(6) πρῶτον μὲν γὰρ οἶμαι καθ’ ὃ δύναται ἕκαστος ὠφελεῖν ἐξετάζεσθαι· τὸ δὲ μείζω ἢ ἐλάττω πράττειν οὐκ ἐπ’ αὐτῷ ἐστίν, ἀλλὰ τοῦ μὲν ἕτερα ἔχει τὴν αἰτίαν, τοῦ δὲ καθάπαξ αὐτός. ἔπειτα οὐ τῶν τοσαύτῃ πόλει συμβουλευσόντων δεῖ μόνον, οὐδὲ τῶν ἡγησομένων κατὰ γῆν ἢ κατὰ θάλατταν, ἀλλὰ καὶ τῶν ἐπιστησόντων τοὺς ἐπὶ τὰ τῇ πόλει συμφέροντα ἰόντας· οὐδὲν γὰρ θαυμαστὸν ὑπὸ μεγέθους τῶν ἐπικειμένων οἷον ἀποκοιμίζεσθαι ἐνίους αὐτῶν, οἷς τοῦ ἐπεγείροντος ὥσπερ μύωπος δεήσει. (7) πρὸς ἃ δὴ καὶ ἐμὲ ἔταξεν ὁ θεός. ἐπιεικῶς μὲν οὖν ἀπεχθάνεσθαί μοι συμβαίνει ἀπ’ αὐτοῦ, ἀλλ’ ἐκεῖνος ἀφίστασθαι οὐκ ἐᾷ. ᾧ πειστέον μᾶλλον· εἰκὸς γὰρ τό γε ὑγιὲς ἐμοῦ κρεῖττον αὐτὸν εἰδέναι. ἐπεὶ καὶ πρὸς σὲ βουλομένῳ ἀπεῖπε μὴ ἰέναι καὶ τὸ δεύτερον πέμψαντός σου ἀπηγόρευσεν. ἀπειθεῖν δὲ αὐτῷ ὀκνῶ, καὶ τὸν Πίνδαρον ἡγούμενος εἰς τοῦτο εἶναι σοφόν, ὅς φησι θεοῦ δὲ δείξαντος ἀρχὰν ἕκαστον ἐν πρᾶγος εὐθεῖα δὴ κέλευθος ἀρετὰν ἑλεῖν, τελευταί τε καλλίονες· σχεδὸν γὰρ οὕτω που αὐτῷ ἔχει τὸ ὑπόρχημα. (8) πολλὰ δὲ πολλοῖς καὶ τῶν ἄλλων εἴρηται ποιητῶν περὶ θεῶν, καὶ ὅτι τὰ μὲν κατὰ τὴν τούτων βούλησιν πραττόμενα ἐπὶ τὸ λῷον ἐκβαίνει, τὰ δὲ παρὰ θεὸν ἀλυσιτελῆ ὑπάρχει τοῖς πράξασιν. ὁρῶ δὲ καὶ τῶν πόλεων τῶν Ἑλληνίδων τὰς φρονιμωτάτας συμβούλῳ χρωμένας τῷ ἐν Δελφοῖς θεῷ, καὶ ὅσαι μὲν ἂν τούτῳ πειθόμεναι πράττωσι, πρὸς ὠφέλειαν αὑταῖς γιγνομένας, ὅσαι δ’ ἂν ἀπειθήσωσιν, ὡς τὸ πολὺ βλαπτομένας. οὐ θαυμάσαιμι δ’ ἄν, εἴ μοι περὶ τοῦ δαιμονίου ἀπιστήσειας λέγοντι· ἤδη γὰρ πρός με καὶ ἄλλοι οὕτω διετέθησαν οὐκ ὀλίγοι. (9) πλεῖστοι δέ μοι ἠπίστησαν ἐν τῇ ἐπὶ Δηλίῳ μάχῃ· παρῆν γὰρ τότε τῇ στρατείᾳ καὶ συνεμαχόμην πανδημεὶ τῆς πόλεως ἐξεληλυθυίας. ἐν δὲ τῇ φυγῇ ἅμα πολλοὶ ὑπαπήειμεν, καὶ ὡς ἐπὶ διαβάσεώς τινος ἐγενόμεθα, πήειμεν, καὶ ὡς ἐπὶ διαβάσεως τινος ἐγενόμεθα, συνέβη μοι τὸ εἰωθὸς σημεῖον. ἐνέστην οὖν καὶ εἶπον ἄνδρες, οὔ μοι δοκεῖ ταύτην πορεύεσθαι· τοῦ γὰρ δαιμονίου μοι ἡ φωνὴ γέγονεν. οἱ μὲν οὖν πλείους πρὸς ὀργὴν ὡσπερεὶ παίζοντος ἐμοῦ ἐν οὐκ ἐπιτηδείῳ καιρῷ ὁρμήσαντες εὐθεῖαν ἐβάδιζον, ὀλίγοι δέ τινες ἐπείσθησαν καὶ τὴν ἐναντίαν ἐμοὶ συναπετράποντο. καὶ οἴκαδε πορευόμενοι διεσώθημεν, τοὺς δ’ ἄλλους ἥκων τις ἐξ αὐτῶν πάντας ἔφη ἀπολωλέναι· εἰς γὰρ τοὺς ἱππέας ἐμπεσεῖν τῶν πολεμίων ἐπανιόντας ἀπὸ τῆς διώξεως. πρὸς οὓς τὸ μὲν πρῶτον μάχεσθαι, ὕστερον δὲ περικλειομένους ὑπ’ αὐτῶν πλειόνων ὄντων ἐγκλίναντας καὶ περικαταλήπτους γενομένους πάντας ἀπολέσθαι. αὐτὸς δὲ ὁ ταῦτα ἀπαγγέλλων τραυματίας ἀφῖκτο, μόνην τὴν ἀσπίδα σώζων. (10) πολλὰ δὲ καὶ ἰδίᾳ προηγόρευσα ἐνίοις τῶν ἀποβησομένων διδάσκοντος τοῦ θεοῦ. σὺ δὲ καὶ τῆς βασιλείας ἔφησας μέρος διδόναι καὶ παρακαλεῖς μὴ ὡς ἀρξόμενον βαδίζειν, ἀλλ’ ὡς τοὐναντίον ἄρξοντα καὶ τῶν ἄλλων καὶ σοῦ αὐτοῦ. ἐγὼ δὲ μεμαθηκέναι ἄρχειν οὔ φημι, μὴ εἰδὼς δὲ οὐκ ἂν δεξαίμην μᾶλλον βασιλεύειν ἢ κυβερνᾶν μὴ ἐπιστάμενος. οἶδα δὲ ὅτι, εἰ καὶ οἱ ἄλλοι ἄνθρωποι ὁμοίως διέκειντο, ἥττονα ἂν ἦν κακὰ ἐν τῷ βίῳ. νῦν δ’ ἡ τῶν μὴ ἐπισταμένων τόλμα ἐπιχειροῦσα οἷς μὴ ἴσασιν εἰς τοῦτο ταραχῆς αὐτοὺς προάγει. ὅθεν καὶ τὴν τύχην ἔτι μείζω πεποίηκε, τῇ ἐκείνων ἀνοίᾳ τὴν ταύτης ἐξουσίαν αὐξάνουσα.