Σὲ μὲν ἐν Θήβαις ἡμῖν γενέσθαι ἀπηγγέλλετο, Πρόξενον δὲ καταλαβεῖν εἰς τὴν Ἀσίαν ὡς Κῦρον ὡρμηκότα. εἰ μὲν οὖν εὐτυχῶν ἐφίεσαι πραγμάτων, θεὸς οἶδεν, ὡς ἤδη γέ τινες τῶν ἐνταῦθα καταμέμφεσθαι αὐτὰ ἐπιχειροῦσιν· οὐ γὰρ ἄξιόν φασιν εἶναι Κύρῳ βοηθεῖν Ἀθηναίους, δι’ ὃν τὴν ἀρχὴν ὑπὸ Λακεδαιμονίων ἀφῃρέθησαν, οὐδ’ αὐτοὺς ὑπὲρ ἐκείνου πολεμεῖν καταπολεμηθέντας δι’ ἐκεῖνον. οὐκ ἂν οὖν θαυμάσαιμι εἰ μεταπεσούσης τῆς πολιτείας συκοφαντεῖν σέ ἀφ’ ἑαυτῶν ἐπιχειρήσουσιν, ἀλλ’ ὅσῳ λαμπρότερον τἀκεῖ χωρήσειν ὑπολαμβάνω, τοσούτῳ σφοδρότερον ἐπικεῖσθαι τούτους ἡγοῦμαι· τὰς γὰρ ἐνίων φύσεις οὐκ ἀγνοῶ. (2) ἡμεῖς δ’ ἐπείπερ ἅπαξ εἰς τοῦτο ἑαυτοὺς ἔδομεν, ἄνδρες ἀγαθοὶ γενώμεθα, τῶν τε ἄλλων ἃ περὶ ἀρετῆς εἰώθειμεν λέγειν ἀναμιμνησκόμενοι καὶ τὸ μηδὲ γένος πατέρων αἰσχυνέμεν ἐν τοῖς ἄριστα τῷ ποιητῇ εἰρῆσθαι τιθέντες. ἴσθι δὲ ὡς δυοῖν τούτοιν μάλιστα προσδεῖται πόλεμος, καρτερίας τε καὶ ἀφιλοχρηματίας· διὰ ταύτην μὲν γὰρ τοῖς οἰκείοις φίλοι, διὰ καρτερίαν δὲ φοβεροὶ τοῖς ἀντιπάλοις γινόμεθα. ὧν ἀμφοτέρων οἰκεῖα ἔχεις τὰ παραδείγματα. ϛ′. > Σωκράτους. Τοῖν μὲν ξένοιν ἐπεμελήθην ὡς παρεκάλεις, καὶ τὸν ἐν τῷ δήμῳ συναγορεύσοντα αὐτοῖν ἐσκεψάμην τῶν ἡμετέρων τινὰ ἑταίρων, ὃς ὑπηρετήσειν ἔφη προθυμότερον διὰ τὸ καὶ σοὶ χαρίζεσθαι ἐθέλειν. περὶ δὲ τοῦ χρηματισμοῦ καὶ περὶ ὧν προσπαίζων ἔγραφες τὸ μὲν ἐπιπλήττειν ἐνίους οὐδὲν ἴσως ἄτοπον, εἰ πρῶτον μὲν ἐσπουδακότων τῶν ἄλλων περὶ πλοῦτον ἐγὼ πένης αἱροῦμαι βιοῦν, ἔπειτα ἐξόν μοι παρὰ πολλῶν πολλὰ λαμβάνειν οὐ τὰς παρὰ ζώντων μόνον δωρεὰς τῶν φίλων ἀλλὰ καὶ ὅσα ἂν τελευτῶντές μοι ἀφῶσιν ἑκὼν παραιτοῦμαι · τὸν δ’ οὕτω διακείμενον οὐδὲν θαυμαστὸν μαινόμενον παρὰ τοῖς ἄλλοις νομίζεσθαι. (2) χρὴ δὲ μὴ τοῦτο μόνον ἀλλὰ καὶ τὸν ἄλλον ἡμῶν προσεπιθεωρεῖν βίον, καὶ εἰ περὶ τὴν χρῆσιν τῶν χρημάτων διαφέροντες φανούμεθα, μὴ θαυμάζειν ὅτι καὶ περὶ τὸν πορισμὸν διεστήκαμεν. ἐμοὶ μὲν τοίνυν ἀπαρκεῖ τροφῇ τε χρῆσθαι τῇ λιτοτάτῃ καὶ ἐσθῆτι θέρους τε καὶ χειμῶνος τῇ αὐτῇ, ὑποδήμασι δὲ πάμπαν οὐ χρῶμαι, οὐδὲ πολιτικῆς ἐφίεμαι δόξης πλὴν ὅσον ἐκ τοῦ σώφρων εἶναι καὶ δίκαιος· οἳ δὲ πολυτελείας μὲν τῆς περὶ τὴν δίαιταν οὐδὲν ἀπολείπουσιν, ἐσθῆτας δὲ διαφόρους οὐχ ὅτι γε ἔτους τοῦ αὐτοῦ ἀλλὰ καὶ ἡμέρας τῆς αὐτῆς ἀμφιέννυσθαι ζητοῦσι, πολλὰ δὲ χαρίζονται καὶ ταῖς ἀπορρήτοις ἡδοναῖς. (3) καὶ ὃν τρόπον οἱ τὴν κατὰ φύσιν χρόαν διεφθορότες ἐπακτοῖς χρώμασι κοσμοῦνται, κἀκεῖνοι τὴν ἐξ ἀρετῆς ἀληθινὴν δόξαν ἀπολωλεκότες, ἣν εἰκὸς περιγίνεσθαι ἑκάστῳ, εἰς τὴν ἐκ τῆς ἀρεσκείας καταφεύγουσι, διανομαῖς καὶ ἑστιάσεσι πανδήμοις τὴν παρὰ τῶν πληθῶν εὐφημίαν παρακαλούμενοι. ὅθεν εἰκότως οἶμαι πολλῶν αὐτοῖς δεῖσθαι συμβαίνει· οὔτε γὰρ αὐτοὶ ζῆν δύνανται ἀπ’ ὀλίγων, οἵ τε πλησίον ἀποδέχεσθαι αὐτοὺς οὐκ ἐθέλουσι, μὴ μισθὸν τῆς εὐλογίας φερόμενοι. ἐμοὶ μὲν πρὸς ἄμφω ταῦτα καλῶς ἔχει ὁ βίος. καὶ εἰ μέν τί με τῶν ἀληθῶν ἐκφεύγει, οὐκ ἂν ἰσχυρισαίμην· ὅτι μέντοι ταῦτα μὲν οἱ κρείττους φασὶν εἶναι βελτίω, ἐκεῖνα δὲ οἱ πολλοί, σαφῶς οἶδα.