4. Ξενοκράτης, Καρχηδόνιος οὗτος, ἑπτὰ μὲν θεοὺς τοὺς πλάνητας, ὄγδοον δὲ τὸν ἐκ πάντων αὐτῶν συνεστῶτα κόσμον αἰνίττεται. 5. Ἐλήρει δ’ Ἀριστοτέλης, ἐλήρει δὲ Ξενοκράτης, ὠφελεῖσθαι μὲν ἀνθρώπους ὑπὸ θεῶν, ὠφελεῖσθαι δὲ ὑπὸ γονέων, ὠφελεῖσθαι δὲ ὑπὸ καθηγητῶν ἀποφαινόμενοι· τὴν δὲ θαυμαστὴν ἀγνοοῦντες ὠφέλειαν, ἣν οἱ σοφοὶ κινουμένων κατ’ ἀρετὴν ἀλλήλων ὠφελοῦνται, κᾂν μὴ συνῶσι, μηδὲ γινώσκοντες τυγχάνωσιν. 6. Καθόλου γ’ οὖν τὴν περὶ τοῦ θείου ἔννοιαν Ξενοκράτης ὁ Χαλκηδόνιος οὐκ ἀπελπίζει καὶ ἐν τοῖς ἀλόγοις ζῴοις.