51. Οἱ δ’ ἀπὸ Πλάτωνος καὶ Πυθαγόρου παρεῖναι μὲν καὶ ἐν τοῖς ἀρτιγενέσι τὸν λόγον φασίν, ἐπισκοτεῖσθαί γε μὴν ἐν τοῖς ἔξωθεν, καὶ μὴ ἐνεργεῖν τὴν οἰκείαν ἐνέργειαν, ἀλλ’ ἡσυχάζειν. 52. Εἰ δὲ ψυχὴ μὴ τρέφεται, πᾶν δὲ σῶμα ζῴου τρέφεται, οὐ σῶμα ἡ ψυχή. 53. Ἐν τῷ τρίτῳ περὶ τῆς διαλεκτικῆς (ὁ Χρύσιππος) ὑπειπών, ὅτι Πλάτων ἐσπούδασε περὶ τὴν διαλεκτικήν, καὶ Ἀριστοτέλης, καὶ ἀπὸ τούτων οἱ ἄχρι Πολέμωνος καὶ Στράτωνος, μάλιστα δὲ Σωκράτης· καὶ ἐπιφωνήσας ὅτι καὶ συνεξαμαρτάνειν ἄν τις θελήσειε τούτοις τοσούτοις καὶ τοιούτοις οὖσιν, ἐπιφέρει κατὰ λέξιν· Εἰ μὲν γὰρ ἐκ παρέργου περὶ αὐτῶν εἰρήκεσαν, τάχ’ ἄν τις διέσυρε τὸν τόπον τοῦτον· οὕτω δ’ αὐτῶν ἐπιμελῶς εἰρηκότων ὡς ἐν ταῖς μεγίσταις δυνάμεσι καὶ ἀναγκαιοτάταις αὐτῆς οὔσης, οὐ πιθανὸν ἐπὶ τοσοῦτον διαμαρτάνειν αὐτοὺς ἐν τοῖς ὅλοις ὄντας, οἵους ὑπονοοῦμεν. 54. Ξενοκράτης δὲ τρεῖς φησιν οὐσίας εἶναι, τὴν μὲν αἰσθητήν, τὴν δὲ νοητήν, τὴν δὲ σύνθετον καὶ δοξαστήν, ὧν αἰσθητὴν μὲν εἶναι τὴν ἐντὸς οὐρανοῦ, νοητὴν δὲ πάντων τῶν ἐκτὸς οὐρανοῦ, δοξαστὴν δὲ καὶ σύνθετον τὴν αὐτοῦ τοῦ οὐρανοῦ· ὁρατὴ μὲν γάρ ἐστι τῇ αἰσθήσει, νοητὴ δὲ δι’ ἀστρολογίας. Τούτων μέντοι τοῦτον ἐχόντων τὸν τρόπον, τῆς μὲν ἐκτὸς οὐρανοῦ καὶ νοητῆς οὐσίας κριτήριον ἀπεφαίνετο τὴν ἐπιστήμην, τῆς δὲ ἐντὸς οὐρανοῦ καὶ αἰσθητῆς τὴν αἴσθησιν, τῆς δὲ μικτῆς τὴν δόξαν· καὶ τούτων κοινῶς τὸ μὲν διὰ τοῦ ἐπιστημονικοῦ λόγου κριτήριον βέβαιόν τε ὑπάρχειν καὶ ἀληθές, τὸ δὲ διὰ τῆς αἰσθήσεως ἀληθὲς μέν, οὐχ οὕτω δὲ ὡς τὸ διὰ τοῦ ἐπιστημονικοῦ λόγου, τὸ δὲ σύνθετον κοινὸν ἀληθοῦς τε καὶ ψευδοῦς ὑπάρχειν· τῆς γὰρ δόξης τὴν μέν τινα ἀληθῆ εἶναι, τὴν δὲ ψευδῆ. Ὅθεν καὶ τρεῖς Μοίρας παραδεδόσθαι, Ἄτροπον μὲν τὴν τῶν νοητῶν, ἀμετάθετον οὖσαν, Κλωθὼ δὲ τὴν τῶν αἰσθητῶν, Λάχεσιν δὲ τὴν τῶν δοξαστῶν. 55. Ἰδιαίτερον δὲ παρὰ τοὺς ἄλλους ὁ Ξενοκράτης καὶ ταῖς ἑνικαῖς πτώσεσι χρώμενος ἔφασκε πᾶν τὸ ὂν ἢ ἀγαθόν ἐστιν ἢ κακόν ἐστιν, ἢ οὔτε ἀγαθόν ἐστιν οὔτε κακόν ἐστιν. Καὶ τῶν λοιπῶν φιλοσόφων χωρὶς ἀποδείξεως τὴν τοιαύτην διαίρεσιν προσιεμένων αὐτὸς ἐδόκει καὶ ἀπόδειξιν συμπαραλαμβάνειν. Εἰ γὰρ ἔστι τι κεχωρισμένον πρᾶγμα τῶν ἀγαθῶν καὶ κακῶν καὶ τῶν μήτε ἀγαθῶν μήτε κακῶν, ἐκεῖνο ἤτοι ἀγαθόν ἐστιν ἢ οὐκ ἔστιν ἀγαθόν. Καὶ εἰ μὲν ἀγαθόν ἐστιν, ἓν τῶν τριῶν γενήσεται· εἰ δ’ οὐκ ἔστιν ἀγαθόν, ἤτοι κακόν ἐστιν ἢ οὔτε κακόν ἐστιν οὔτε ἀγαθόν ἐστιν· εἴτε δὲ κακόν ἐστιν, ἓν τῶν τριῶν ὑπάρξει, εἴτε οὔτε ἀγαθόν ἐστιν οὔτε κακόν ἐστι, πάλιν ἓν τῶν τριῶν καταστήσεται. Πᾶν ἄρα τὸ ὂν ἤτοι ἀγαθόν ἐστιν ἢ κακόν ἐστιν, ἢ οὔτε ἀγαθόν ἐστιν οὔτε κακόν ἔστιν. Δυνάμει δὲ καὶ οὗτος χωρὶς ἀποδείξεως προσήκατο τὴν διαίρεσιν, ἐπείπερ ὁ εἰς κατασκευὴν αὐτῆς παραληφθεὶς λόγος οὐχ ἕτερός ἐστιν αὐτῆς· ὅθεν εἰ ἐν ἑαυτῇ περιέσχηκε τὴν πίστιν ἡ ἀπόδειξις, ἔσται καὶ ἡ διαίρεσις ἐξ ἑαυτῆς πιστὴ μὴ διαφέρουσα τῆς ἀποδείξεως.