Ἀμπελουργός τοὺς δὲ πόδας συναπολήγων τῷ ἀκρωτηρίῳ, δρακόντων δὲ οὐδὲν σημεῖον περὶ αὐτὸν ἑωρῶμεν, οὐδὲ ἔστιν, ὅ τι τῶν ὀστῶν παρήλλαττεν ἀνθρώπου. καὶ μὴν καὶ Ὕμναιος ὁ Πεπαρήθιος ἐπιτηδείως μοι ἔχων ἔπεμψέ τινα τῶν ἑαυτοῦ υἱέων πρὸ ἐτῶν ἐνταῦθα τεττάρων ἐρησόμενον διʼ ἐμοῦ τὸν Πρωτεσίλεων περὶ ὁμοίου θαύματος· ἐν Κῷ γὰρ τῇ νήσῳ, κέκτηται δὲ αὐτὴν μόνος, ἔτυχε μὲν ὀρύττων ἀμπέλους, ἡ γῆ δὲ ὑπήχησε τοῖς ὀρύττουσιν οἷον κενή. διανοίξαντες οὖν δωδεκάπηχυς μὲν ὁ νεκρὸς ἔκειτο, τὸ δέ γε κράνιον ᾤκει δράκων. ὁ μὲν δὴ νεανίας ἀφίκετο ἐπερησόμενος ἡμᾶς, ὅ τι χρὴ ἐπʼ αὐτῷ πράττειν, ὁ δὲ Πρωτεσίλεως τὸν ξένον ἔφη συγκαλύπτωμεν κελεύων δήπου ἐπιθάπτειν τὸν νεκρὸν καὶ μὴ γυμνοῦν ἑκόντας. εἶπε δὲ καὶ ὡς γίγας εἴη τῶν βεβλημένων. ὁ δὲ ἐν Λήμνῳ φανείς, ὃν Μενεκράτης ὁ Στειριεὺς εὗρε, μέγιστός τε ἦν καὶ εἶδον αὐτὸν πέρυσιν ἐξ Ἴμβρου πλεύσας, διʼ ὀλίγου γὰρ ἦν ἐς τὴν Λῆμνον. τὰ μὲν οὖν ὀστᾶ οὐκέτι ἐν κόσμῳ ἑωρᾶτο, καὶ γὰρ οἱ σπόνδυλοι ἀπʼ ἀλλήλων ἔκειντο σεισμοῖς, οἶμαι, διενεχθέντες, καὶ τὰ πλευρὰ ἐξήρμοστο τῶν σπονδύλων, ἐνθυμουμένῳ δὲ αὐτὰ ὁμοῦ τε καὶ κατὰ ἕν, φρικῶδες ἐδόκει τὸ μέγεθος καὶ οὐ ῥᾴδιον ἀνατυποῦσθαι. τὸ γοῦν κράνιον ἐμφορησάντων ἡμῶν ἐς αὐτὸ οἶνον οὐδὲ ὑπὸ δυεῖν ἀμφορέοιν ἐνεπλήσθη τῶν ἐκ Κρήτης. ἔστι δέ τι κατὰ νότον ἄνεμον ἀκρωτήριον τῆς Ἴμβρου, Ναύλοχος, ᾧ πηγὴ ὑφώρμισται τὰ μὲν ἄρσενα τῶν ζῴων εὐνούχους ἐργαζομένη, τὰ δὲ θηλέα οὕτω μεθύσκουσα, ὡς καθεύδειν αὐτά. τρύφος οὖν ἐνταῦθα τῆς γῆς ἀπορραγὲν συνεπέσπαστο σῶμα μεγίστου γίγαντος· κἂν ἀπιστῇς, πλεύσωμεν· πρόκειται γὰρ γυμνὸς ἔτι καὶ ὁ ἐς Ναύλοχον πλοῦς βραχύς. Φοῖνιξ ἐβουλόμην μὲν ἂν καὶ ὑπὲρ τὸν Ὠκεανὸν