Οὔ μοι δοκεῖς καλῶς τὴν ἐμὴν συνιέναι γνώμην (οὐ γὰρ ἂν τὸ δεύτερον ἐπέστελλες καὶ πλείονα δώσειν ὑπισχνοῦ) ἀλλ’, ὥσπερ τοὺς σοφιστάς, καὶ Σωκράτην φαίνῃ ὑπονοεῖν παλιμπράτην τινὰ εἶναι παιδείας καὶ τὰ πρότερον γράψαι οὐχ ἁπλῶς ἀρνούμενον, ἀλλ’ ἐπὶ πλείοσι τῶν τότε διδομένων ὑπὸ σοῦ. νῦν δ’ οὖν ὑπερβολὰς ὑπισχνῇ καὶ τῷ πλήθει τῶν διδομένων οἴει με παραστήσεσθαι, καταλιπόντα τε τὴν Ἀθήνησι διατριβὴν παρὰ σὲ ἥξειν τὸν οὔθ’ ὅλως καλὸν νομίζοντα τοὺς ἐν φιλοσοφίᾳ πιπράσκειν λόγους, ἐμοί τε καὶ σφόδρα ἄηθες. (2) ἀφ’ οὗ γὰρ προσῆλθον αὐτῇ τοῦ θεοῦ κελεύσαντος φιλοσοφεῖν, παρ’ οὐδενὸς οὐδὲν εἰληφὼς εὑρεθήσομαι, ἀλλὰ τὰς διατριβὰς ἐν κοινῷ ποιούμεθα, ἐπίσης ὁμοίως ἀκούειν τε ἀεὶ ὄντι τε καὶ μή, καὶ οὔτε ἐγκλεισάμενος φιλοσοφῶ, καθάπερ Πυθαγόρας ἱστορεῖται, οὔτε εἰς τὰ πλήθη παριὼν τοὺς βουλομένους ἀκούειν ἀργύριον εἰσπράττω, ὅπερ ἄλλοι τέ τινες πρότερον ἐποίησαν καὶ τῶν καθ’ ἡμᾶς ἔνιοι ποιοῦσιν. ὁρῶ γὰρ ὅτι τὰ μὲν ἀρκοῦντα καὶ παρ’ ἐμαυτοῦ ἔχω, τὰ δ’ εἰς περιουσίαν πραττόμενα οἷς ἂν λαβὼν παρακατάθωμαι οὐχ εὑρίσκω οὐδένα τῶν δωσόντων μοι πιστότερον. (3) οὓς εἰ μὲν φαύλους ὑπολήψομαι, οὐδὲ παρακατατιθέμενος αὐτοῖς ὀρθῶς δόξω φρονεῖν, παρὰ χρηστῶν δέ μοι ἔξεστι καὶ μηδὲν δόντι λαμβάνειν· οὐ γὰρ ἀργυρίου μὲν φύλακες πιστοὶ ὑπάρξουσι, χάριτος δὲ ἄπιστοι, οὐδὲ τὸ μὲν δοθὲν οὐκ ἂν ἀξιώσειαν ἀποστερεῖν, ἐφ’ οἷς δὲ κἂν τὸ ἀργύριον ἐδίδοσαν, πρότερον προῖκα εἰληφότες παρ’ ἡμῶν, περιόψονται ἡμᾶς ἀπορουμένους. ἑνὶ δὲ κεφαλαίῳ εἰκὸς φίλους μὲν ὄντας πολλὰ καὶ τῶν ἰδίων ἡμῖν προήσεσθαι, φίλους δὲ μὴ ὑπάρχοντας ἔνια καὶ τῶν ἡμετέρων προσαποστερεῖν ζητήσειν. αὐτὸς δὲ ὥστε τηρεῖν ἀργύριον οὐκ ἄγω σχολήν. (4) θαυμάζω δὲ καὶ τῶν λοιπῶν οἳ παρασκευάζεσθαι μέν φασιν αὑτῶν χάριν, φαίνονται δὲ καὶ αὑτοὺς διὰ τὰ κέρδη ἀποδόμενοι, καὶ παιδείας ὀλιγωροῦντες χρηματισμοῦ ἐπιμελοῦνται. τοιγαροῦν τῆς μὲν κτήσεως θαυμάζονται, τῆς δὲ ἀπαιδευσίας καταγελῶνται, καὶ τῶν ἄλλων πάντων μακαρίζονται πλὴν ἑαυτῶν. καίτοι πῶς οὐ δεινὸν ἐπὶ μὲν φίλῳ δοκεῖν εἶναι αἰσχρὸν ἡγεῖσθαι καὶ μηδ’ ἂν βιῶναι βούλεσθαι ἑτέροις ὄντα πρόσθεμα καὶ ἀλλοτρίων παράσιτον ὄντα ἀγαθῶν, ταὐτὸ δὲ τοῦτο πρὸς τὰ χρήματα πεπονθότα μὴ αἰδεῖσθαι; ἢ οὐκ ἴσμεν ὅτι καὶ τιμῶνται οὗτοι διὰ τὸν πλοῦτον καὶ μεταπεσούσης τῆς τύχης ἐν ἀτιμίᾳ διάγουσι τῇ πάση; (5) ὥστε μήτε τιμωμένους αὐτοὺς χαίρειν (οὐ γὰρ ἐφ’ ἑαυτοῖς τιμῶνται), ἀτιμαζομένους τε πολὺ μᾶλλον ἄχθεσθαι, τὸ γὰρ ἀτιμαζόμενον καὶ δι’ ὃ παρορῶνται αὐτοί εἰσι. πρῶτον μὲν οὖν οὐκ ὀρθῶς ὑπέλαβες, εἰ Σωκράτην οἴει τι ἀργυρίου ποιήσειν, ὃ μὴ καὶ προῖκα αὐτῷ καλῶς εἶχε πρᾶξαι· καὶ πρὸς τούτῳ ἐκεῖνο οὐκ ἐλογίσω, ὅτι ἐνταῦθά με πολλὰ κατέχει, καὶ τὸ μέγιστον αἱ τῆς πατρίδος χρεῖαι. καὶ μὴ θαυμάσῃς, εἰ καὶ τῇ πατρίδι χρείας τινάς φαμεν ἐκτελεῖν, ὅτι οὔτε ἐν στρατηγίαις οὔτε ἐπὶ τοῦ βήματος ἐξετάζομαι.