(6) δεῖ ὦν τόγε πρᾶτον τὰς ὕλας, ταῖς ἐνδιαιτῆται ταῦτα τὰ πάθη, πυρὶ καὶ σιδάρῳ καὶ πάσαις μαχαναῖς ἐκκαθάραντα καὶ ῥυσάμενον τὸν λογισμὸν ἐλεύθερον τῶν τοσούτων παθέων τὸ τηνικάδε ἐμφυτεύοντά τι χρηστὸν αὐτῷ παραδιδόμεν. τάπερ ἔμαθες μέν, Ἵππαρχε, μετὰ σπουδᾶς, οὐκ ἐτήρησας δ’, ὦ γενναῖε, γευσάμενος Σικελικᾶς πολυτελείας, ἇς οὐκ ἐχρῆν τυ γενέσθαι δεύτερον. (7) λέγοντι δὲ πολλοί τυ καὶ δαμοσίᾳ φιλοσοφέν, τόπερ ἀπαξίωσε Πυθαγόρας, ὅς γε Δαμοῖ τᾷ ἑαυτοῦ θυγατρὶ τὰ ὑπομνάματα παρακαταθέμενος ἐπέσκαψε μηδενὶ τῶν ἐκτὸς τᾶς οἰκίας παραδιδόμεν. ἃ δὲ δυναμένα πολλῶν χρημάτων ἀποδόσθαι τὼς λόγως οὐκ ἐβουλάθη, πενίαν δὲ καὶ τὰς τῶ πατρὸς ἐπισκάψιας ἐνόμιξε χρυσῶ τιμιωτέρας ἦμεν. φαντὶ δὲ ὅτι καὶ Δαμὼ θνάσκοισα Βιστάλᾳ τᾷ ἑαυτᾶς θυγατρὶ τὰν αὐτὰν ἐπιστολὰν ἐπέστειλεν. ἁμὲς δὲ ἄνδρες ἐόντες οὐ γνασίως αὐτῷ ποτιφερόμεθα, ἀλλὰ παραβάται τᾶν ὁμολογιᾶν γινόμεθα. εἰ μὲν ὦν μεταβάλοιο, χαρησοῦμαι, εἰ δὲ μή, τέθνακάς μοι.