41. Ὥσπερ ψυχῆς ὁρισμός, τὸ ἀριθμὸς αὐτὸς ἑαυτὸν κινῶν, τὸ γὰρ ἀριθμὸς ἐκ περιττοῦ κεῖται· καὶ γὰρ τὸ αὐτὸ ἑαυτὸ κινοῦν, χωρὶς τοῦ ἀριθμοῦ, τήν ψυχὴν δηλοῖ, καθάπερ Πλάτων ἐν τῷ Φαίδρῳ φησὶ λέγων· ἀθανάτου δὲ πεφασμένου τοῦ ὑφ’ ἑαυτοῦ κινουμένου ψυχῆς οὐσίαν τε καὶ λόγον τοῦτό τις λέγων οὐκ αἰσχυνεῖται. Ἄλλως τε καὶ ὁ ἀριθμὸς οὐκ ἔστι γένος τῆς ψυχῆς· ὥσπερ δή τινος ἐνισταμένου καὶ λέγοντος, πῶς φὴς ὅτι ἀφαιρεθέντος τοῦ ἀριθμοῦ, οὐ λυμαίνεται ὁ ὁρισμός; γένος γάρ ἐστι τῆς ψυχῆς ὁ ἀριθμὸς κατὰ Ξενοκράτην καὶ Πλάτωνα, καὶ δεῖ τῆς προσθήκης τοῦ ἀριθμοῦ ὡς γένους ἐν τῷ ὁρισμῷ, φησίν· ὅτι εἰ δώσομεν ὅτι ὁ ἀριθμὸς γένος ἐστὶ τῆς ψυχῆς, ἀφαιρεθέντος τούτου, τὸ καταλειφθὲν οὐκ ἔσται ὅρος ἀλλ’ ἴδιον· οὐ μὴν δὲ καὶ τὴν οὐσίαν δηλώσει τοῦ πράγματος· πᾶς μὲν γὰρ ὅρος ἴδιον· οὐ μὴν καὶ τὸ ἀνάπαλιν ὁποτέρως μὲν οὖν ἔχει ὅμως χαλεπόν ἐστι διασαφηνίσαι, ὁπότερον γένος ψυχῆς ὁ ἀριθμός, ἢ οὔ· καὶ πότερον, ἀφαιρεθέντος τοῦ ἀριθμοῦ, τὸ καταλειπόμενον ὁρισμός ἐστι τῆς ψυχῆς, ἢ ἴδιον, ἢ οὔ· μείζονος γὰρ σκέψεως ἡ περὶ τοῦτο ζήτησις ἢ τῆς διαλεκτικῆς. 42. Εἰπὲ οὖν εἰ ὁ ἀριθμός, ὦ Ξενόκρατες, ἢ περιττός ἐστιν, ἢ ἄρτιος· ἡ ψυχὴ ἢ ἄρτιός ἐστιν, ἢ περιττός· καὶ εἰ ἄρτιος, ἢ τέτταρές ἐστιν, ἢ ϛ′· εἰ δὲ περιττός ᵃ, ἢ ε′, ἢ ζ′· ἡ οὖν ψυχὴ τί ἐστι, δ’ ἢ ε′, καὶ ἐπεὶ ἐκ παντὸς ἀριθμοῦ ἐκβαλλομένης μονάδος, ἕτερος ἀριθμὸς καταλείπεται, οἷον ἀπὸ τοῦ ϛ′ ὁ ε′, καὶ ἀπὸ ᵇ τοῦ ζ′ πάλιν ὁ ϛ′, τίνα ἀριθμὸν ἀπὸ τῆς ψυχῆς ἐκβληθῆναι ᶜ δεῖ καὶ ποιῆσαι ᵈ ἕτερον. Καὶ οὕτως ἀνασκευάσεις, καίτοι τοῦ ὁριζομένου τὴν ψυχὴν οὕτω κατὰ τοὺς Πυθαγορείους ὁριζομένου. 43. Τοιοῦτός ἐστι καὶ ὁ ὑπὸ Ξενοκράτους τῆς ψυχῆς ἀποδοθεὶς ὁρισμός· ἀριθμὸς γάρ φησίν ἐστι κινῶν ἑαυτόν· ὁ γὰρ τοῦτον ἀκούσας οὐδὲν εἰκάσαι καὶ λαβεῖν ἐξ αὐτοῦ τῶν τῇ ψυχῇ ἢ τῷ ζῴῳ ὑπαρχόντων δυνήσεται. 44. Πολὺ δὲ τῶν εἰρημένων ἀλογώτερον, τὸ λέγειν ἀριθμὸν εἶναι τὴν ψυχὴν κινοῦνθ’ ἑαυτόν· ὑπάρχει γὰρ αὐτοῖς ἀδύνατα, πρῶτα μὲν τὰ ἐκ τοῦ κινεῖσθαι συμβαίνοντα, ἰδίᾳ δὲ ἐκ τοῦ λέγειν αὐτὴν ἀριθμόν. 45. Μετὰ δὲ ταῦτα διελέγχει τὸν Ξενοκράτους ὁρισμὸν τῆς ψυχῆς, οὐ πρὸς τοὔνομα τοῦ ἀριθμοῦ μαχόμενος, ὥς φησιν Ἀνδρόνικος καὶ Πορφύριος, ἀλλὰ καὶ πάνυ τὴν διάνοιαν ἐπιζητῶν τὴν Ξενοκράτους, ὡς δῆλόν ἐστιν ἐκ τῶν περὶ Φύσεως αὐτῷ γεγραμμένων· ἐν οἷς ἂν δόξειε, μοναδικὸν ποιεῖν ἀριθμὸν τὴν ψυχὴν ὁ Ξενοκράτης· τοῦτον γὰρ τὸν λόγον φησὶ πολὺ τῶν εἰρημένων ἀλογώτατον εἶναι.