66. Ξενοκράτης ὁ Πλάτωνος ἑταῖρος ἔλεγε, μηδὲν διαφέρειν, ἢ τοὺς πόδας ἢ τοὺς ὀφθαλμοὺς εἰς ἀλλοτρίαν τρίαν οἰκίαν τιθέναι. Ἐν ταὐτῷ γὰρ ἁμαρτάνειν τόν τε εἰς ἃ μὴ δεῖ χωρία βλέποντα, καὶ εἰς οὓς μὴ δεῖ τόπους παριόντα. 67. Ξενοκράτης ἔλεγεν, ὥσπερ τὸ κακοπρόσωπον αἴσχει προσώπου, καὶ μοχθηρίᾳ τινὶ μορφῆς τὸ δύσμορφον, οὕτω δαίμονος κακίᾳ τοὺς πονηροὺς κακοδαίμονας ὀνομάζομεν. 68. Διὸ καὶ Ξενοκράτης τοῖς παισὶ μᾶλλον, ἢ τοῖς ἀθληταῖς, ἐκέλευε περιάπτειν ἀμφώτιδας, ὡς ἐκείνων μὲν τὰ ὦτα ταῖς πληγαῖς, τούτων δὲ τοῖς λόγοις τὰ ἤθη διαστρεφομένων· οὐκ ἀνηκοΐαν, οὐδὲ κωφότητα προμνώμενος, ἀλλὰ τῶν λόγων τοὺς φαύλους φυλάττεσθαι παραινῶν, πρὶν ἑτέρους χρηστούς, ὥσπερ φύλακας ἐντραφέντας ὑπὸ φιλοσοφίας τῷ ἤθει, τὴν μάλιστα κινουμένην αὐτοῦ καὶ ἀναπειθομένην χώραν κατασχεῖν. 69. Φιλόσοφός τις ἔλεγε· μεγάλους δεῖ λαμβάνειν μισθοὺς μαθητῶν τοὺς διδασκάλους, παρὰ μὲν τῶν εὐφυῶν, ὅτι πολλὰ μανθάνουσι, παρὰ δὲ τῶν ἀφυῶν, ὅτι πολὺν κόπον παρέχουσιν. 70. Τὰ μὲν οὖν ζῷα οὕτω πάλιν διῃρεῖτο, εἰς ἰδέας τε καὶ μέρη, πάντα τρόπον διαιρῶν, ἕως εἰς τὰ πάντων δεῖ στοιχεῖα ἀφίκετο τῶν ζῴων, ἃ δὴ πέντε σχήματα καὶ σώματα ὠνόμαζεν, εἰς αἰθέρα καὶ πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα.