Ἀμπελουργός ὥς που τὰ φρέατα μακρὰ ὀνομάζει, βαθέα ὄντα , καὶ τὰ δένδρα δὲ εἶπεν ἐμβιώσεσθαι τῇ γῇ μᾶλλον, εἰ τῷ μὲν πλείονι ἑστήκοι, τῷ δὲ ὀλίγῳ κινοῖτο. ἐπιστὰς δέ μοί ποτε ἄνθη ποτίζοντι τὸ μύρον εἶπεν ὦν τᾶν, οὐ δεῖται ὕδατος, διδάσκων δήπου μὴ ἔκπλυτα ποιεῖν τὰ ἄνθη Φοῖνιξ τὸν δὲ ἄλλον χρόνον, ὦ ἀμπελουργέ, ποῦ διαιτᾶται; Ἀμπελουργός ποτὲ μὲν ἐν Ἅιδου, φησί, ποτὲ δὲ ἐν Φθίᾳ, ποτὲ δʼ αὖ ἐν Τροίᾳ, οὗ οἱ ἑταῖροι, καὶ πρὸς θήρᾳ συῶν τε καὶ ἐλάφων γενόμενος ἀφικνεῖται κατὰ μεσημβρίαν καὶ καθεύδει ἐκταθείς. Φοῖνιξ ποῦ δὲ τῇ Λαοδαμείᾳ ξύνεστιν; Ἀμπελουργός ἐν Ἅιδου, ξένε. καὶ λέγει αὐτὴν εὐδοκιμώτατα γυναικῶν πράττειν ἀριθμουμένην ἐν αἷς Ἀλκηστίς τε ἡ Ἀδμήτου καὶ Εὐάδνη ἡ Καπανέως, καὶ αἱ ταύταις ἴσαι σώφρονές τε καὶ χρησταί. Φοῖνιξ Ξυσσιτοῦνται δὲ ἀλλήλοις ἢ οὐ θέμις; Ἀμπελουργός οὔπω, ξένε, σιτουμένῳ ἐνέτυχον οὐδὲ πίνοντα ἔγνων. καίτοι σπένδω γε αὐτῷ κατὰ ἑσπέραν ἀπὸ τουτωνὶ τῶν Θασίων ἀμπέλων, ἃς φυτεύει αὐτός, καὶ τρωκτὰ δὲ ὡραῖα προτίθεμαι κατὰ μεσημβρίαν, ἐπειδὰν θέρος τε ἥκῃ καὶ μετόπωρον ἱστῆται, σελήνης τε ἰούσης ἐς κύκλον ἐν τῇ τοῦ ἦρος ὥρᾳ γάλα ἐγχέας ἐς τὸν ψυκτῆρα τοῦτον ἰδού σοι λέγω τὸ τῆς ὥρας νᾶμα, σὺ δὲ πῖνε , κἀγὼ μὲν εἰπὼν ταῦτα ἀπαλλάττομαι, τὰ δὲ βέβρωταί τε καὶ πέποται θᾶττον ἢ καταμύσαι. Φοῖνιξ περὶ δὲ τῆς ἡλικίας, ἣν γεγονὼς ἀπέθανε, τί φησιν; Ἀμπελουργός ἐλεεῖ, ξένε, τὸ ἑαυτοῦ πάθος καὶ τὸν δαίμονα, ἐφʼ ᾧ τότε ἦν, ἄδικόν τε ἡγεῖται καὶ βάσκανον μὴ ξυγχωρήσαντά οἱ τὸν γοῦν πόδα ἐς τὴν Τροίαν ἐρεῖσαι· μὴ γὰρ ἂν μήτε Διομήδους τι ἐλαττωθῆναι μαχόμενος μήτʼ ἂν Πατρόκλου μήτε τοῦ δευτέρου Αἴαντος· Ἀμπελουργός τῶν γὰρ Αἰακιδῶν λελεῖφθαι τὰ πολέμια διʼ ἡλικίαν φησίν, αὐτὸς μὲν γὰρ εἶναι μειράκιον, ἐκείνων δὲ τὸν μὲν Ἀχιλλέα εἶναι νεανίαν, τὸν δὲ Αἴαντα ἄνδρα. καὶ τὰ ἔπη τὰ ἐς αὐτὸν εἰρημένα Ὁμήρῳ ἐπαινεῖ καίτοι μὴ πάντα ἐπαινῶν τὰ Ὁμήρου, ὡς ἀμφίδρυφον μὲν αὐτῷ τὴν γυναῖκα εἶπεν, ἡμιτελῆ δὲ τὴν οἰκίαν, περιμάχητον δὲ τὴν ναῦν, ἐφʼ ἧς ἔπλευσε, πολεμικόν τε αὐτὸν καλεῖ. ἑαυτὸν