γ′. Λύσις Ἱππάρχῳ. Μετὰ τὸ Πυθαγόραν ἐξ ἀνθρώπων γενέσθαι οὐδέποκα διασκεδασθήσεσθαι τὸ τῶν ὁμιλητᾶν ἄθροισμα ἐς τὸν ἐμαυτοῦ θυμὸν ἐβαλόμαν· ἐπεὶ δὲ παρ’ ἐλπίδας ὥσπερ ἀπὸ ναὸς φορτίδος ἐν ἐρήμῳ πελάγει λυθείσας ἄλλος ἄλλοσε φορεύμενοι διεσπάρημες, ὅσιον κἀμὲ μεμνᾶσθαι τῶν τήνῳ θείων καὶ σεπτῶν παραγγελμάτων, μηδὲ κοινὰ ποιῆσθαι τὰ σοφίας ἀγαθὰ τοῖς μηδ’ ὄναρ τὰν ψυχὰν κεκαθαρμένοις. οὐ γὰρ θέμις ὀρέγεν τοῖς ἀπαντῶσι τὰ μετὰ τοσούτων ἀγώνων ποριχθέντα, οὐδὲ μὰν βεβάλοις τὰ ταῖν Ἐλευσινίαιν θεαῖν μύστήρια διαγέεσθαι· κατ’ ἰσότατα γὰρ ἄδικοι καὶ ἀσεβέες ἑκάτεροι τοὶ ταῦτα πράττοντες.