Φοῖνιξ καὶ ἴσως ἀδικῶ τὴν ἐν σοὶ σοφίαν, καλῶν γε ἀμπελουργόν. Ἀμπελουργός οὕτω κάλει, καὶ γὰρ ἂν χαρίζοιο τῷ Πρωτεσίλεῳ γεωργόν τε ἐμὲ καὶ κηπουρὸν καὶ τὰ τοιαῦτα ὀνομάζων. Φοῖνιξ ἐνταῦθα οὖν, ἀμπελουργέ, ξύνεστε ἀλλήλοις; Ἀμπελουργός ἐνταῦθα, ξένε. πῶς δὲ ἐτεκμήρω; Φοῖνιξ ὅτι μοι δοκεῖ τὸ μέρος τοῦ ἀγροῦ τούτου ἥδιστόν τε εἶναι καὶ θεῖον, καὶ εἰ μὲν ἀναβιῴη ἄν τις ἐνταῦθα, οὐκ οἶδα, βιῴη δʼ ἂν ἥδιστά τε καὶ ἀλυπότατα ἐξελθὼν τοῦ ὁμίλου. δένδρα τε γὰρ ὑπερμήκη ταῦτα χρόνου αὐτὰ ἄραντος, ὕδωρ τε ἐκ πηγῶν τουτὶ ποικίλον, καὶ ἀρύεσθε, οἶμαι, αὐτὸ ὥσπερ ἄλλου καὶ ἄλλου ἀνθοσμίου πίνοντες. σὺ δὲ καὶ σκηνὰς φυτεύεις ξυμπλέκων τὰ δένδρα καὶ ξυναρμόττων, ὡς οὐδʼ ἂν στέφανόν τις ἐκ λειμῶνος ἀκηράτου ξυμβάλοι. Ἀμπελουργός καὶ οὔπω, ξένε, τῶν ἀηδόνων ἤκουσας, οἷον τῷ χωρίῳ ἐναττικίζουσιν, ἐπειδὰν δείλη τε ἥκῃ καὶ ἡμέρα ἄρχηται. Φοῖνιξ δοκῶ μοι ἀκηκοέναι ξυντίθεσθαί τε μηδὲ θρηνεῖν αὐτάς, ἀλλὰ ᾅδειν μόνον. πλὴν εἰπὲ τὰ τῶν ἡρώων, ἥδιον γὰρ ἂν τούτων ἀκούοιμι. ξυγχωρεῖς δέ που καὶ ἱζῆσαι; Ἀμπελουργός ξυγχωρεῖ ὁ ἥρως χρηστὸς ὢν ξενίζων τουτοισὶ τοῖς θάκοις. Φοῖνιξ ἰδοὺ ἀναπαύομαι, τὸ γὰρ ξένιον ἡδὺ τῷ γε ἀκροασομένῳ λόγου σπουδαιοτέρου. Ἀμπελουργός ἐρώτα ξένε, ὅ τι βούλει, καὶ οὐ μάτην ἀφῖχθαι φήσεις. Ὀδυσσεῖ μὲν γάρ, ὁπότε πόρρω τῆς νεὼς ἤλυεν, ἐντυχὼν ὁ Ἑρμῆς ἤ τις τῶν παρʼ Ἑρμοῦ σοφῶν ἐς κοινωνίαν λόγου τε καὶ σπουδῆς ἀφίκετο, τουτὶ γὰρ ἡγεῖσθαι προσήκει τὸ μῶλυ, σὲ δὲ ὁ Πρωτεσίλεως ἱστορίας τε διʼ ἐμοῦ ἐμπλήσει καὶ ἡδίω ἀποφανεῖ καὶ σοφώτερον. τὸ γὰρ πολλὰ γιγνώσκειν πολλοῦ ἄξιον. Φοῖνιξ Ἀλλʼ οὐκ ἀλύω, βέλτιστε, κατὰ δὲ θεόν, νὴ τὴν Ἀθηνᾶν, ἥκω. ξυνίημι γὰρ λοιπὸν τοῦ ἐνυπνίου. Ἀμπελουργός καὶ πῶς ἔχει σοι τὸ ἐνύπνιον; θεῖον γάρ τι ὑποδηλώσεις. Φοῖνιξ πλέω μὲν ἐξ Αἰγύπτου καὶ Φοινίκης πέμπτην καὶ τριακοστὴν ἤδη που ταύτην ἡμέραν, κατασχούσης δὲ τῆς νεὼς ἐς Ἐλεοῦντα τοῦτον ἔδοξα τὰ Ὁμήρου ἔπη ἀναγιγνώσκειν, ἐν οἷς τὸν κατάλογον τῶν Ἀχαιῶν φράζει, καὶ ξυνεκάλουν τοὺς Ἀχαιοὺς ἐμβῆναι τὴν ναῦν ὡς ἀποχρῶσαν ὁμοῦ πᾶσιν. ἐπεὶ δὲ ἐξέθορον τοῦ ἐνυπνίου, καὶ γάρ με καὶ φρίκης τι ὑπεληλύθει, ξυνεβαλόμην μὲν αὐτὸ ἐς βραδυτῆτα τοῦ πλοῦ καὶ μῆκος, αἱ γὰρ τῶν ἀποθανόντων ὄψεις ἀργοὶ τοῖς ἐσπουδακόσι, βουληθεὶς δὲ ξυμβόλῳ περὶ τοῦ ἐνυπνίου χρήσασθαι, οὐδὲ γὰρ τὸ πνεῦμα πω ξυνεχώρει πλεῖν, ἐξαλλάττω δεῦρο ἀπὸ τῆς νεώς, βαδίζων δέ, ὡς εἶδες, πρώτῳ ἐντετύχηκα σοὶ καὶ περὶ τοῦ Πρωτεσίλεω διαλεγόμεθα, διαλεξόμεθα δὲ καὶ περὶ τοῦ καταλόγου τῶν ἡρώων, φῂς γὰρ οὕτω ποιήσειν. καὶ τὸ καταλέγειν σφᾶς ἐς τὴν ναῦν εἴη ἂν τὸ συλλεξάμενον τὸν περὶ αὐτῶν λόγον εἶτα ἐμβῆναι. Ἀμπελουργός κατὰ θεὸν ἥκεις ἀληθῶς, ξένε, καὶ ὑγιῶς ἐξηγῇ τὴν ὄψιν. περαίνωμεν οὖν τὸν λόγον, μὴ καὶ θρύπτεσθαι με φῇς διάγοντά σε ἀπʼ αὐτοῦ. Φοῖνιξ ἃ ποθῶ μαθεῖν, ξυνίης δή γε· αὐτὴν γὰρ τὴν ξυνουσίαν, ἥτις ἐστί σοι πρὸς τὸν Πρωτεσίλεων, καὶ ὁποῖος ἥκει καὶ εἴ τι παραπλήσιον τοῖς ποιηταῖς ἢ διηγνοημένον αὐτοῖς περὶ τῶν Τρωικῶν οἶδεν, ἀκοῦσαι δέομαι. Τρωικὰ δὲ λέγῳ τὰ τοιαῦτα· τήν τε ἐν Αὐλίδι ξυλλογὴν τοῦ στρατοῦ καὶ καθʼ ἕνα τοὺς ἥρως εἰ καλοί τε, ὡς ᾅδονται, καὶ ἀνδρεῖοι καὶ σοφοὶ ἦσαν. τὸν γὰρ πόλεμον, ὃς περὶ τῇ Τροίᾳ ἐγένετο, πῶς ἂν διηγοῖτο μήτε διαπολεμήσας αὐτὸν ἀποθανών τε πρῶτος τοῦ Ἑλληνικοῦ παντὸς ἐν αὐτῇ, φασί, τῇ ἀποβάσει; Ἀμπελουργός εὔηθες τουτί σοι, ξένε, ψυχαῖς γὰρ θείαις οὕτω καὶ μακαρίαις ἀρχὴ βίου τὸ καθαρεῦσαι τοῦ σώματος· θεούς τε γάρ, ὧν ὀπαδοί εἰσι, γιγνώσκουσι τότε οὐκ ἀγάλματα θεραπεύουσαι καὶ ὑπονοίας, ἀλλὰ ξυνουσίας φανερὰς πρὸς αὐτοὺς ποιούμεναι, τά τε τῶν ἀνθρώπων ὁρῶσιν ἐλεύθεραι νόσων τε καὶ σώματος, ὅτε δὴ καὶ μαντικῆς σοφίας ἐμφοροῦνται καὶ τὸ χρησμῶδες αὐταῖς ἐμβακχεύει. Ἀμπελουργός τὰ γοῦν Ὁμήρου ποιήματα τίνα φήσεις οὕτως ἀνεγνωκέναι τῶν σφόδρα βασανιζόντων ὅμηρον, ὡς ἀνέγνωκέ τε ὁ Πρωτεσίλεως καὶ διορᾷ αὐτά; καίτοι, ξένε, πρὸ Πριάμου καὶ Τροίας οὐδὲ ῥαψῳδία τις ἦν, οὐδὲ ᾔδετο τὰ μήπω πραχθέντα, ποιητικὴ μὲν γὰρ ἦν περί τε τὰ μαντεῖα περί τε τὸν Ἀλκμήνης Ἡρακλέα, καθισταμένη τε ἄρτι καὶ οὔπω ἡβάσκουσα, Ὅμηρος δὲ οὔπω ᾖδεν, ἀλλʼ οἱ μὲν Τροίας