ δεσμῷ ξυνεχόμενα καὶ παρέχειν τῇ μαχαίρᾳ ἑαυτά. Ἀμπελουργός λέγεται δὲ ὁ ἥρως οὗτος καὶ λοιμὸν ἐρύκειν τοῦ ὄρους, πολυανθρωποτάτη δὲ ἡ Ῥοδόπη καὶ πολλαὶ περὶ τὸ ἱερὸν αἱ κῶμαι, ὅθεν μοι δοκεῖ καὶ βοήσεσθαι ὑπὲρ τῶν ἑαυτοῦ συστρατιωτῶν ὁ Διομήδης, εἰ τὸν μὲν Θρᾷκα τοῦτον, ὃν ἀπέκτεινεν αὐτὸς μηδὲν εὐδόκιμον ἐν Τροίᾳ ἐργασάμενον, μηδὲ δείξαντά τι ἐκεῖ λόγου ἄξιον πλὴν ἵππων λευκῶν, εἶναί τι ἡγοίμεθα καὶ θύοιμεν αὐτῷ διὰ Ῥοδόπης τε καὶ Θρᾴκης πορευόμενοι, τοὺς δὲ θεῖά τε καὶ λαμπρὰ εἰργασμένους ἔργα ἀτιμάζοιμεν μυθώδη τὴν περὶ αὐτοὺς δόξαν ἡγούμενοι καὶ κεκομπασμένην. Φοῖνιξ μετὰ σοῦ λοιπόν, ἀμπελουργέ, τάττω ἐμαυτὸν καὶ οὐδεὶς ἔτι τοῖς τοιούτοις ἀπιστήσει· οἱ δὲ ἐν τῷ πεδίῳ τῷ ἐν Ἰλίῳ, οὓς ἔφασκες διʼ αὐτοῦ τὸν μάχιμον τρόπον στείχειν, πότε ὤφθησαν; Ἀμπελουργός ὁρῶνται, ὦ Φοῖνιξ, ὁρῶνται ἔτι βουκόλοις τε τοῖς ἐν τῷ πεδίῳ καὶ νομεῦσι μεγάλοι καὶ θεῖοι καὶ θεῶνταί ἐστιν ὅτε ἐπὶ κακῷ τῆς γῆς· εἰ μὲν γὰρ κεκονιμένοι φαίνοιντο, αὐχμοὺς ἐπισημαίνουσι τῇ χώρᾳ, εἰ δὲ ἱδρῶτος πλέοι, κατακλυσμούς τε καὶ ὄμβρους, εἰ δὲ αἷμα περὶ αὐτοῖς ἢ τοῖς ὅπλοις φαίνοιτο, νόσους τῷ Ἰλίῳ ἀναπέμπουσιν, εἰ δὲ μηδὲν τούτων περὶ τοῖς εἰδώλοις ὁρῷτο, ἀγαθὰς ἤδη ἄγουσι τὰς ὥρας καὶ σφάττουσιν αὐτοῖς τότε οἱ νομεῖς ὁ μὲν ἄρνα, ὁ δὲ ταῦρον, ὁ δὲ πῶλον, ὁ δʼ ἄλλο τι ὧν νέμει. φθορὰς δέ, ὁπόσαι περὶ τὰς ἀγέλας γίγνονται, πάσας ἐξ Αἴαντος ἥκειν φασίν, οἶμαι, διὰ τὸν ἐν τῇ μανίᾳ λόγον, ὅτε δὴ ὁ Αἴας λέγεται ταῖς ἀγέλαις ἐμπεσὼν διαφορῆσαι σφᾶς οἷον κτείνων τοὺς Ἀχαιοὺς ἐπὶ τῇ κρίσει, καὶ οὐδὲ νέμει περὶ τὸ σῆμα οὐδεὶς φόβῳ τῆς πόας, νοσώδης γὰρ δὴ ἀναδίδοται καὶ πονηρὰ βόσκειν. ἔστι δέ τις λόγος, Ἀμπελουργός ὡς Τρῶές ποτε ποιμένες ἐς τὸν Αἴαντα ὕβριζον νενοσηκότων αὐτοῖς τῶν προβάτων καὶ περιστάντες τὸ σῆμα πολέμιον μὲν Ἕκτορος τὸν ἥρωα ἐκάλουν, πολέμιον δὲ Τροίας τε καὶ ποιμνίων, καὶ ὁ μὲν μανῆναι αὐτόν, ὁ δὲ μαίνεσθαι, ὁ δʼ ἀσελγέστατος τῶν ποιμένων Αἴας δʼ οὐκέτʼ ἔμιμνε μέχρι τούτου τὸ ἔπος αὐτῷ ἐπερραψῴδει ὡς δειλῷ· ὁ δὲ ἀλλὰ ἔμιμνον εἶπε βοήσας ἐκ τοῦ τάφου φρικῶδές τι καὶ ὄρθιον, λέγεται δὲ καὶ δουπῆσαι τοῖς ὅπλοις, οἷον ἐν ταῖς μάχαις εἰώθει. τὸ μὲν δὴ τῶν κακοδαιμόνων ἐκείνων πάθος οὐ χρὴ θαυμάζειν, εἰ Τρῶές τε καὶ νομεῖς ὄντες ἐξεπλάγησαν ὁρμὴν Αἴαντος, καὶ οἱ μὲν ἔπεσον αὐτῶν, οἱ δʼ ἔτρεσαν, οἱ δʼ ᾤχοντο φεύγοντες οὗ ἐποίμαινον, τὸν δὲ Αἴαντα θαυμάσαι ἄξιον, ἀπέκτεινε γὰρ οὐδένα αὐτῶν, ἀλλὰ τὴν παροινίαν, ᾗ ἐχρῶντο, ἐκαρτέρησε μόνον ἐνδειξάμενος αὐτοῖς τὸ ἀκούειν. ὁ δὲ Ἕκτωρ οὐκ ἐγίγνωσκεν, οἶμαι, τὴν ἀρετὴν ταύτην, ὑβρίσαντος γὰρ ἐς αὐτὸν πέρυσι μειρακίου τινός, ἦν δʼ, ὥς φασι, κομιδῇ νέον καὶ ἀπαιδευτόν, ὥρμησεν ἐπὶ τὸ μειράκιον καὶ ἀπέκτεινεν αὐτὸ ἐν ὁδῷ, ποταμῷ τὸ ἔργον προσθείς. Φοῖνιξ ἀγνοοῦντι λέγεις, ἀμπελουργέ, καὶ σφόδρα ἐκπληττομένῳ τὸν λόγον, ᾤμην γὰρ μηδαμοῦ φαίνεσθαι τὸν ἥρω τοῦτον, καὶ ὁπότε μοι τὰ τῶν Ἑλλήνων ἀπήγγελλες, ὑπερήλγουν τοῦ Ἕκτορος, εἰ μήτε ἀρότης τι ὑπὲρ αὐτοῦ λέγει, μήτε αἰπόλος, ἀλλʼ ἀφανής ἐστι τοῖς ἀνθρώποις καὶ ἀτεχνῶς κεῖται. περὶ μὲν γὰρ τοῦ Πάριδος οὐδʼ ἀκούειν ἀξιῶ οὐδέν, δι’ ὃν τοιοίδε καὶ τοσοίδε ἔπεσον, περὶ δὲ τοῦ Ἕκτορος, ὃς ἔρεισμα μὲν τῆς Τροίας καὶ τοῦ ξυμμαχικοῦ παντὸς ἦν, ἵππους δὲ ξυνεῖχε τέτταρας, ὅ μηδεὶς τῶν ἡρώων ἕτερος, τὰς δὲ τῶν Ἀχαιῶν κατεπίμπρη ναῦς, Φοῖνιξ ἐμάχετο δὲ πρὸς αὐτοὺς ὁμοῦ πάντας ἐφορμῶντάς τε καὶ ξυνταττομένους ἐπʼ αὐτὸν οὐκ ἂν ἐροίμην γέ τι, οὐδʼ ἂν ἀκούσαιμι χαίρων, εἰ μὴ διαπηδῴης αὐτά, μηδʼ ἀμελῶς λέγοις; Ἀμπελουργός ἄκουε διὰ πλειόνων, ἐπειδὴ τοῦτο ἡγῇ τὸ μὴ ἀμελῶς φράζειν· τὸ ἐν Ἰλίῳ ἄγαλμα τοῦ Ἕκτορος ἡμιθέῳ ἀνθρώπῳ ἔοικε καὶ πολλὰ ἤθη ἐπιφαίνει τῷ θεωροῦντι αὐτὸ ξὺν ὀρθῷ λόγῳ· καὶ γὰρ φρονηματῶδες δοκεῖ καὶ γοργὸν καὶ φαιδρὸν καὶ ξὺν ἁβρότητι σφριγῶν καὶ ἡ ὥρα μετʼ οὐδεμιᾶς κόμης. ἔστι δʼ οὕτω τι ἔμπνουν, ὡς τὸν θεατὴν ἐπισπάσασθαι θιγεῖν. τοῦτο ἵδρυται μὲν ἐν περιβλέπτῳ τοῦ Ἰλίου, πολλὰ δὲ ἐργάζεται χρηστὰ κοινῇ τε καὶ ἐς ἕνα, ὅθεν εὔχονται αὐτῷ καὶ ἀγῶνα θύουσιν, ὅτε δὴ θερμὸν οὕτω καὶ ἐναγώνιον γίγνεται, ὡς καὶ ἱδρῶτα ἀπʼ αὐτοῦ λείβεσθαι· μειράκιον οὖν Ἀσσύριον ἧκον ἐς τὸ Ἴλιον ἐλοιδορεῖτο τῷ Ἕκτορι προφέρον αὐτῷ τάς τε ἕλξεις, αἳ ἐξ Ἀχιλλέως ποτὲ ἐς αὐτὸν ἐγένοντο, καὶ τὸν τοῦ Αἴαντος λίθον, ᾧ βληθεὶς ἀπέθανε πρὸς βραχύ, καὶ ὡς Πάτροκλον τὰ πρῶτα ἔφυγε, καὶ ὡς οὐδὲ ἀπέκτεινεν, ἀλλὰ ἕτεροι. μετεποίει δὲ τὸ ἄγαλμα τοῦ Ἕκτορος, Ἀχιλλέως γὰρ ἔφασκεν εἶναι αὐτὸ μετὰ τὴν κόμην, ἣν ἐκείρατο ἐπὶ τῷ Πατρόκλῳ· τούτων ἐμφορηθὲν ἐξήλασεν ἐκ τοῦ Ἰλίου, καὶ πρὶν ἢ δέκα πορευθῆναι σταδίους ποταμὸς οὕτω βραχύς, ὡς μηδὲ ὄνομα αὐτοῦ ἐν Τροίᾳ εἶναι, μέγας ἐκ μικροῦ αἴρεται καὶ ὡς ἀπήγγελλον οἱ διαφυγόντες τῶν ὀπαδῶν, ὁπλίτης ἡγεῖτο τοῦ ποταμοῦ μέγας παρακελευόμενος αὐτῷ βαρβάρῳ τῇ φωνῇ καὶ σφοδρᾷ ἐπιστρέφειν τὸ ὕδωρ ἐς τὴν ὁδόν, Ἀμπελουργός διʼ ἧς τὸ μειράκιον ἤλαυνεν ἐπὶ τεττάρων