16. Ξενοκράτης μέτρον τῶν γεννητῶν καὶ κίνησιν ἀΐδιον (τὸν χρόνον ἔλεγε). 17. Δοκεῖ μὲν πρὸς Ξενοκράτην μάλιστα καὶ τοὺς Πλατωνικοὺς ὁ λόγος τείνειν, διότι ἐξ ἀτάκτου καὶ πλημμελοῦς γεγονέναι τὸν κόσμον φασί, τοῦ Πλάτωνος εἰπόντος παραλαβὼν γὰρ ὁ θεὸς πᾶν ὅσον ἦν ὁρατὸν οὐχ ἡσυχίαν ἄγον ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως εἰς τάξιν αὐτὸ ἤγαγεν ἐκ τῆς ἀταξίας. Οὗτοι οὖν γενητὸν καὶ ἄφθαρτον λέγοντες τὸν κόσμον τὴν γένεσιν οὐχ ὡς ἀπὸ χρόνου φασὶ δεῖν ἀκούειν, ἀλλ’ ἐξ ὑποθέσεως εἰρημένην, διδασκαλίας χάριν τῆς τάξεως τῶν ἐν αὐτῷ προτέρων τε καὶ συνθετωτέρων. 18. Ἐμπεδοκλῆς καὶ Ξενοκράτης ἐκ μικροτέρων ὄγκων τὰ στοιχεῖα συγκρίνει, ἅπερ ἐστὶν ἐλάχιστα καὶ οἱονεὶ στοιχεῖα στοιχείων. 19. Ξενοκράτης καὶ Διόδωρος ἀμερῆ τὰ ἐλάχιστα ὡρίζοντο. 20. Τί οὖν; οὐχὶ καὶ Πλάτωνι συνέβαινε καὶ Ἀριστοτέλει καὶ Ξενοκράτει, χρυσὸν ἐκ μὴ χρυσοῦ, καὶ λίθον ἐκ μὴ λίθου, καὶ τἄλλα γεννᾷν ἐκ τεσσάρων ἁπλῶν καὶ πρώτων ἁπάντων; Πάνυ μὲν οὖν. Ἀλλ’ ἐκείνοις μὲν εὐθύς τε συνίασιν αἱ ἀρχαὶ πρὸς τὴν ἑκάστου γένεσιν, ὥσπερ συμβολὰς μεγάλας φέρουσαι τὰς ἐν αὑταῖς ποιότητας, καὶ ὅταν συνέλθωσιν εἰς τὸ αὐτὸ καὶ συμπέσωσι ξηροῖς ὑγρά, καὶ ψυχρὰ θερμοῖς, καὶ στερεὰ μαλθακοῖς, σώματα κινούμενα παθητικοῖς ἀπ’ ἀλλήλων, καὶ μεταβάλλοντα δι’ ὅλων, ἑτέραν ἀφ’ ἑτέρας κράσεως συναποτίκτει γένεσιν.