ἁλούσης, οἱ δὲ ὀλίγαις, οἱ δʼ ὀκτὼ γενεαῖς ὕστερον ἐπιθέσθαι αὐτὸν τῇ ποιήσει λέγουσιν. ἀλλʼ ὅμως οἶδεν ὁ Πρωτεσίλεως τὰ Ὁμήρου πάντα, καὶ πολλὰ μὲν ᾅδει Τρωικὰ μεθʼ ἑαυτὸν γενόμενα, πολλὰ δὲ Ἑλληνικά τε καὶ Μηδικά, τήν τε γοῦν στρατείαν τὴν Ξέρξου τρίτην ὀνομάζει φθορὰν ἀνθρώπων μετὰ τὴν ἐπὶ Δευκαλίωνός τε καὶ Φαέθοντος ξυμβᾶσαν, ἐπειδὴ πλεῖστα ἔθνη ἐν αὐτῇ ἐφθάρη. Φοῖνιξ κέρας Ἀμαλθείας ἐμπλήσεις, ἀμπελουργέ, τοσαῦτα εἰδότος τοῦ ἑταίρου. ὑγιῶς γάρ που ἀπαγγελεῖς αὐτὰ καὶ ὡς ἤκουσας. Ἀμπελουργός νὴ Δίʼ, ἢ ἀδικοίην ʽἂνʼ φιλόσοφόν τε καὶ φιλαλήθη ἥρωα μὴ τιμῶν ἀλήθειαν, ἣν ἐκεῖνος μητέρα ἀρετῆς ὀνομάζειν εἴωθεν. Φοῖνιξ δοκῶ μοι καὶ κατʼ ἀρχὰς τῶν λόγων ὡμολογηκέναι πρὸς σὲ τὸ ἐμαυτοῦ πάθος· φημὶ γὰρ ἀπίστως διακεῖσθαι πρὸς τὰ μυθώδη. τὸ δὲ αἴτιον· οὐδενί πω ἑωρακότι αὐτὰ ξυγγέγονα, ἀλλʼ ὁ μὲν ἑτέρου ἀκηκοέναι φησίν, ὁ δὲ οἴεσθαι, τὸν δὲ ποιητὴς ἐπαίρει. καὶ τὰ λεγόμενα δὲ περὶ τοῦ μεγέθους τῶν ἡρώων, ὡς δεκαπήχεις ἦσαν, χαρίεντα μὲν κατὰ μυθολογίαν ἡγοῦμαι, Φοῖνιξ ψευδῆ δὲ καὶ ἀπίθανα τῷ γε θεωροῦντι αὐτὰ πρὸς τὴν φύσιν, ἧς μέτρα οἱ νῦν ἄνθρωποι. Ἀμπελουργός ταυτὶ δὲ ἡγεῖσθαι ἀπίθανα πότε ἤρξω; Φοῖνιξ πάλαι, ἀμπελουργέ, κἂν μειρακίῳ ἔτι. παῖς μὲν γὰρ ὢν ἔτι ἐπίστευον τοῖς τοιούτοις, καὶ κατεμυθολόγει με ἡ τίτθη χαριέντως αὐτὰ ἐπᾴδουσα καί τι καὶ κλαίουσα ἐπʼ ἐνίοις αὐτῶν, μειράκιον δὲ γενόμενος οὐκ ἀβασανίστως ᾠήθην χρῆναι προσδέχεσθαι ταῦτα. Ἀμπελουργός τὸ δὲ τοῦ Πρωτεσίλεω, καὶ ὅτι ἐνταῦθα φαίνοιτο, ἀκηκοώς ποτε ἔτυχες; Φοῖνιξ πῶς γε, ἀμπελουργέ; ὅς γε καὶ σοῦ τήμερον ἀκούων ἀπιστῶ; Ἀμπελουργός οὐκοῦν ἀρχὴ τοῦ λόγου σοι γιγνέσθω τὰ πάλαι σοι. ἀπιστούμενα· φῂς δέ που ἀπιστεῖν, εἰ δεκαπήχεις ἐγένοντο ἄνθρωποι. ἐπειδὰν δὲ τούτου ἱκανῶς ἔχῃς, ἀπαίτει λοιπὸν τὸν περὶ τοῦ Πρωτεσίλεω λόγον καὶ ὁπόσα βούλει τῶν Τρωικῶν, οὐδενὶ γὰρ αὐτῶν ἀπιστήσεις. Φοῖνιξ καλῶς λέγεις καὶ οὕτω ποιῶμεν. Ἀμπελουργός ἄκουε δή· πάππος ἦν μοι, ξένε, πολλὰ τῶν ἀπιστουμένων ὑπὸ σοῦ γιγνώσκων, ὃς ἔλεγε διαφθαρῆναι μέν ποτε τὸ τοῦ Αἴαντος