64. Ἐπεὶ καὶ Ξενοκράτης ἐν τῷ περὶ φρονήσεως, τὴν σοφίαν ἐπιστήμην τῶν πρώτων αἰτίων καὶ τῆς νοητῆς οὐσίας εἶναί φησι· τὴν φρόνησιν ἡγούμενος διττήν· τὴν μὲν πρακτικήν· τὴν δὲ θεωρητικήν· ἣν δὴ σοφίαν ὑπάρχειν ἀνθρωπίνην· διόπερ ἡ μὲν σοφία φρόνησις· οὐ μὴν πᾶσα φρόνησις σοφία. 65. Οὐκ ἔστι δὲ τὸ δὶς φθέγξασθαι ταὐτὸν ὄνομα τῶν ἀτόπων, ἀλλὰ τὸ πλεονάκις περί τινος τὸ αὐτὸ κατηγορεῖν, οἷον ὡς Ξενοκράτης τὴν φρόνησιν ὁριστικὴν καὶ θεωρητικὴν τῶν ὄντων φησὶν εἶναι. Ἡ γὰρ ὁριστικὴ θεωρητική τίς ἐστιν, ὥστε δὶς τὸ αὐτὸ λέγει προσθεὶς πάλιν καὶ θεωρητικήν. 66. Ξενοκράτης ὁ Πλάτωνος ἑταῖρος ἔλεγε, μηδὲν διαφέρειν, ἢ τοὺς πόδας ἢ τοὺς ὀφθαλμοὺς εἰς ἀλλοτρίαν τρίαν οἰκίαν τιθέναι. Ἐν ταὐτῷ γὰρ ἁμαρτάνειν τόν τε εἰς ἃ μὴ δεῖ χωρία βλέποντα, καὶ εἰς οὓς μὴ δεῖ τόπους παριόντα.