43. Τοιοῦτός ἐστι καὶ ὁ ὑπὸ Ξενοκράτους τῆς ψυχῆς ἀποδοθεὶς ὁρισμός· ἀριθμὸς γάρ φησίν ἐστι κινῶν ἑαυτόν· ὁ γὰρ τοῦτον ἀκούσας οὐδὲν εἰκάσαι καὶ λαβεῖν ἐξ αὐτοῦ τῶν τῇ ψυχῇ ἢ τῷ ζῴῳ ὑπαρχόντων δυνήσεται. 44. Πολὺ δὲ τῶν εἰρημένων ἀλογώτερον, τὸ λέγειν ἀριθμὸν εἶναι τὴν ψυχὴν κινοῦνθ’ ἑαυτόν· ὑπάρχει γὰρ αὐτοῖς ἀδύνατα, πρῶτα μὲν τὰ ἐκ τοῦ κινεῖσθαι συμβαίνοντα, ἰδίᾳ δὲ ἐκ τοῦ λέγειν αὐτὴν ἀριθμόν. 45. Μετὰ δὲ ταῦτα διελέγχει τὸν Ξενοκράτους ὁρισμὸν τῆς ψυχῆς, οὐ πρὸς τοὔνομα τοῦ ἀριθμοῦ μαχόμενος, ὥς φησιν Ἀνδρόνικος καὶ Πορφύριος, ἀλλὰ καὶ πάνυ τὴν διάνοιαν ἐπιζητῶν τὴν Ξενοκράτους, ὡς δῆλόν ἐστιν ἐκ τῶν περὶ Φύσεως αὐτῷ γεγραμμένων· ἐν οἷς ἂν δόξειε, μοναδικὸν ποιεῖν ἀριθμὸν τὴν ψυχὴν ὁ Ξενοκράτης· τοῦτον γὰρ τὸν λόγον φησὶ πολὺ τῶν εἰρημένων ἀλογώτατον εἶναι.