Ἀμπελουργός Ἴων εἶ, ξένε, ἢ πόθεν; Φοῖνιξ Φοῖνιξ, ἀμπελουργέ, τῶν περὶ Σιδῶνα καὶ Τύρον. τὸ δὲ Ἰωνικὸν τῆς στολῆς ἐπιχώριον ἤδη καὶ ἡμῖν τοῖς ἐκ Φοινίκης. Ἀμπελουργός πόθεν οὖν μετεσκεύασθε; Φοῖνιξ Σύβαρις Ἰωνικὴ τὴν Φοινίκην κατέσχεν ὁμοῦ πᾶσαν, καὶ γραφὴν ἐκεῖ ἄν τις, οἶμαι, φύγοι μὴ τρυφῶν. Ἀμπελουργός βαδίζεις δὲ ποῖ μετέωρός τε καὶ ὑπὲρ πάντα τὰ ἐν ποσίν; Φοῖνιξ συμβόλου καὶ φήμης, ἀμπελουργέ, δέομαι περὶ εὐπλοίας, φασὶ γὰρ ἡμᾶς ἀφήσειν ἐς τὸν Αἰγαῖον αὐτόν· δεινὴ δέ, οἶμαι, ἡ θάλαττα καὶ οὐ ῥᾳδία πλεῦσαι. βαδίζω δὲ τὴν ἐναντίαν ὁδὸν τῷ ἀνέμῳ· καὶ γὰρ ὑπὲρ εὐπλοίας πρὸς τουτονὶ τὸν σκοπὸν θεωροῦσι Φοίνικες. Ἀμπελουργός σοφοί γε, ὦ ξένε, τὰ ναυτικὰ ὄντες· ὑμεῖς γάρ που καὶ τὴν ἑτέραν ἄρκτον ἐνεσημήνασθε τῷ οὐρανῷ καὶ πρὸς αὐτὴν πλεῖτε. ὥσπερ δὲ τὰς ναυτιλίας τιλίας ἐπαινεῖσθε, οὕτω τὰς ἐμπορίας διαβέβλησθε ὡς φιλοχρήματοί τε καὶ τρῶκται. Φοῖνιξ σὺ δὲ οὐ φιλοχρήματος, ἀμπελουργέ, ζῶν ἐν ταύταις ταῖς ἀμπέλοις καὶ ζητῶν ἴσως ὅστις μὲν ὀπωριεῖ καταβαλών σοι δραχμὴν τῶν βοτρύων, Φοῖνιξ ὅτῳ δὲ ἀποδώσῃ τὸ γλεῦκος ἢ ὅτῳ τὸν ἀνθοσμίαν; ὅν, οἶμαι, καὶ κατορωρυγμένον φῂς ἔχειν ὥσπερ ὁ Μάρων. Ἀμπελουργός ξένε Φοῖνιξ, εἰ μὲν εἰσί που τῆς γῆς Κύκλωπες, οὓς λέγεται ἡ γῆ ἀργοὺς βόσκειν φυτεύοντας οὐδέν, οὐδὲ σπείροντας, ἀφύλακτα μὲν τὰ φυόμενα εἴη ἄν, καίτοι Δήμητρός γε καὶ Διονύσου ὄντα, πωλοῖτο δʼ ἂν οὐδὲν ἐκ τῆς γῆς, ἀλλʼ ἄτιμά τε καὶ κοινὰ φύοιτʼ ἄν, ὥσπερ ἐν Συῶν ἀγορᾷ· σπείρειν δὲ ὅπου χρὴ καὶ ἀροῦν καὶ φυτεύειν καὶ ἄλλο ἐπʼ ἄλλῳ ποιεῖν προσκείμενον τῇ γῇ ὑποκείμενον ταῖς ὥραις, ἐνταῦθα πωλεῖν τε χρὴ καὶ ὠνεῖσθαι. δεῖ γὰρ καὶ γεωργίᾳ χρημάτων, καὶ ἄνευ τούτων οὔτε ἀρότην θρέψεις οὔτε ἀμπελουργὸν οὔτε βουκόλον οὔτε αἰπόλον, οὐδὲ κρατὴρ ἔσται σοι πιεῖν ἢ σπεῖσαι, καὶ γὰρ τὸ ἥδιστον τῶν ἐν γεωργίᾳ, τὸ τρυγᾶν ἀμπέλους, μισθοῦ χρὴ πράττειν, εἰ δὲ μή, ἄοινοί τε καὶ ἀργοὶ ἑστήξουσιν, ὥσπερ γεγραμμέναι. ταυτὶ μὲν οὖν, ὦ ξένε, ὑπὲρ παντὸς εἴρηκα τοῦ τῶν γεωργῶν κύκλου, τοὐμὸν δὲ πολλῷ ἐπιεικέστερον· οὐ γὰρ ξυμβάλλω ἐμπόροις, οὐδὲ τὴν δραχμὴν ὅ τι ἐστί, γιγνώσκω, ἀλλὰ βοῦν σίτου καὶ οἴνου τράγον καὶ τοιαῦτα τοιούτων ἢ ὠνοῦμαι ἢ αὐτὸς ἀποδίδομαι σμικρὰ εἰπών τε καὶ ἀκούσας. Φοῖνιξ χρυσῆν ἀγορὰν λέγεις, ἀμπελουργέ, καὶ ἡρώων μᾶλλον ἢ ἀνθρώπων. ἀλλὰ καὶ ὁ κύων οὗτος τί ἐθέλει; περίεισι γὰρ με προσκνυζόμενος τοῖς ποσὶ καὶ παρέχων τὸ οὖς ἁπαλόν τε καὶ πρᾷον. Ἀμπελουργός τοὐμὸν ἦθος ἑρμηνεύει σοι, ξένε, καὶ ὅτι πρὸς τοὺς δεῦρο ἀφικνουμένους οὕτω μετρίως καὶ χρηστῶς ἔχομεν, ὡς μηδὲ τῷ κυνὶ ξυγχωρεῖν ὑλακτεῖν αὐτούς, ἀλλὰ προσδέχεσθαί τε καὶ ὑποπίπτειν ἥκοντας. Φοῖνιξ ἔξεστιν οὖν ἀμπέλῳ προσβαλεῖν; Ἀμπελουργός φθόνος οὐδείς· εἰσὶ γὰρ ἡμῖν ἱκανοί γε βότρυς. Φοῖνιξ τί δέ; καὶ συκάσαι; Ἀμπελουργός καὶ τούτου ἄδεια, περίεστι γὰρ καὶ σύκων· καὶ κάρυα δοίην καὶ μῆλα δοίην καὶ μυρία ἀγαθὰ ἕτερα, φυτεύω δὲ αὐτὰ οἷον παροψήματα τῶν ἀμπέλων. Φοῖνιξ τί ἂν οὖν καταβάλοιμι; Ἀμπελουργός τί δʼ ἄλλο γʼ, ὦ Φοῖνιξ, ἢ φαγεῖν τε ἡδέως καὶ ἐπισιτίσασθαι καὶ ἀπελθεῖν χαίρων; Φοῖνιξ Ἀλλʼ ἦ φιλοσοφεῖς, ἀμπελουργέ; Ἀμπελουργός καὶ σύν γε τῷ καλῷ Πρωτεσίλεῳ. Φοῖνιξ σοὶ δὲ τί καὶ τῷ Πρωτεσίλεῳ κοινόν, εἰ τὸν ἐκ Θετταλίας λέγεις; Ἀμπελουργός ἐκεῖνον λέγω τὸν τῆς Λαοδαμείας, τουτὶ γὰρ χαίρει ἀκούων. Φοῖνιξ τί δὲ δὴ δεῦρο πράττει; Ἀμπελουργός ζῇ καὶ γεωργοῦμεν. Φοῖνιξ Ἀναβεβιωκὼς ἢ τί; Ἀμπελουργός οὐδὲ αὐτὸς λέγει, ὦ ξένε, τὰ ἑαυτοῦ πάθη, πλήν γε δὴ ὅτι ἀποθάνοι μὲν διʼ Ἑλένην ἐν Τροίᾳ, ἀναβιῴη δὲ ἐν Φθίᾳ Λαοδαμείας ἐρῶν. Φοῖνιξ καὶ μὴν ἀποθανεῖν γε μετὰ τὸ ἀναβιῶναι λέγεται, ἀναπεῖσαί τε