δὲ ὀλοφύρεται μηδὲν ἐν Τροίᾳ ἐργασάμενον, ἀλλὰ πεσόντα ἐν γῇ, ἧς οὐδὲ ἐπέβη· καὶ τὴν οὐλὴν δὲ ἐντετύπωται τῷ μηρῷ, τὸ γὰρ τραῦμα συναπορρύψασθαί φησι τῷ σώματι. Φοῖνιξ γυμνάζεται δέ, ὦ ἀμπελουργέ, τίνα τρόπον; ἐπειδὴ ἔφασκες αὐτὸν καὶ τοῦτο ἐξασκεῖν. Ἀμπελουργός γυμνάζεται, ξένε, τὰ πολεμικὰ πλὴν τοξικῆς, τὰ δὲ γυμναστικὰ πλὴν πάλης· τὸ μὲν γὰρ τοξεύειν δειλῶν ἡγεῖται, τὸ δὲ παλαίειν ἀργῶν. Φοῖνιξ Παγκρατιάζει δὲ πῶς ἢ πυκτεύει; Ἀμπελουργός σκιᾶς, ὦ ξένε, τούτων γυμνάζεται, καὶ δισκεύει μεῖζον ἢ ἐφικέσθαι ἄνθρωπον. ἀνακρούει μὲν γὰρ ὑπὲρ τὰς νεφέλας τὸν δίσκον, ῥίπτει δὲ ὑπὲρ τοὺς ἑκατὸν πήχεις καὶ ταῦθʼ, ὡς ὁρᾷς, διπλάσιον τοῦ Ὀλυμπικοῦ ὄντα. δραμόντος δὲ αὐτοῦ οὐκ ἂν εὕροις ἴχνος, οὐδʼ ἂν ἐνσημήναιτό τι τῇ γῇ ὁ πούς. Φοῖνιξ καὶ μὴν καὶ ἴχνη μεγάλα ἐντετύπωται τοῖς δρόμοις ἐς τὸ δεκάπηχυ μέγεθος τοῦ ἥρω. Ἀμπελουργός βαδίζοντος, ξένε, τὰ ἴχνη ἐκεῖνα καὶ γυμναζομένου τι ἕτερον, δραμόντος δὲ ἄσημος ἡ γῆ, μετέωρος γάρ τις καὶ οἷον ἐπικυματίζων αἴρεται. φησὶ δὲ καὶ παραδραμεῖν ἐν Αὐλίδι τὸν Ἀχιλλέα ἐν ἄθλοις, γυμναζομένης ἐπὶ Τροίαν τῆς Ἑλλάδος καὶ ὑπὲρ τὸ πήδημα τὸ ἐκείνου ἀρθῆναι. τὰ δὲ πολέμια ξυγχωρεῖ, ὡς ἔφην, τῷ Ἀχιλλεῖ πλὴν τῆς ἐν Μυσοῖς μάχης· ἐκεῖ γὰρ πλείους ἀπεκτονέναι Μυσῶν ἢ ἐκεῖνος ἀριστεῖά τε ἀπενηνέχθαι, κεκρατηκέναι δὲ αὐτοῦ καὶ τὸν ἀγῶνα τὸν περὶ τῆς ἀσπίδος. Φοῖνιξ καὶ τί ἂν εἴη, ἀμπελουργέ, τὸ τῆς ἀσπίδος; οὔτε γὰρ ποιητῇ εἴρηταί πω, οὔτε ἐς λόγον τινὰ τῶν Τρωικῶν ἥκει. Ἀμπελουργός περὶ πολλῶν, ξένε, τοῦτʼ ἐρεῖς· πολλὰ γὰρ περί τε ἀνδρῶν περί τε πολεμικῶν ἔργων ὁ ἥρως λέγει μήπω τοῖς πολλοῖς δῆλα ὄντα. τὸ δὲ αἴτιον· φησὶν αὐτοὺς κατὰ ἔκπληξιν τῶν Ὁμήρου ποιημάτων ἐς μόνους Ἀχιλλέα τε καὶ Ὀδυσσέα βλέψαντας ἀμελῆσαι καλῶν καὶ ἀγαθῶν ἀνδρῶν. καὶ τῶν μὲν οὐδὲ ἐπιμνησθῆναι τοπαράπαν, τοῖς δὲ ἀναθεῖναι τριήρη τεττάρων ἐπῶν. τὸν μὲν δὴ Ἀχιλλέα φησὶν ἐπαξίως ὑμνῆσθαι, τὸν δὲ Ὀδυσσέα μειζόνως. καὶ ὁπόσα δὲ Σθενέλου τε καὶ Παλαμήδους καὶ τῶν τοιῶνδε ἀνδρῶν παραλέλειπται, δίειμί