<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0634.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0634.tlg001.1st1K-grc1" n="10"><p rend="indent"><label>10.</label> Παράδειγμα δὲ τῷ λόγῳ Ξενοκράτης μέν, ὁ Πλάτωνος ἑταῖρος, ἐποιήσατο τὸ τῶν τριγώνων, θείῳ μὲν ἀπεικάσας τὸ ἰσόπλευρον, θνητῷ δὲ τὸ σκαληνόν, τὸ δ’ ἰσοσκελὲς δαιμονίῳ· τὸ μὲν γάρ, ἴσον πάντη· τὸ <pb facs="fragmentaphiloso03mulluoft_0132"/> δ’, ἄνισον πάντῃ· τὸ δέ, πὴ μὲν ἴσον, πὴ δ’ ἄνισον, ὥσπερ ἡ δαιμόνων φύσις ἔχουσα καὶ πάθος θνητοῦ καὶ θεοῦ δύναμιν.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0634.tlg001.1st1K-grc1" n="11"><p rend="indent"><label>11.</label> Ἀλλὰ φαύλους μὲν (ἔφη) δαίμονας οὐκ Ἐμπεδοκλῆς μόνον, ὦ Ἡρακλέων, ἀπέλιπεν, ἀλλὰ καὶ Πλάτων καὶ Ξενοκράτης καὶ Χρύσιππος.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0634.tlg001.1st1K-grc1" n="12"><p rend="indent"><label>12.</label> Ὁ δὲ Ξενοκράτης καὶ τῶν ἡμερῶν τὰς ἀποφράδας, καὶ τῶν ἑορτῶν ὅσαι πληγάς τινας, ἢ κοπετούς, ἢ νηστείας, ἢ δυσφημίας, ἢ αἰσχρολογίαν ἔχουσιν, οὔτε θεῶν τιμαῖς, οὔτε δαιμόνων οἴεται προσήκειν χρηστῶν, ἀλλὰ εἶναι φύσεις ἐν τῷ περιέχοντι μεγάλας μὲν καὶ ἰσχυράς, δυστρόπους δὲ καὶ σκυθρωπάς, αἳ χαίρουσι τοῖς τοιούτοις καὶ τυγχάνουσαι πρὸς οὐθὲν ἄλλο χεῖρον τρέπονται.</p></div></div></body></text></TEI>