οἱ τὸν Σάμιον Πυθαγόραν ἐπαινοῦντες τάδε ἐπʼ αὐτῷ φασιν· ὡς Ἴων μὲν οὔπω εἴη, γένοιτο δὲ ἐν Τροίᾳ ποτὲ Εὔφορβος, ἀναβιοίη τε ἀποθανών, ἀποθάνοι δέ, ὡς ᾠδαὶ Ὁμήρου, ἐσθῆτά τε τὴν ἀπὸ θνησειδίων παραιτοῖτο καὶ καθαρεύοι βρώσεως, ὁπόση ἐμψύχων, καὶ θυσίας· μὴ γὰρ αἱμάττειν τοὺς βωμούς, ἀλλὰ ἡ μελιττοῦτα καὶ ὁ λιβανωτὸς καὶ τὸ ἐφυμνῆσαι, φοιτᾶν ταῦτα τοῖς θεοῖς παρὰ τοῦ ἀνδρὸς τούτου, γιγνώσκειν τε, ὡς ἀσπάζοιντο τὰ τοιαῦτα οἱ θεοὶ μᾶλλον ἢ τὰς ἑκατόμβας καὶ τὴν μάχαιραν ἐπὶ τοῦ κανοῦ· ξυνεῖναι γὰρ δὴ τοῖς θεοῖς καὶ μανθάνειν παρʼ αὐτῶν, ὅπη τοῖς ἀνθρώποις χαίρουσι καὶ ὅπη ἄχθονται, περί τε φύσεως ἐκεῖθεν λέγειν· τοὺς μὲν γὰρ ἄλλους τεκμαίρεσθαι τοῦ θείου καὶ δόξας ἀνομοίους ἀλλήλαις περὶ αὐτοῦ δοξάζειν, ἑαυτῷ δὲ τόν τε Ἀπόλλω ἥκειν ὁμολογοῦντα, ὡς αὐτὸς εἴη, ξυνεῖναι δὲ καὶ μὴ ὁμολογοῦντας τὴν Ἀθηνᾶν καὶ τὰς Μούσας καὶ θεοὺς ἑτέρους, ὧν τὰ εἴδη καὶ τὰ ὀνόματα οὔπω τοὺς ἀνθρώπους γιγνώσκειν. καὶ ὅ τι ἀποφήναιτο ὁ Πυθαγόρας, νόμον τοῦτο οἱ ὁμιληταὶ ἡγοῦντο καὶ ἐτίμων αὐτὸν ὡς ἐκ Διὸς ἥκοντα, καὶ ἡ σιωπὴ δὲ ὑπὲρ τοῦ θείου σφίσιν ἐπήσκητο· πολλὰ γὰρ θεῖά τε καὶ ἀπόρρητα ἤκουον, ὧν κρατεῖν χαλεπὸν ἦν μὴ πρῶτον μαθοῦσιν, ὅτι καὶ τὸ σιωπᾶν λόγος. καὶ μὴν καὶ τὸν Ἀκραγαντῖνον Ἐμπεδοκλέα βαδίσαι φασὶ τὴν σοφίαν ταύτην. τὸ γὰρ χαίρετʼ, ἐγὼ δʼ ὔμμιν θεὸς ἄμβροτος, οὐκέτι θνητός καὶ ἤδη γάρ ποτʼ ἐγὼ γενόμην κόρη τε κόρος τε καὶ ὁ ἐν Ὀλυμπίᾳ βοῦς, ὃν λέγεται πέμμα ποιησάμενος θῦσαι, τὰ Πυθαγόρου ἐπαινοῦντος εἴη ἄν. καὶ πλείω ἕτερα περὶ τῶν τὸν Πυθαγόρου τρόπον φιλοσοφησάντων ἱστοροῦσιν, ὧν οὐ προσήκει με νῦν ἅπτεσθαι σπεύδοντα ἐπὶ τὸν λόγον, ὃν ἀποτελέσαι προὐθέμην·