σοι μικρὸν ὕστερον, μὴ γὰρ ἀγνοήσας γε ἀπέλθοις τι τούτων. καὶ τὸν λόγον δὲ τὸν Μύσιον, ἐς ὅν ἐστιν ἡ ἀσπίς, αὐτίκα ἀποτελοῦμεν, ἐπειδὴ δὲ παγκρατίου καὶ πυγμῆς καὶ δίσκου μνημονεύοντες ἐς τὴν ἀσπίδα ἀπηνέχθημεν, ἄκουε τοῦ ἥρω θαύματα πρὸς ἀθλητάς, οἳ ἐχρήσαντο αὐτῷ συμβούλῳ· τὸν Κίλικα, οἶμαι, παγκρατιαστὴν ἀκούεις, ὃν Ἁλτῆρα ἐκάλουν οἱ πατέρες, ὡς μικρὸς ἦν καὶ τῶν ἀντιπάλων παραπολύ. Φοῖνιξ οἶδα τεκμαιρόμενος δήπου τοῖς ἀνδριᾶσι, χαλκοῦς γὰρ πολλαχοῦ ἕστηκεν. Ἀμπελουργός τούτῳ, ξένε, περιῆν μὲν καὶ ἐπιστήμης, περιῆν δὲ καὶ θυμοῦ, καὶ μάλα ἐρρώννυ αὐτὸν ἡ εὐαρμοστία τοῦ σώματος. ἀφικόμενος οὖν ἐς τὸ ἱερὸν τοῦτο ὁ παῖς, ἔπλει δὲ εὐθὺ Δελφῶν ἀγωνιούμενος τὴν κρίσιν, ἠρώτα τὸν Πρωτεσίλεων, ὅ τι πράττων περιέσοιτο τῶν ἀντιπάλων, ὁ δὲ πατούμενος ἔφη. ἀθυμία οὖν αὐτίκα τὸν ἀθλητὴν ἔσχεν ὡς καταβεβλημένον ὑπὸ τοῦ χρησμοῦ, τὸ δὲ ἀποπτερνίζειν ἐν ἀγωνίᾳ πρῶτος εὑρὼν ξυνῆκεν ὕστερον, ὅτι κελεύει αὐτὸν μὴ μεθίεσθαι τοῦ ποδός· τὸν γὰρ προσπαλαίοντα τῇ πτέρνῃ πατεῖσθαί τε ξυνεχῶς χρὴ καὶ ὑποκεῖσθαι τῷ ἀντιπάλῳ. καὶ τοῦτο πράττων ὁ ἀθλητὴς οὗτος ὀνόματος λαμπροῦ ἔτυχε καὶ ἡττήθη οὐδενός. ἀκούεις δέ που καὶ Πλούταρχον ἐκεῖνον τὸν δεξιόν; Φοῖνιξ ἀκούω. τὸν πύκτην γάρ, ὡς τὸ εἰκός, λέγεις. Ἀμπελουργός οὗτος ἀνιὼν τὴν δευτέραν Ὀλυμπιάδα ἐπὶ τοὺς ἄνδρας ἱκετεύει τὸν ἥρω χρῆσαί οἱ περὶ τῆς νίκης· ὁ δὲ αὐτὸν κελεύει Ἀχελώῳ ἐναγωνίῳ εὔχεσθαι. Φοῖνιξ τί οὖν τὸ αἴνιγμα; Ἀμπελουργός ἠγωνίζετο μὲν ἐν Ὀλυμπίᾳ πρὸς Ἑρμείαν τὸν Αἰγύπτιον τὴν περὶ τοῦ στεφάνου νίκην , ἀπειρηκότες δὲ ὁ μὲν ὑπὸ τραυμάτων, ὁ δὲ ὑπὸ δίψης, καὶ γὰρ ἀκμάζουσα μεσημβρία περὶ τὴν πυγμὴν εἱστήκει, νεφέλη ἐς τὸ στάδιον καταρρήγνυται καὶ διψῶν ὁ Πλούταρχος ἔσπασε τοῦ ὕδατος, ὅ ἀνειλήφει τὰ περὶ τοῖς πήχεσι κώδια· καὶ τὸν χρησμὸν ἐνθυμηθείς, ὡς μετὰ ταῦτα ἔφασκεν, ἐς θάρσος ὥρμησε καὶ ἔτυχε τῆς νίκης. εὐδαίμονα δὲ τὸν Αἰγύπτιον θαυμάζεις τῆς καρτερίας ἴσως, εἰ πυκτεύοντι που παρέτυχες. Ἀμπελουργός τούτῳ ἐρομένῳ, πῶς ἂν μὴ ἡττηθείη θανάτου