ἐλθεῖν, ἀμπελουργέ, θαῦμα εἴ που τοιοῦτον εὕροιμι, Φοῖνιξ ἡ δὲ ἐμπορία οὐ ξυγχωρεῖ τοσοῦτον ἀποφοιτᾶν ἑαυτῆς, ἀλλὰ δεῖ προσδεδέσθαι τῇ νηί, καθάπερ τὸν Ὀδυσσέα, εἰ δὲ μή, καὶ τὰ ἐκ πρῴρας, φασί, καὶ τὰ ἐκ πρύμνης ἀπολεῖται. Ἀμπελουργός ἀλλὰ μήπω, ξένε, πιστὰ ἡγοῦ, ἃ εἶπον, πρὶν ἔς τε τὴν νῆσον τὴν Κῶ πλεύσῃς, ἐν ᾗ τὰ τῶν γηγενῶν ὀστᾶ ἀνάκειται, Μερόπων, φασί, τῶν πρώτων, ἐν Φρυγίᾳ δὲ τά τε Ὕλλου τοῦ Ἡρακλέους ἴδῃς, καὶ, νὴ Δι᾽, ἐν Θετταλίᾳ τὰ τῶν Ἀλωαδῶν, ὡς ἐννεόργυιοι ἀτεχνῶς ἐγένοντο καὶ ὁποῖοι ᾅδονται. Νεαπολῖται δὲ οἱ Ἰταλίαν οἰκοῦντες θαῦμα πεποίηνται τὰ τοῦ Ἀλκυονέως ὀστᾶ. λέγουσι γὰρ δὴ πολλοὺς τῶν γιγάντων ἐκεῖ βεβλῆσθαι καὶ τὸ Βέσβιον ὄρος ἐπʼ αὐτοὺς τύφεσθαι. καὶ μὴν καὶ ἐν Παλλήνῃ, ἣν Φλέγραν οἱ ποιηταὶ ὀνομάζουσι, πολλὰ μὲν σώματα ἡ γῆ τοιαῦτα ἔχει γιγάντων στρατοπεδευσάντων ἐκεῖ, πολλὰ δὲ ὄμβροι τε καὶ σεισμοὶ ἀνακαλύπτουσιν. θαρσεῖ δὲ οὐδὲ ποιμὴν περὶ μεσημβρίαν ἐκεῖνο τὸ χωρίον ὑποπαταγούντων εἰδώλων, ἃ ἐν αὐτῷ μαίνεται. τὸ δὲ ἀπιστεῖν τοῖς τοιούτοις ἴσως που καὶ ἐπὶ τοῦ Ἡρακλέους ἦν, ὅθεν τὸν Γηρυόνην ἐν τῇ Ἐρυθείᾳ ἀποκτείνας καὶ μεγίστῳ αὐτῷ ἐντετυχηκέναι λεγόμενος ἀνέθηκε τὰ ὀστᾶ ἐς Ὀλυμπίαν, ὡς μὴ ἀπιστοῖτο τοῦ ἄθλου. Φοῖνιξ εὐδαιμονίζω σε τῆς ἱστορίας, ἀμπελουργέ. ἐγὼ δὲ μεγάλα μὲν ἠγνόουν, ἀνοήτως δὲ ἠπίστουν. ἀλλὰ τὰ τοῦ Πρωτεσίλεω πῶς ἔχει; καιρὸς γάρ που ἐπʼ ἐκεῖνα ἥκειν μηκέτʼ ἀπιστούμενα. Ἀμπελουργός περὶ τῶν τοιούτων ἄκουε, ξένε. κεῖται μὲν οὐκ ἐν Τροίᾳ ὁ Πρωτεσίλεως, ἀλλʼ ἐν Χερρονήσῳ ταύτῃ, κολωνὸς δὲ αὐτὸν ἐπέχει μέγας οὑτοσὶ δήπου ὁ ἐν ἀριστερᾷ, πτελέας δὲ ταύτας αἱ νύμφαι περὶ τῷ κολωνῷ ἐφύτευσαν καὶ τοιόνδε ἐπὶ τοῖς δένδρεσι τούτοις ἔγραψάν που αὗται