25. Ξενοκράτης μὲν πρὸς τὴν ἐπ’ ἄπειρον τομὴν τὰς ἀτόμους γραμμὰς [εἰσάγει], ἵνα φεύγῃ ταυτὸν ἕν τε καὶ πολλὰ λέγειν· ἣν ἀντίφασιν κακῶς ὑπολαμβάνων ἑτέρᾳ περιέπιπτεν ἀντιφάσει χαλεπωτέρᾳ, ταυτὸν ἅμα ποιῶν μέγεθός τε καὶ οὐ μέγεθος· καίτοι ταυτὸν μὲν ἕν τε καὶ πολλὰ λέγειν οὐκ ἔστιν ἀντικείμενα, εἰ διαιροῖτό τις τὸ δυνάμει καὶ ἐνεργείᾳ, ταυτὸν δὲ ποιεῖν γραμμήν τε καὶ ἀδιαίρετον ἄντικρύς ἐστι ποιοῦντος τὴν γραμμὴν οὐ γραμμήν. 26. Ἔνθεν ὁ Ξενοκράτης ἀνῄρει τὴν ἐπ’ ἄπειρον τῶν μεγεθῶν τομήν· αὐτὸς γοῦν πολλαχῶς συγχωρήσας τούτῳ ἀληθεῖ ὄντι, ὅμως ἐπελύσατο μοναχῶς τὴν ἀπορίαν, ἐν οἷς καὶ τοῦτό φησιν ὅτι τῶν μεγεθῶν ἡ τομὴ δυνάμει μέν ἐστιν ἐπ’ ἄπειρον, ἐνεργείᾳ δ’ οὔ, ἀδύνατον γὰρ ἐνεργείᾳ γενέσθαι τὸ ἄπειρον· ὥστε καὶ ἡ κίνησις δυνάμει μὲν δι’ ἀπείρων ἐλεύσεται, ἐνεργείᾳ δὲ διὰ πεπερασμένων· οὐδὲ γὰρ κατὰ σημεῖον γίνεται ἡ κίνησις, ἀλλὰ κατὰ μέγεθος ὡρισμένον. Διχοτομίαν δὲ ἐκάλεσε τὴν Ζήνωνος ἐπιχείρησιν, καὶ δῆλον διὰ τί· διότι τῷ ληφθὲν μέγεθος δίχα τέμνειν, οὕτως ἐποιεῖτο τὴν κατασκευήν. 27. Εἴπομεν δὲ καὶ ἐν τῷ πρώτῳ λόγῳ, ὅτι τινὲς τὸν Ξενοκράτην ὑπώπτευσαν τὰς ἀτόμους εἰσηγεῖσθαι γραμμάς, καὶ ἐδείξαμεν ὡς ψευδὴς ἡ ὑπόνοια.