σῆμα ὑπὸ τῆς θαλάσσης, πρὸς ᾗ κεῖται, ὀστᾶ δὲ ἐν αὐτῷ φανῆναι κατὰ ἑνδεκάπηχυν ἄνθρωπον, καὶ ἔφασκεν Ἀδριανὸν βασιλέα περιστεῖλαι αὐτὰ ἐς Τροίαν ἐλθόντα καὶ τὸν νυνὶ τάφον περιαρμόσαι τῷ Αἴαντι ἔστιν ἃ καὶ προσπτυξάμενον τῶν ὀστῶν καὶ φιλήσαντα. Φοῖνιξ οὐ μάτην ἀπιστεῖν ἔοικα τοῖς τοιούτοις, ἀμπελουργέ· καὶ σὺ γὰρ πάππου μέν τι ἀκηκοέναι φῂς καὶ ἴσως μητρὸς ἢ τίτθης, σεαυτοῦ δὲ ἀπαγγέλλεις οὐδέν, εἰ μὴ ἄρα περὶ τοῦ Πρωτεσίλεω εἴποις. Ἀμπελουργός καὶ μήν, εἰ μυθολογικὸς ἦν, τόν τε τοῦ Ὀρέστου νεκρὸν διῄειν ʽἂνʼ, ὃν ἑπτάπηχυν ἐν Νεμέᾳ Λακεδαιμόνιοι εὗρον, Ἀμπελουργός καὶ τὸν ἐν τῷ χαλκῷ ἵππῳ τῷ Λυδίῳ, ὃς κατωρώρυκτο μὲν ἐν Λυδίᾳ πρὸ Γύγου ἔτι, σεισμῷ δὲ τῆς γῆς διασχούσης θαῦμα τοῖς περὶ Λυδίαν ὤφθη ποιμέσιν, οἷς ἅμα ὁ Γύγης ἐθήτευσεν. ἐς γὰρ κοῖλον τὸν ἵππον θυρίδας ἐν ἑκατέρᾳ πλευρᾷ ἔχοντα νεκρὸς ἀπέκειτο μείζων ἢ ἀνθρώπου δόξαι. εἰ δὲ ταῦτα οἷα ἀπιστεῖσθαι διὰ τὸν χρόνον, ἀλλὰ τοῖς γε ἐφʼ ἡμῶν οὐκ οἶδʼ ὅ τι ἀντερεῖς. Ἀρυάδην γάρ, ὃν οἱ μὲν Αἰθίοπα, οἱ δὲ Ἰνδὸν ἔφασαν, τριακοντάπηχυν ἐν τῇ Ἀσσυρίων γῇ κείμενον οὐ πάλαι ἀνέφηνεν ἡ τοῦ Ὀρόντου ποταμοῦ ὄχθη σχισθεῖσα, τουτὶ δὲ τὸ Σίγειον πρὸ πεντήκοντα οὔπω ἐτῶν ἐν προβολῇ τοῦ ἀκρωτηρίου σῶμα ἀνέδειξε γίγαντος, ὃν αὐτὸς Ἀπόλλων ἀπεκτονέναι φησὶν ὑπὲρ Τροίας αὐτῷ μαχόμενον, καὶ εἶδον, ξένε, πλεύσας ἐς τὸ Σίγειον αὐτό τε τὸ πάθος τῆς γῆς καὶ τὸν γίγαντα, ὅσος ἦν. ἔπλεον δὲ καὶ Ἑλλησποντίων πολλοὶ καὶ Ἰώνων καὶ νησιῶται πάντες καὶ τὸ Αἰολικὸν ἅπαν, ἐπὶ γὰρ μῆνας δύο μέγας ἐν μεγάλῳ ἀκρωτηρίῳ προὔκειτο παρέχων ἄλλον ἄλλῳ λόγον οὔπω δηλοῦντος αὐτὸν τοῦ χρησμοῦ. Φοῖνιξ εἴποις ἂν οὖν ἔτι, ἀμπελουργέ, περί τε μεγέθους αὐτοῦ περί τε ὀστῶν ἁρμονίας περί τε τῶν λεγομένων ὄφεων ξυμπεφυκέναι τοῖς γίγασιν, οὓς ὑπογράφουσιν οἱ ζωγράφοι τῷ Ἐγκελάδῳ καὶ τοῖς ἀμφʼ αὐτόν; Ἀμπελουργός εἰ μὲν τερατώδεις ἐγένοντο ἐκεῖνοι, ξένε, καὶ ξυμβεβλημένοι θηρίοις, οὐκ οἶδα, ὁ δὲ ἐν τῷ Σιγείῳ δύο μὲν καὶ εἴκοσι πήχεις ἐπεῖχεν, ἔκειτο δὲ ἐν πετρώδει σήραγγι, τὴν κεφαλὴν μὲν πρὸς τὴν ἤπειρον ἔχων,