56. Ἐκεῖνοι μὲν γὰρ ὅταν φῶσιν ἑτέρως λέγεσθαι ἀγαθὸν τὴν ἰδέαν, καὶ ἑτέρως τὸ μετέχον τῆς ἰδέας, σημαινόμενα ἐκτίθενται καὶ κατὰ πολὺ ἀλλήλων διεστῶτα, καὶ μηδεμίαν ἔχοντα κοινωνίαν. 57. Ἄξιον δ’ ἀναλαβεῖν τὸ δόγμα ταῖς ἐκείνου λέξεσιν, ἵνα καὶ μάθῃς, οἱ τοῦ Ξενοκράτους καὶ Σπευσίππου κατηγοροῦντες ἐπὶ τῷ μὴ τὴν ὑγείαν ἀδιάφορον ἡγεῖσθαι, μηδὲ τὸν πλοῦτον ἀνωφελές, ἐν τίνι τόπῳ τὴν κακίαν αὐτοὶ τίθενται, καὶ τίνας λόγους περὶ αὐτῆς διεξίασιν. 58. Δοκεῖ δὲ Ξενοκράτης ἰδίᾳ πραγματευόμενος περὶ τῆς ἀπὸ τῶν ζῴων Τροφῆς καὶ Πολέμων ἐν τοῖς περὶ τοῦ κατὰ φύσιν βίου συντάγμασι σαφῶς λέγειν, ὡς ἀσύμφορόν ἐστιν ἡ διὰ τῶν σαρκῶν τροφή, εἰργασμένη ἤδη καὶ ἐξομοιουμένη ταῖς τῶν ἀλόγων ψυχαῖς. 59. Ἐμνήσθην δὲ τρίτην ἡμέραν διαλεγόμενος τὸ τοῦ Ξενοκράτους, καὶ ὅτι Ἀθηναῖοι τῷ ζῶντα τὸν κριὸν ἐκδείραντι δίκην ἐπέθηκαν. 60. Ξενοκράτης τὸν εὐδαίμονα βίον καὶ τὸν σπουδαῖον ἀποδείκνυσι τὸν αὐτόν, ἐπειδὴ πάντων τῶν βίων αἱρετώτατος ὁ σπουδαῖος καὶ ὁ εὐδαίμων· ἓν γὰρ τὸ αἱρετώτατον καὶ τὸ μέγιστον.