73. Χρημάτων αὐτῷ κομισθέντων ἀπ’ Ἀλεξάνδρου, ἑστιάσας τοὺς κομίζοντας τὸν αὑτοῦ τρόπον, ἀπαγγείλατε, ἔφη, Ἀλεξάνδρῳ, ὅτι ἔστ’ ἂν οὕτω ζῶ, οὐ δέομαι ταλάντων πεντήκοτα. Τοσαῦτα γὰρ ἦν τὰ πεμφθέντα. 74. Ξενοκράτης εἴ ποτε σταμνίον οἴνου ἀνοίξειεν, οὐ ἔφθανεν ὁ οἶνος τρεπόμενος πρὶν ἀναλωθῆναι· καὶ τὰ ὄψα δὲ πολλάκις ἕωλα ἐξέῤῥιπτεν. Ἔνθεν καὶ ἡ παροιμία τὸ Ξενοκράτους τυρίον ἐπὶ τῶν ἐπὶ πολὺ παραμενόντων καὶ μὴ τάχιστα ἀναλισκομένων. 75. Ξενοκράτης διαιρῶν ἕκαστον μέρος τῆς ἡμέρας εἰς πρᾶξίν τινα καὶ τῇ σιωπῇ μέρος ἀπένεμε.