22. Ἐπεὶ δὲ καὶ Ξενοκράτης σοφὸς ἦν ἀνήρ, πῶς ἄρα τὰς ἀτόμους γραμμὰς ὑπετίθετο; Οὐδὲ γὰρ ἠγνόει τὴν φύσιν τοῦ μεγέθους, ἀλλ’ οὐδὲ τῷ εἴδει ἀδιαίρετον ἔλεγε· τοῦτο γὰρ οὐ μόνον αἱ ἐλάχισται γραμμαὶ ἔχουσιν, ἀλλὰ καὶ τὰ μέγιστα σώματα· μήποτε οὖν ου πρὸς τὴν ἐπ’ ἄπειρον τομὴν ἐνίστατο ὁ Ξενοκράτης· οὐ γὰρ ἂν γεωμετρικὴν ἀρχὴν ἀνεῖλεν, γεωμετρικὸς ὢν ἀνήρ, ἀλλὰ πρὸς τὸ εἰς ἄπειρα διῃρῆσθαι, ὄντων ἀεί τινων ἀτμήτων μεγεθῶν, ἅτινα οὐδὲ ὑπὸ φύσεως ἰσχύει καθ’ αὑτὰ διαιρεῖσθαι διὰ σμικρότητα, ἀλλ’ ἑνωθέντα πάλιν ἄλλοις σώμασιν, οὕτω, τοῦ ὅλου διαιρουμένου, ἐν ἑαυτοῖς ἐκείνην δέχεται τὴν διαίρεσιν, ἣν μόνα ὄντα οὐκ ἂν ὑπέμεινεν. Ὡς οὖν ὁ Πλᾶτων ἐπίπεδα εἶπεν εἶναι τὰ πρῶτα καὶ ἐλάχιστα σώματα, οὕτως ὁ Ξενοκράτης γραμμὰς ἀδιαιρέτους μὲν διὰ σμικρότητα, διαιρετὰς δὲ καὶ αὐτὰς οὔσας τῇ φύσει. 23. Ἀλλὰ μὴν δέδεικται ἐν τῇ Φυσικῇ Ἀκροάσει, ἐν τοῖς περὶ κικήσεως λόγοις, ἐν οἷς ἀντέλεγε πρὸς Ξενοκράτην γραμμὰς ἀτόμους λέγοντα, ὅτι οὐκ εἰσὶν ἀδιαίρετοι γραμμαί, τοῦτ’ ἔστιν ὅτι οὐδὲν μέρος γραμμῆς ἐστιν ἀδιαίρετον, ἀλλ’ εἰς ἄπειρόν ἐστι διαιρετόν· οὐκ ἄρα ἐκ σημείων ἐστὶ γραμμή, οὐδ’ ἐκ γραμμῶν τὸ ἐπίπεδον, οὐδ’ ἐξ ἐπιπέδων τὸ στερεόν ταῦτα μὲν τὰ Ἀριστοτέλους, ὅπερ ἀεὶ ἔφην, ἀπαντῶντος πρὸς τὸ τοῦ λόγου φαινόμενον. Ῥητέον δὲ ὅτι εἴπερ τὰ ἐπίπεδα ἔλεγον μαθηματικὰ εἶναι, ὡς μῆκος μόνον καὶ πλάτος ἔχειν, οἱ ἐξ ἐπιπέδων τὰ στερεὰ λέγοντες καὶ εἰς τὰ ἐπίπεδα αὐτὰ ἀναλύοντες, καλῶς ὁ Ἀριστοτέλης καὶ ταῦτα αὐτοῖς ἐπήγαγε τὰ ἄτοπα καὶ τὰ ἑξῆς ἐπάξει. Εἰ δὲ φυσικὰ τὰ ἐπίπεδα λέγουσιν, ὡς μὴ μόνον μῆκος καὶ πλάτος ἀλλὰ καὶ βάθος ἔχειν, ὅπερ ἀρχὴν ἐν τοῖς φυσικοῖς καθιστάναι δυνατόν, οὐκέτι τῆ θέσει αὐτῶν ἕπεται τὰ ἄτοπα τὰ ἐπαγόμενα πρὸς τὰ ἐπίπεδα, ὡς μὴ βεβαθυσμένα. Ὅτι δὲ φυσικὰ καὶ οὐ μαθηματικὰ τὰ ἐπίπεδα ὑποτίθενται, δῆλον ἐκ τοῦ ἔνυλα λέγειν αὐτά· διὸ καὶ τὴν ὕλην πρότερον παραδόντες διεσχηματίσθαι ταύτην εἴδεσί τε καὶ ἀριθμοῖς λέγουσι. Καὶ αὐτὸς δὲ ὁ Τίμαιος ἐν τῷ οἰκείῳ συγγράμματι τάδε γέγραφεν· ἀρχαὶ μὲν ὦν τῶν γεννωμένων κτλ. 24. Εἰ δ’ ἔστιν ἀδιαίρετα μεγέθη καὶ ἀπαθῆ καὶ χωρὶς ποιότητος, ὡς οἱ περὶ Δημόκριτον ἔλεγον, καὶ Ξενοκράτης ἀτόμους γραμμὰς ὑποτιθέμενος, ἐξ ἐναντίας τοῖς μαθηματικοῖς ἂν ἀφομοιοῖντο.