(11) καὶ μέντοι οὐδὲ ἐκεῖνο ἀγνοῶ, ὅτι ἐνδοξότερον εἶναι καὶ περιβλέπεσθαι μᾶλλον εἰκὸς ἰδιώτου βασιλέα ὄντα. ἀλλ’ ὥσπερ οὐδὲ ἐφ’ ἵππον ἂν εἱλόμην καθίζεσθαι ἄπειρος ὢν ἱππικῆς, ἀλλ’ ἐλυσιτέλει μοι πεζῷ εἶναι, κἂν εἰ ταπεινότερος πολὺ τοῦ ἱππέως ἦν, οὕτω καὶ περὶ βασιλείας καὶ ἰδιωτείας φρονῶ, καὶ οὐκ ἂν ὑπὸ ἐπιθυμίας τῶν μειζόνων ἐξαρθεὶς ἐπιφανεστέρων ὀρεχθείην συμφορῶν. ἐοίκασι δὲ καὶ οἱ πρῶτοι μυθολογήσαντες τὰ περὶ τὸν Βελλεροφόντην τούτῳ τι παραπλήσιον αἰνίξασθαι. (12) οὐ γὰρ ὅτι, οἶμαι, τόπου ὑψηλοτέρου ἐπεθύμησεν, ἀλλ’ ὅτι πραγμάτων μειζόνων ἢ καθ’ ἑαυτὸν ὠρέχθη, μετὰ ταῦτα αὐτῷ συμφοραὶ ἐγένοντο· καταπεσὼν γὰρ ἀπὸ τῆς ἐλπίδος αἰσχρῶς καὶ ἐπονειδίστως τὸν λοιπὸν ἔζη βίον, διὰ τοὺς ἐφυβρίζοντας ἐν τοῖς ἄστεσιν ἐπὶ τὴν ἐρημίαν ἐξεληλυθὼς καὶ τὰς βάσεις ἀπολωλεκώς, οὐχ ἅσπερ ἡμεῖς εἰθίσμεθα λέγειν, ἀλλὰ τὴν παρρησίαν, ἐφ’ ἧς ὀρθοῦται ὁ ἑκάστου βίος. ταῦτα μὲν οὖν ὅπῃ τοῖς ποιηταῖς φίλα, ταύτῃ ὑπονοείσθω· τὸ δ’ ἐμὸν δεύτερον ἤδη ἀκούεις, ὅτι οὐκ ἀλλάττομαι τῶν ἐκεῖ τἀνθάδε, ἀμείνω δοκῶν. ἀλλ’ οὐδὲ τῷ θεῷ συναρέσκει, ᾧ μέχρι νῦν συμβούλῳ τε καὶ ἐπιτρόπῳ ἐμαυτοῦ χρῶμαι. β′. > Σωκράτης Ξενοφῶντι. Χαιρεφῶν ὃν τρόπον ὑφ’ ἡμῶν σπουδάζεται οὐκ ἀγνοεῖς, ᾑρημένος δὲ ὑπὸ τῆς πόλεως πρεσβευτὴς εἰς Πελοπόννησον τάχ’ ἂν καὶ πρὸς ὑμᾶς ἀφίκοιτο. τὰ μὲν οὖν τῶν ξενίων εὐπόριστα ἀνδρὶ φιλοσόφῳ, τὰ δὲ τῆς πορείας ἐπισφαλῆ καὶ μάλιστα διὰ τὰς αὐτόθι νῦν ταραχὰς ὑπαρχούσας. ὧν ἐπιμεληθεὶς ἐκεῖνόν τε σώσεις ἄνδρα φίλον καὶ ἡμῖν τὰ μάλιστα χαριῇ. γ′. > Σωκράτους. Μνήσων ὁ Ἀμφιπολίτης ἐν Ποτιδαίᾳ μοι συνεστάθη. οὗτος νῦν Ἀθήναζε ἔρχεται πρὸς τὸν δῆμον, ἐκπεσὼν ὑπὸ τῶν οἴκοι τὰ γὰρ ἐκεῖ κεκίνηται μὲν ἤδη, οὕπω δ’ ἐστὶ φανερά, οἶμαι μέντοι οὐ πολλοῦ αὐτὰ δεήσειν χρόνου. τούτῳ συλλαβόμενος αὐτόν τε ἄξιον ὄντα ποιήσεις εὖ καὶ τὰς πόλεις ἀμφοτέρας ὠφελήσεις, τὴν μὲν τῶν Ἀμφιπολιτῶν, ἵνα μὴ ἀποστᾶσα ἀνήκεστόν τι κινδυνεύσῃ παθεῖν, τὴν δ’ ἡμετέραν, ὅπως μὴ καὶ περὶ ἐκείνης πράγματα ἔχῃ, ὡς νῦν γε περὶ Ποτιδαίας μικροῦ δέομεν ἀπειρηκέναι. δ′. > Σωκράτους. Κριτοβούλῳ μὲν ἐντυχὼν παρεκάλουν πρὸς φιλοσοφίαν αὐτόν, ὃ δέ μοι δοκεῖ διανενοῆσθαι μᾶλλον ἐξορμήσεσθαι πρὸς τὰ πολιτικά. αἱρήσεται οὖν τὴν πρὸς ἐκεῖνα ἁρμόττουσαν παιδείαν καὶ τὸν ὑφηγησόμενον ἐκλέξεται τῶν ὄντων τὸν κράτιστον. σχεδὸν δὲ νῦν ἐπιδημοῦσιν οἱ δοκιμώτατοι Ἀθήνησι, καὶ πολλοὶ αὐτῶν καὶ πρὸς ἡμᾶς ἔχουσιν οἰκείως. τὰ μὲν οὖν ἐκείνου ταῦτα, τῶν δ’ ἐμῶν Ξανθίππη μὲν καὶ τὰ παιδάρια ἔρρωται, αὐτὸς δὲ ὥσπερ καὶ παρόντος σου πράττω.