1. Ξενοκράτης, Ἀγαθήνορος, Χαλκηδόνιος ᵃ, τὴν μονάδα καὶ τὴν δυάδα θεούς, τὴν μὲν ὡς ἄῤῥενα πατρὸς ἔχουσαν τάξιν, ἐν οὐρανῷ βασιλεύουσαν, ἥντινα προσαγορεύει καὶ Ζῆνα καὶ περιττὸν καὶ νοῦν, ὅστις ἐστὶν αὐτῷ πρῶτος θεός· τὴν δὲ ὡς θήλειαν, μητρὸς θεῶν δίκην, τῆς ὑπὸ τὸν οὐρανὸν λήξεως ᵇ ἡγουμένην, ἥτις ἐστὶν αὐτῷ ψυχὴ τοῦ παντός. 2. Ξενοκράτης δὲ ὁ Χαλκηδόνιος τὸν μὲν ὕπατον Δία, τὸν δὲ νέατον καλῶν, ἔμφασιν πατρὸς ἀπολείπει καὶ υἱοῦ. 3. Ξενοκράτης Δία τὸν ἐν μὲν τοῖς κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσιν ὕπατον καλεῖ, νέατον δὲ τὸν ὑπὸ σελήνην. 4. Ξενοκράτης, Καρχηδόνιος οὗτος, ἑπτὰ μὲν θεοὺς τοὺς πλάνητας, ὄγδοον δὲ τὸν ἐκ πάντων αὐτῶν συνεστῶτα κόσμον αἰνίττεται. 5. Ἐλήρει δ’ Ἀριστοτέλης, ἐλήρει δὲ Ξενοκράτης, ὠφελεῖσθαι μὲν ἀνθρώπους ὑπὸ θεῶν, ὠφελεῖσθαι δὲ ὑπὸ γονέων, ὠφελεῖσθαι δὲ ὑπὸ καθηγητῶν ἀποφαινόμενοι· τὴν δὲ θαυμαστὴν ἀγνοοῦντες ὠφέλειαν, ἣν οἱ σοφοὶ κινουμένων κατ’ ἀρετὴν ἀλλήλων ὠφελοῦνται, κᾂν μὴ συνῶσι, μηδὲ γινώσκοντες τυγχάνωσιν.