36. Οἱ δὲ ὑπὸ τὸ ποσόν· ὧν ἐστι καὶ Ξενοκράτης· ἀριθμὸς γάρ φησι κινῶν ἑαυτόν ἐστιν ἡ ψυχή· ὁ δὲ ἀριθμὸς ὑπὸ τὸ ποσόν· εἰ δὴ τοῦτο ἔλεγεν ἐκεῖνος, καὶ μὴ ἄλλο τι διὰ τούτου ᾐνίττετο. 37. Ἐπὶ ταὐτὸ δὲ φέρονται καὶ ὅσοι λέγουσι τὴν ψυχὴν τὸ αὑτὸ κινοῦν· ἐοίκασι γὰρ οὗτοι πάντες ὑπειληφέναι τὴν κίνησιν οἰκειότατον εἶναι τῇ ψυχῇ· καὶ τὰ μὲν ἄλλα πάντα κινεῖσθαι διὰ τὴν ψυχήν· ταύτην δ’ ὑφ’ ἑαυτῆς, διὰ τὸ μηθὲν ὁρᾶν κινοῦν, ὃ μὴ καὶ αὐτὸ κινεῖται. 38. Ξενοκράτης ὁ τούτου διάδοχος ἀπ’ ἀμφοτέρων ὁρίζεται τὴν ψυχήν, εἰπὼν αὐτὴν ἀριθμὸν κινοῦντα ἑαυτόν· διὰ μὲν τὸ γνωστικὴν εἶναι αὐτὴν τῶν ὄντων, ἀριθμὸν εἰπὼν ὡς Πυθαγόρας· ἀρχὴ γὰρ πάντων ἀριθμὸς κατὰ αὐτούς· διὰ δὲ τὸ κινητικὴν εἶναι τὸ αὐτοκίνητον ἀναθεὶς αὐτῇ· ἀρχὴ γὰρ καὶ πηγὴ πάσης κινήσεως κατ’ αὐτοὺς τὸ αὐτοκίνητον. 39. [Ξενοκράτης] ἔλεγεν οὖν ἀριθμὸν μὲν τὴν ψυχὴν διὰ τὸ πλήρωμα εἰδῶν εἶναι τὴν ψυχὴν καὶ λόγον, ἐκ τῶν λόγων πάντων γὰρ ἐν ἑαυτῇ τοὺς λόγους ἔχει ὡς εἴπομεν· ἀριθμοὺς δὲ τὰ εἴδη ἐκάλουν ὡς εἴρηται, καὶ αὐτὸς γοῦν ἐν τοῖς ἑξῆς φησιν· καὶ εὖ δὴ οἱ λέγοντες τὴν ψυχὴν τόπον εἰδῶν, ἀριθμὸν μὲν οὖν διὰ τοῦτο· κινοῦντα δὲ αὑτὸν διὰ τὸ αὐτόζων αὐτῆς· οὐ γὰρ ὑφ’ ἑτέρου αὐτῇ τὸ ζῆν, αὐτοζωὴ γάρ ἐστιν. 40. Τοιοῦτος δὲ καὶ ὁ τῆς ψυχῆς ὅρος, εἰ ἀριθμὸς αὐτὸς αὑτὸν κινῶν ἐστι· καὶ γὰρ τὸ αὐτὸ αὑτὸ κινοῦν ψυχή, καθάπερ Πλάτων ὥρισται.