τὴν γυναῖκα ἐπισπέσθαι οἱ. Ἀμπελουργός λέγει καὶ αὐτὸς ταῦτα, ἀλλʼ ὅπως καὶ μετὰ τοῦτο ἀνῆλθε πάλαι μοι βουλομένῳ μαθεῖν οὐ λέγει, Μοιρῶν τι ἀπόρρητον, ὥς φησι, κρύπτων. καὶ οἱ συστρατιῶται δὲ αὐτοῦ οἱ ἐν τῇδε τῇ Τροίᾳ ἔτι ἐν τῷ πεδίῳ φαίνονται μάχιμοι τὸ σχῆμα καὶ σείοντες τοὺς λόφους. Φοῖνιξ ἀπιστῶ, νὴ τὴν Ἀθηνᾶν, ἀμπελουργέ, καίτοι οὕτω βουλόμενος ταῦτα ἔχειν. εἰ δὲ μὴ πρὸς τοῖς φυτοῖς εἶ, μηδὲ ὀχετηγεῖς, ἤδη δίελθέ μοι ταῦτά τε καὶ ὅσα τοῦ Πρωτεσίλεω γιγνώσκεις· καὶ γὰρ ἂν χαρίζοιο τοῖς ἥρωσιν, εἰ πιστεύων ἀπέλθοιμι. Ἀμπελουργός Οὐκέτʼ, ὦ ξένε, κατὰ μεσημβρίαν τὰ φυτὰ πίνει, μετόπωρον γὰρ ἤδη καὶ ἄρδει αὐτὰ ἡ ὥρα· σχολὴ οὖν μοι διελθεῖν πάντα. μηδὲ γὰρ λανθάνοι τοὺς χαρίεντας τῶν ἀνθρώπων θεῖα οὕτω καὶ μεγάλα ὄντα. βέλτιον δὲ καὶ ἐν καλῷ τοῦ χωρίου ἱζῆσαι. Φοῖνιξ ἡγοῦ δή, ὡς ἑψομένου καὶ ὑπὲρ τὰ μέσα τῆς Θρᾴκης. Ἀμπελουργός παρέλθωμεν ἐς τὸν ἀμπελῶνα, ὦ Φοῖνιξ, καὶ γὰρ ἂν καὶ εὐφροσύνης τι ἐν αὐτῷ εὕροις. Φοῖνιξ παρέλθωμεν, ἡδὺ γάρ που ἀναπνεῖ τῶν Ἀμπελουργός τί λέγεις ἡδύ; θεῖον· τῶν μὲν γὰρ ἀγρίων δένδρων αἱ ἄνθαι εὔοσμοι, τῶν δὲ ἡμέρων οἱ καρποί. εἰ δὲ ἐντύχοις ποτὲ φυτῷ ἡμέρῳ παρὰ τὴν ἄνθην εὐώδει, δρέπου τῶν φύλλων μᾶλλον, ἐκείνων γὰρ τὸ ὀδωδέναι. Φοῖνιξ ὡς ποικίλη σοι ἡ ὥρα τοῦ χωρίου, καὶ ὡς ἐκδεδώκασιν ἱλαροὶ οἱ βότρυς, τὰ δένδρα τε ὡς διάκειται πάντα καὶ ὡς ἀμβροσία ἡ ὀσμὴ τοῦ χωρίου. τοὺς δρόμους δέ, οὓς ἀνῆκας, χαρίεντας μὲν ἡγοῦμαι, τρυφᾶν δέ μοι δοκεῖς, ἀμπελουργέ, τοσαύτῃ γῇ ἀργῷ χρώμενος. Ἀμπελουργός ἱεροί, ξένε, οἱ δρόμοι, γυμνάζεται γὰρ ἐν αὐτοῖς ὁ ἥρως. Φοῖνιξ ἐρεῖς ταῦτα, ἐπειδὰν ἱζήσωμεν οὗ ἄγεις. νυνὶ δέ μοι ἐκεῖνο εἰπέ· οἰκεῖα γεωργεῖς ταῦτα ἢ δεσπότης μὲν αὐτῶν ἕτερος, σὺ δὲ τρέφοντα τοῦτον τρέφεις, ὥσπερ τὸν τοῦ εὐριπίδου Οἰνέα; Ἀμπελουργός ἓν