19. Ξενοκράτης καὶ Διόδωρος ἀμερῆ τὰ ἐλάχιστα ὡρίζοντο. 20. Τί οὖν; οὐχὶ καὶ Πλάτωνι συνέβαινε καὶ Ἀριστοτέλει καὶ Ξενοκράτει, χρυσὸν ἐκ μὴ χρυσοῦ, καὶ λίθον ἐκ μὴ λίθου, καὶ τἄλλα γεννᾷν ἐκ τεσσάρων ἁπλῶν καὶ πρώτων ἁπάντων; Πάνυ μὲν οὖν. Ἀλλ’ ἐκείνοις μὲν εὐθύς τε συνίασιν αἱ ἀρχαὶ πρὸς τὴν ἑκάστου γένεσιν, ὥσπερ συμβολὰς μεγάλας φέρουσαι τὰς ἐν αὑταῖς ποιότητας, καὶ ὅταν συνέλθωσιν εἰς τὸ αὐτὸ καὶ συμπέσωσι ξηροῖς ὑγρά, καὶ ψυχρὰ θερμοῖς, καὶ στερεὰ μαλθακοῖς, σώματα κινούμενα παθητικοῖς ἀπ’ ἀλλήλων, καὶ μεταβάλλοντα δι’ ὅλων, ἑτέραν ἀφ’ ἑτέρας κράσεως συναποτίκτει γένεσιν. 21. Οἱ δὲ περὶ Ξενοκράτην τὴν μὲν πρώτην ἀκολουθίαν ὑπεῖναι συνεχώρουν, τοῦτ’ ἔστιν ὅτι εἰ ἕν ἐστι τὸ ὄν, καὶ ἀδιαίρετον ἔσται· οὐ μὴν ἀδιαίρετον εἶναι τὸ ὄν· διὸ πάλιν μηδὲ ἓν μόνον τὸ ὄν, ἀλλὰ πλείω· διαιρετὸν μέντοι μὴ ἐπ’ ἄπειρον εἶναι, ἀλλ’ εἰς ἄτομά τινα καταλήγειν· ταῦτα μέντοι μὴ ἄτομα εἶναι ὡς ἀμερῆ καὶ ἐλάχιστα, ἀλλὰ τὸ ποσὸν καὶ τὴν ὕλην τμητὰ καὶ μέρη ἔχοντα· τῷ δὲ εἴδει ἄτομα καὶ πρῶτα πρώτας τινὰς ὑποτιθέμενος εἶναι γραμμὰς ἀτόμους καὶ τὰ ἐκ τούτων ἐπίπεδα καὶ στερεὰ πρῶτα. Τὴν οὖν ἐκ τῆς διχοτομίας καὶ ἁπλῶς τῆς ἐπ’ ἄπειρον τομῆς καὶ διαιρέσεως ὑπαντῶσαν ἀπορίαν ὁ Ξενοκράτης οἴεται διαλύεσθαι, τὰς ἀτόμους εἰσαγαγὼν γραμμάς, καὶ ἁπλῶς ἄτομα ποιήσας μεγέθη, φεύγων τὸ ὂν εἴπερ ἐστὶ διαιρετὸν εἰς τὸ μὴ ὂν ἀναλυθῆναι καὶ ἀναλωθῆναι, τῶν ἀτόμων γραμμῶν ἐξ ὧν ὑπίσταται τὰ ὄντα ἀτμήτων μενουσῶν καὶ ἀδιαιρέτων.