76. Ξενοκράτης νέον φιλοσοφεῖν βουλόμενον ἤρετο εἰ γεγεωμέτρηκε· τοῦ δ’ ἀποφήσαντος, ἀλλ’ εἰ ἠστρονόμηκε· καὶ τοῦτο ἀπειπόντος, ἀλλ’ εἰ τὰ τῶν ποιητῶν ἀνέγνωκεν· ὁ δὲ καὶ τοῦτο ἔξαρνος ἦν· ἄλλως δὲ εἰ γράμματα οἶδεν· οὐδὲ ταῦτα ᵃ ἔφη ἐκεῖνος εἰδέναι. Πόκος τοίνυν, εἶπεν ὁ Ξενοκράτης, ὑπὸ γναφέως ᵇ οὐ πλύνεται. 77. Ξενοκράτης, ὁπότε τις αὐτῷ σχολάζειν ἤθελεν οὐδενὸς τῶν ἐγκυκλίων μαθημάτων μετειληφώς, ἄπιθι, εἶπε, λαβὰς οὐκ ἔχεις πρὸς φιλοσοφίαν· δεῖ γὰρ προμεμαλάχθαι διὰ τούτων τὴν ψυχήν. 78. Ξενοκράτης δὲ ὁ Χαλκηδόνιος ἀέναον τὴν ὕλην, ἐξ ἧς ἅπαντα γεγονέναι, προσηγόρευσε.