νόμον· τοὺς πρὸς τὸ Ἴλιον τετραμμένους τῶν ὄζων ἀνθεῖν μὲν πρωί, φυλλορροεῖν δὲ αὐτίκα καὶ προαπόλλυσθαι τῆς ὥρας — τοῦτο δὴ τὸ τοῦ Πρωτεσίλεω πάθος — τῷ δὲ ἑτέρῳ μέρει ζῆν τὰ δένδρα καὶ εὖ πράττειν. καὶ ὁπόσα δὲ τῶν δένδρων μὴ περὶ τὸ σῆμα ἕστηκεν, ὥσπερ καὶ ταυτὶ τὰ ἐν κήπῳ, πᾶσιν ἔρρωται τοῖς ὄζοις καὶ θαρσεῖ τὸ ἴδιον. Φοῖνιξ ὁρῶ, ἀμπελουργέ, καὶ θαυμάζειν ἔχων οὐ τεθαύμακα, σοφὸν γὰρ τὸ θεῖον. Ἀμπελουργός τὸ δὲ ἱερόν, ἐν ᾧ κατὰ τοὺς πατέρας ὁ Μῆδος ὕβριζεν, ἐφʼ ᾧ καὶ τὸ τάριχος ἀναβιῶναί φασι, τοῦτο ἡγοῦ, ὦ ξένε, καταλείπεται δὲ αὐτοῦ ὁρᾶς, ὡς ὀλίγα. Ἀμπελουργός τότε δέ, οἶμαι, χαρίεν τε ἦν καὶ οὐ μικρόν, ὡς ἔστι τοῖς θεμελίοις ξυμβαλέσθαι. τὸ δὲ ἄγαλμα τοῦτο βέβηκε μὲν ἐπὶ νεώς, τὸ γὰρ τῆς βάσεως, σχῆμα πρῷρα, ἵδρυται δὲ ναύαρχος. περιτρίψας δὲ αὐτὸ ὁ χρόνος καὶ νὴ Δίʼ οἱ ἀλείφοντές τε καὶ οἱ ἐπισφραγιζόμενοι τὰς εὐχὰς ἐξηλλάχασι τοῦ εἴδους. ἐμοὶ δὲ οὐδὲν τοῦτο, αὐτῷ γὰρ ξύνειμι καὶ αὐτὸν βλέπω καὶ οὐδὲν ἄν μοι γένοιτο ἄγαλμα ἐκείνου ἥδιον. Φοῖνιξ ἦ καὶ διαγράψεις μοι αὐτὸν καὶ κοινωνήσεις τοῦ εἴδους; Ἀμπελουργός χαίρων γε, νὴ τὴν Ἀθηνᾶν, ὦ ξένε· γέγονε μὲν γὰρ ἀμφὶ τὰ εἴκοσί που μάλιστα ἔτη τηλικόσδε ἐλάσας ἐς Τροίαν, ἁβρῷ δʼ ἰούλῳ βρύει καὶ ἀπόζει αὐτοῦ ἥδιον ἢ τοῦ μετοπώρου τῶν μύρτων. φαιδρὰν δὲ ὀφρὺν περὶ τὸ ὄμμα βέβληται, τὸ γὰρ ἐπίχαρι αὐτῷ φίλον. βλέπει δὲ ἐν μὲν ταῖς σπουδαῖς σύντονον καὶ σφοδρόν, εἰ δὲ ἀνειμένου τύχοιμεν, φεῦ τῶν ὀφθαλμῶν ὡς ἐπαφρόδιτοί τε καὶ φιλικοὶ φαίνονται. καὶ μὴν καὶ κόμης ξανθῆς ἔχει τὸ μέτριον, ἔστι γὰρ ὡς ἐπικρέμασθαι τῷ μετώπῳ μᾶλλον ἢ κατʼ αὐτοῦ πίπτειν, καὶ τετράγωνος ἡ ἰδέα τῆς ῥινός, οἷον ἀγάλματος. φθέγγεται δὲ γεγωνότερον ἤ αἱ σάλπιγγες καὶ ἀπὸ μικροῦ γε τοῦ στόματος. γυμνῷ δὲ ἐντυχεῖν ἥδιστον, εὐπαγὴς γὰρ καὶ κοῦφος, ὥσπερ οἱ δρομικοὶ τῶν ἑρμῶν. τὸ δὲ μῆκος δεκάπηχυς τάχα. δοκεῖ δʼ ἄν μοι καὶ ὑπὲρ τοῦτο ἀναδραμεῖν, εἰ μὴ ἐν μειρακίῳ ἀπέθανεν. Φοῖνιξ εἶδον τὸν νεανίαν, ἀμπελουργέ, καὶ ἄγαμαί σε τοῦ ἑταίρου. ὥπλισται δὲ ἢ τί; Ἀμπελουργός χλαμύδα ἐνῆπται, ξένε, τὸν Θετταλικὸν τρόπον, ὥσπερ τὸ ἄγαλμα τοῦτο. ἁλουργὴς δὲ ἡ χλαμύς, θείου ἄνθους. ἄρρητον γὰρ τὸ τῆς πορφύρας ἄνθος. Φοῖνιξ ὁ δὲ δὴ ἔρως, ὃν τῆς Λαοδαμείας ἤρα, πῶς ἔχει αὐτῷ νῦν; Ἀμπελουργός ἐρᾷ, ξένε, καὶ ἐρᾶται καὶ διάκεινται πρὸς ἀλλήλους, ὥσπερ οἱ θερμοὶ τῶν νυμφίων. Φοῖνιξ περιβάλλεις δὲ ἥκοντα ἢ διαφεύγει σε καπνοῦ δίκην, ὥσπερ τοὺς ποιητάς; Ἀμπελουργός χαίρει περιβάλλοντι καὶ ξυγχωρεῖ φιλεῖν τε αὐτὸν καὶ τῆς δέρης ἐμφορεῖσθαί γε. Φοῖνιξ Θαμίζει δὲ ἢ διὰ πολλοῦ ἥκει; Ἀμπελουργός τετράκις τοῦ μηνὸς ἢ πεντάκις οἶμαι αὐτοῦ μετέχειν, ὁπότʼ ἢ φυτεῦσαί ποτε τουτωνὶ τῶν φυτῶν τι βούλοιτο ἢ τρυγῆσαι ἢ ἄνθη κεῖραι. φιλοστέφανος γάρ τις καὶ ἡδίω ἀποφαίνων τὰ ἄνθη, ὁπότε περὶ αὐτὰ εἴη. Φοῖνιξ ἱλαρόν γε τὸν ἥρω λέγεις καὶ ἀτεχνῶς νυμφίον. Ἀμπελουργός καὶ σώφρονά γε, ὦ ξένε. φιλόγελως γὰρ ὢν ὑφʼ ἡλικίας ὕβρει οὐδὲν πράττει. καὶ σμινύης δὲ ἅπτεται πολλάκις, εἴ που ὀρύττων πέτρᾳ ἐντύχοιμι καὶ ξυλλαμβάνει μοι τῶν δυσέργων, κἂν ἀγνοήσω τι τῶν κατὰ γεωργίαν, διορθοῦταί με. τά τε δένδρα ἐγὼ μὲν παρακηκοὼς τοῦ Ὁμήρου μακρὰ ἐφύτευον μεῖον τοῦ ἄνω τὸ ἐς τὴν γῆν ἐμβιβάζων, καὶ ὁπότε ἐπελάβετό μου ὁ Πρωτεσίλεως, ἐχρώμην τοῖς τοῦ Ὁμήρου πρὸς αὐτόν, ὁ δὲ ὑπολαβὼν αὐτὸς μέντοι Ὅμηρος τὸν ἐναντίον ἔφη κελεύει τρόπον ἢ σὺ πράττεις· μακρὰ γὰρ ὑπὸ σοφίας τὰ βαθέα οἶδεν,