ἵππων οὐ μεγάλων, οὓς ὑπολαβὼν ὁ ποταμὸς ὁμοῦ τῷ μειρακίῳ βοῶντί τε καὶ ξυνιέντι λοιπὸν τοῦ Ἕκτορος ἀπήγαγεν ἐς τὰ ἑαυτοῦ ἤθη καὶ οὕτως ἀπώλεσεν, ὡς μηδὲ ἀνελέσθαι ξυγχωρῆσαι τὸ σῶμα, ᾤχετο γὰρ οὐκ οἶδʼ ὅποι ἀφανισθέν. Φοῖνιξ οὔτε τὸν Αἴαντα χρὴ θαυμάζειν, ἀμπελουργέ, καρτερήσαντα τὰ ἐκ τῶν ποιμένων, οὔτε τὸν Ἕκτορα ἡγεῖσθαι βάρβαρον μὴ ἀνασχόμενον τὰ ἐκ τοῦ μειρακίου· τοῖς μὲν γὰρ καὶ ξυγγνώμη ἴσως, οἳ Τρῶες ὄντες ἔτι καὶ πονήρως ἐχόντων σφίσι τῶν προβάτων ἐπεπήδων τῷ τάφῳ, μειρακίῳ δὲ Ἀσσυρίῳ πομπεύοντι ἐς τὸν τοῦ Ἰλίου ἥρω τίς ξυγγνώμη; οὐ γὰρ δὴ Ἀσσυρίοις ποτὲ καὶ Τρωσὶ πόλεμος ἐγένετο, οὐδὲ τὰς ἀγέλας σφῶν ὁ Ἕκτωρ ἐπόρθησεν, ὡς τὰς τῶν Τρώων ὁ Αἴας. Ἀμπελουργός πεπονθέναι τι πρὸς τὸν Ἕκτορα, ὦ ξένε, δοκεῖς, καὶ οὐκ ἀξιῶ διαφέρεσθαι. ἀλλʼ ἐπανίωμεν ἐπὶ τὰ τοῦ Αἴαντος, ἐκεῖθεν γὰρ οἶμαι τὴν ἐκβολὴν τοῦ λόγου πεποιῆσθαι. Φοῖνιξ ἐκεῖθεν, ὦ ἀμπελουργέ, καὶ εἰ δοκεῖ, ἐπανίωμεν. Ἀμπελουργός πρόσεχε οὖν, ὦ ξένε· νηός ποτε καθορμισαμένης ἐς τὸ Αἰάντειον δύο τῶν ξένων πρὸ τοῦ σήματος ἤλυόν τε καὶ πεττοῖς ἔπαιζον, ἐπιστὰς δὲ ὁ Αἴας πρὸς θεῶν ἔφη μετάθεσθε τὴν παιδιὰν ταύτην· ἀναμιμνήσκει γάρ με τῶν Παλαμήδους ἔργων σοφοῦ τε καὶ μαλʼ ἐπιτηδείου μοι ἀνδρός. ἀπολώλεκε δὲ κἀμὲ κἀκεῖνον ἐχθρὸς εἷς ἄδικον εὑρὼν ἐφʼ ἡμῖν κρίσιν. Φοῖνιξ Δεδάκρυκα, νὴ τὸν Ἥλιον, ἀμπελουργέ, τὰ γὰρ ἀμφοῖν πάθη παραπλήσιά τε καὶ ἐοικότα ἐς εὔνοιαν· ἀγαθῶν μὲν γὰρ κοινωνία τίκτει ποτὲ καὶ φθόνον, ὅσοι δʼ ἂν κοινωνήσωσι συμφορῶν, ἀγαπῶσιν ἀλλήλους τὸν ἔλεον τοῦ ἐλέου ἀντιδιδόντες. Παλαμήδους δὲ εἴδωλον ἔχοις ἄν τινα εἰπεῖν ἑωρακότα ἐν Τροίᾳ;