ἔφη καταφρονῶν. Φοῖνιξ καὶ πείθεταί γε, ὦ ἀμπελουργέ, τῷ χρησμῷ, παρασκευάζων γὰρ οὕτως ἑαυτὸν ἀδαμάντινος τοῖς πολλοῖς καὶ θεῖος δοκεῖ. Ἀμπελουργός ἕλιξ δὲ ὁ ἀθλητὴς αὐτὸς μὲν οὔπω προσπέπλευκε τῷ ἱερῷ τούτῳ, πέμψας δέ τινα τῶν ἑαυτοῦ ἑταίρων ἤρετο, ποσάκις νικήσοι τὰ Ὀλύμπια, ὁ δὲ δὶς ἔφη νικήσεις, ἐὰν μὴ ἐθέλῃς τρίς. Φοῖνιξ δαιμόνιον, ἀμπελουργέ, λέξεις γάρ που τὸ ἐν Ὀλυμπίᾳ πραχθέν· προυπαρχούσης γὰρ αὐτῷ νίκης μιᾶς, ὅτʼ ἀνὴρ ἐκ παίδων ἐνίκα πάλην, ἀπεδύσατο τὴν ἐπʼ ἐκείνῃ Ὀλυμπιάδα πάλην τε καὶ παγκράτιον, ἐφʼ ᾧ δυσχεράναντες οἱ Ἠλεῖοι διενοοῦντο μὲν ἀμφοῖν εἴργειν αὐτὸν ἐγκλήματα Ὀλυμπικὰ ξυντιθέντες ʽἐπ’ αὐτῷ, μόγις δʼ οὖν ἀνέδησαν τὸ παγκράτιον. καὶ τοῦτον ἄρα τὸν φθόνον ὁ Πρωτεσίλεως φυλάξασθαι προὔλεγεν εἰδὼς αὐτὸν ἀντίπαλον τοῖς ἐξῃρημένοις ὄντα. Ἀμπελουργός ἄριστα, ξένε, τοῦ χρησμοῦ ἐτεκμήρω. Φοῖνιξ τῶν δὲ δὴ νόσων τίνας ἰᾶται; πολλοὺς γὰρ αὐτῷ φῂς εὔχεσθαι. Ἀμπελουργός πάσας ἰᾶται, ὁπόσαι εἰσί, μάλιστα δὲ τὰς φθόας τε καὶ τοὺς ὑδέρους καὶ τὰς τῶν ὀφθαλμῶν νόσους καὶ τοὺς τεταρταίῳ πυρέσσοντας· ἔστι δὲ καὶ ἐρῶντι τυχεῖν αὐτοῦ ξυμβούλου. ξυναλγεῖ γὰρ σφόδρα τοῖς τὰ ἔρωτικὰ ἀτυχοῦσι καὶ ὑποτίθεται αὐτοῖς ἐπῳδὰς καὶ τέχνας, αἳ τὰ παιδικὰ θέλξουσι, μοιχοῖς δὲ οὔτε προσδιαλέγεται οὐδὲν οὔτε ὑποτίθεταί τι ἐρωτικόν· φησὶ γὰρ ἀπηχθῆσθαι αὐτοῖς, ἐπειδὴ τὸ ἐρᾶν διαβάλλουσιν. ἀφικομένου γοῦν ἐνταῦθα μοιχοῦ ποτε αὐτῇ γυναικί, ἣν ἐπείρα, καὶ ξυνομνύναι βουλομένων ἐπὶ τὸν ἄνδρα παρόντα μέν, ξυνιέντα δὲ οὔπω, ὁ μὲν γὰρ ἔτυχε καθεύδων μεσημβρίας ἐνταῦθα, οἱ δʼ ὤμνυσαν ἤδη προσεστηκότες τῷ βωμῷ — Φοῖνιξ τί οὖν ὁ Πρωτεσίλεως; Ἀμπελουργός ἐξορμᾷ τοῦτον τὸν κύνα καίτοι χρηστόν, ὡς ὁρᾷς, ὄντα προσπεσεῖν τε αὐτοῖς κατόπιν καὶ δακεῖν ἔτι ὀμνύντας, καὶ τὸν ὅρκον οὑτωσὶ ξυγχέας ἐφίσταται τῷ ἀνδρὶ καὶ κελεύει αὐτὸν ἐκείνων μὲν ἀμελεῖν, τὸ γὰρ δῆγμα σφῶν ἀνίατον εἶναι, σώζειν δὲ νῦν γοῦν ἑαυτόν τε καὶ τὸν ἑαυτοῦ οἶκον, τοὺς μὲν γὰρ θεοὺς πάντα γιγνώσκειν, τοὺς δὲ ἥρωας θεῶν μὲν ἐλάττω, πλείω δὲ ἀνθρώπων.