34. Ξενοκράτης ἀριθμὸν αὐτὴν [τὴν ψυχὴν] θέμενος ἐν ποσῷ δοκεῖ. 35. Ξενοκράτους ὁ τῆς ψυχῆς οὗτος λόγος, βουλομένου τὴν μεσότητα αὐτῆς τῶν τε εἰδῶν καὶ τῶν εἰδοποιουμένων, ἅμα καὶ τὸ ἴδιον αὐτῆς ἐνδείξασθαι· ὁ γὰρ ἀριθμὸς τὸ εἶδος, τὸ δὲ κινητὸν τοῖς εἰδοποιουμένοις προσήκει, ἐκ μὲν σὖν τῶν ἄκρων μόνον οὐ δηλοῖ τὸ, οὔτε ἀριθμὸς ἁπλῶς ἔσται, οὔτε κινητός· τοῦ μὲν γὰρ ὑφεῖται ᾗ τοῦ ἀμερίστου ἐκβέβληται· τοῦ δέ ἐστι κρείσσων, ᾗ τοῦ μεριστοῦ ὑπερέχει· τὸ συναμφότερον οὖν ἄν πως εἴη, ὡς ἀμφοτέροις κοινωνοῦσα, ἀριθμὸς κινητός· κατὰ δὲ τὸ οἰκεῖον τῆς μεσότητος ὑφ’ ἑαυτοῦ κινητὸς λέγεται. Ὅτι οὐχ ὡς διαστατική ἐστι μέση ἡ ψυχή, οἷος ὁ φυσικὸς λόγος, καὶ πρὸ τούτου κατὰ τοὺς ἄνδρας ἡ μαθηματικὴ οὐσία, οὐδὲ οἵα κατὰ τὸ προϊὸν ἀπὸ νοῦ φῶς οὐσία, νοερὰ ᵃ μὲν ἔτι μένουσα, τῷ δὲ εἰς τὸ φανὸν καὶ σύμμετρον τοῖς ὑπὸ νοῦ καταλαμπομένοις προέρχεσθαι, διαγγέλλουσα τὸ μόνιμον καὶ κρύφιον τῆς νοερᾶς ᵇ φύσεως, ἀλλὰ κατ’ αὐτὴν τὴν ζωτικὴν ἰδιότητα ἔγερσιν καὶ ζέσιν τινὰ πάσης δηλούσης ζωῆς, ἀμέριστον μὲν καὶ ἐν ἑαυτῇ μένουσαν τῆς νοερᾶς ᶜ· περὶ δὲ τὰ σώματα μεριζομένην, καὶ ἑτέρωθεν εἰς ἕτερα ὑφιζάνουσαν τῆς σωματοειδοῦς· τῆς δὲ ψυχῆς τὴν ἀφ’ ἑαυτῆς εἰς ἀνέλιξιν καὶ εἰς διάστασιν ἅμα συναγωγήν. Διὰ ταῦτα μὲν οὖν ὁ Ξενοκράτης ἀριθμὸν αὐτὸν ἑαυτὸν κινοῦντα τὴν ψυχὴν ἀπεφήνατο· ὁ δὲ Ἀριστοτέλης τὸν ἀριθμὸν ὁριστικὸν προειπὼν καὶ τῶν γνωστῶν καὶ τῶν γνωστικῶν, ἐπὶ τῆς ψυχῆς εὐλόγως ὡς γνωστικὸν εἰρῆσθαι ἀκούει, καὶ διὰ τοῦτο τοὺς εἰπόντας τὴν ψυχὴν ἀριθμὸν αὐτὸν ἑαυτὸν κινοῦντα, συμπλέξαι ἔφη τὸ κινητικὸν καὶ τὸ γνωστικόν. 36. Οἱ δὲ ὑπὸ τὸ ποσόν· ὧν ἐστι καὶ Ξενοκράτης· ἀριθμὸς γάρ φησι κινῶν ἑαυτόν ἐστιν ἡ ψυχή· ὁ δὲ ἀριθμὸς ὑπὸ τὸ ποσόν· εἰ δὴ τοῦτο ἔλεγεν ἐκεῖνος, καὶ μὴ ἄλλο τι διὰ τούτου ᾐνίττετο.