τοῦτο ἐκ πολλῶν γήδιον λείπεταί μοι τρέφον οὔκ ἀνελευθέρως, τοὺς δὲ ἄλλους ἀγροὺς ἀφείλοντό με οἱ δυνατοὶ κομιδῇ ὀρφανόν. καὶ τουτὶ δὲ τὸ χωρίδιον ὑπὸ Ξείνιδος ἤδη τοῦ Χερρονησίτου κατεχόμενον ἐξείλετο ὁ Πρωτεσίλεως προσβαλών τι αὐτῷ ἑαυτοῦ φάμα, ὑφʼ οὗ τὰς ὄψεις ἀνακοπεὶς ἀπῆλθε τυφλός. Φοῖνιξ ἀγαθόν γε τοῦ ἀγροῦ φύλακα ἐκτήσω, καὶ οὐδὲ λύκου τινὸς ἔφοδον, οἶμαι, δέδιας ἐγρηγορότος οὑτωσὶ τοῦ φίλου. Ἀμπελουργός ἀληθῆ λέγεις· οὐδὲ γὰρ θηρίῳ συγχωρεῖ ἐσφοιτᾶν οὐδενί, οὐδὲ ὄφις ἐνταῦθα, οὐδὲ φαλάγγιον, οὐδὲ συκοφάντης ἡμῖν περὶ τοῦ ἀγροῦ ἐπιτίθεται. τὸ δὲ θηρίον τοῦτο δεινῶς ἀναιδές, ἀπόλλυσι γοῦν ἐν ἀγορᾷ. Φοῖνιξ τὴν δὲ φωνήν, ἀμπελουργέ, πῶς ἐπαιδεύθης; οὐ γάρ μοι τῶν ἀπαιδεύτων φαίνῃ. Ἀμπελουργός ἐν ἄστει, ξένε, τὸ πρῶτον ἐτρίβομεν τοῦ βίου διδασκάλοις χρώμενοι καὶ φιλοσοφοῦντες. πονήρως οὖν τὰ ἐμὰ εἶχεν, ἐπὶ δούλοις γὰρ ἦν τὰ γεωργούμενα, οἱ δʼ ἀπέφερον ἡμῖν οὐδέν, ὅθεν δανείζεσθαί τε ἐπὶ τῷ ἀγρῷ ἔδει καὶ πεινῆν, καὶ δῆτʼ ἀφικόμενος ἐνταῦθα ξύμβουλον ἐποιούμην τὸν Πρωτεσίλεων, ὁ δʼ ὀργήν μοι δικαίαν ἔχων, ἐπειδὴ καταλιπὼν αὐτὸν ἐν ἄστει ἔζων, ἐσιώπα. λιπαροῦντος δέ μου καὶ ἀπολεῖσθαι φάσκοντος, εἰ ἀμεληθείην μεταμφίασαι ἔφη. τοῦτʼ ἐπʼ ἐκείνης μὲν τῆς ἡμέρας ἀργῶς ἤκουσα, μετὰ ταῦτα μέντοι βασανίζων αὐτὸ ξυνῆκα, ὅτι μεταβαλεῖν κελεύει με τὸ τοῦ βίου σχῆμα. ὅθεν διφθέραν τε ἐναρμοσάμενος καὶ σμινύην φέρων καὶ οὐδὲ τὴν ἐς ἄστυ ὁδὸν ἔτι γιγνώσκων βρύει μοι τὰ ἐν τῷ ἀγρῷ πάντα, κἂν νοσήσῃ προβάτιον ἢ σμῆνος ἢ δένδρον, ἰατρῷ χρῶμαι τῷ Πρωτεσίλεῳ ξυνών τε αὐτῷ καὶ τῇ γῇ προσκείμενος, σοφώτερός τε ἐμαυτοῦ γίγνομαι, περίεστι γὰρ καὶ σοφίας αὐτῷ. Φοῖνιξ μακάριε τῆς ξυνουσίας καὶ τοῦ ἀγροῦ, εἰ μὴ μόνον ἐλάας καὶ βότρυς ἐν αὐτῷ τρυγᾷς, ἀλλὰ καὶ σοφίαν δρέπῃ θείαν τε καὶ ἀκήρατον.