67. Ξενοκράτης ἔλεγεν, ὥσπερ τὸ κακοπρόσωπον αἴσχει προσώπου, καὶ μοχθηρίᾳ τινὶ μορφῆς τὸ δύσμορφον, οὕτω δαίμονος κακίᾳ τοὺς πονηροὺς κακοδαίμονας ὀνομάζομεν. 68. Διὸ καὶ Ξενοκράτης τοῖς παισὶ μᾶλλον, ἢ τοῖς ἀθληταῖς, ἐκέλευε περιάπτειν ἀμφώτιδας, ὡς ἐκείνων μὲν τὰ ὦτα ταῖς πληγαῖς, τούτων δὲ τοῖς λόγοις τὰ ἤθη διαστρεφομένων· οὐκ ἀνηκοΐαν, οὐδὲ κωφότητα προμνώμενος, ἀλλὰ τῶν λόγων τοὺς φαύλους φυλάττεσθαι παραινῶν, πρὶν ἑτέρους χρηστούς, ὥσπερ φύλακας ἐντραφέντας ὑπὸ φιλοσοφίας τῷ ἤθει, τὴν μάλιστα κινουμένην αὐτοῦ καὶ ἀναπειθομένην χώραν κατασχεῖν. 69. Φιλόσοφός τις ἔλεγε· μεγάλους δεῖ λαμβάνειν μισθοὺς μαθητῶν τοὺς διδασκάλους, παρὰ μὲν τῶν εὐφυῶν, ὅτι πολλὰ μανθάνουσι, παρὰ δὲ τῶν ἀφυῶν, ὅτι πολὺν κόπον παρέχουσιν.